§4.20.1ἑνδεκάτῳ δὲ ἔτει τῆς πολιορκίας τήν τε Εἶραν ἐπέπρωτο ἁλῶναι καὶ ἀναστάτους γενέσθαι Μεσσηνίους, καὶ δή σφισιν ἐπετέλεσεν ὁ θεὸς Ἀριστομένει καὶ Θεόκλῳ χρησθέν τι.
包囲の十一回目の年に、アイラが占領され、メッセニア人が国を追われることが運命づけられていたが、そしてまさしく神は、彼らに、すなわちアリストメネスとテオクロスに告げられていたある神託を成就された。
τούτοις γὰρ ἐλθοῦσιν ἐς Δελφοὺς μετὰ τὴν ἐπὶ τῇ τάφρῳ πληγὴν καὶ ἐπερομένοις ὑπὲρ σωτηρίας τοσόνδε εἶπεν ἡ Πυθία·
というのも、大堀での敗北ののちにデルポイに赴き、救済について尋ねた彼らに対して、ピュティアは次のように言ったからである。
"
εὖτε τράγος πίνῃσι Νέδης ἑλικόρροον ὕδωρ,
οὐκέτι Μεσσήνην ῥύομαι·
"雄山羊がネダの曲がりくねって流れる水を飲むとき、私はもはやメッセネを守らない。
σχεδόθεν γὰρ ὄλεθρος. "
破滅が間近に迫っているからだ。
§4.20.2εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Λυκαίῳ· προελθὼν δὲ ὁ ποταμὸς διὰ τῆς Ἀρκάδων καὶ ἐπιστρέψας αὖθις ἐς τὴν Μεσσηνίαν ὁρίζει τὰ ἐπὶ θαλάσσῃ Μεσσηνίοις καὶ Ἠλείοις τὴν γῆν.
"ネダ川の源流はリュカイオン山にあり、この川はアルカディア人の土地を進み、再びメッセニアの方へと曲がって、海沿いの地域においてメッセニア人とエリス人の土地を画している。
τότε δὲ οἳ μὲν τοὺς αἶγας τοὺς ἄρρενας ἐδεδοίκεσαν μὴ πίνωσιν ἀπὸ τῆς Νέδας·
当時、彼らは雄山羊がネダ川から水を飲むのではないかと恐れていた。
τοῖς δὲ ἄρα ὁ δαίμων προεσήμαινε τοιόνδε.
しかし、神格が彼らにあらかじめ予示していたのは、実際には次のようなことであった。
τὸ δένδρον τὸν ἐρινεόν εἰσιν Ἑλλήνων οἳ καλοῦσιν ὀλύνθην, Μεσσήνιοι δὲ αὐτοὶ τράγον.
ギリシア人の中には野生のイチジクの木をオリンテと呼ぶ人々もいるが、メッセニア人自身はこれをトラゴスと呼んでいる。
τότε οὖν πρὸς τῇ Νέδᾳ πεφυκὼς ἐρινεὸς οὐκ ἐς εὐθὺ ηὔξητο, ἀλλὰ ἔς τε τὸ ῥεῦμα ἐπέστρεφε καὶ τοῦ ὕδατος ἄκροις τοῖς φύλλοις ἐπέψαυε.
それで当時、ネダ川のそばに生えていた野生のイチジクの木はまっすぐ上には伸びず、流れの方へと曲がって、葉の先端で水に触れていたのである。
§4.20.3θεασάμενος δὲ ὁ μάντις Θέοκλος συνεβάλετο ὡς τὸν τράγον τὸν πίνοντα ἐκ τῆς Νέδας προεῖπεν ἡ Πυθία τὸν ἐρινεὸν τοῦτον καὶ ὡς ἤδη Μεσσηνίοις ἥκει τὸ χρεών·
予言者テオクロスはこれを見て、ネダから水を飲む「雄山羊」とピュティアが予告したのは、この野生のイチジクの木のことだと察し、メッセニア人にとって運命の時がすでに到来したことを理解した。
καὶ ἐς μὲν τοὺς ἄλλους εἶχεν ἐν ἀπορρήτῳ, Ἀριστομένην δὲ πρός τε τὸν ἐρινεὸν ἤγαγε καὶ ἀνεδίδασκεν ὡς τῆς σωτηρίας ἐξήκοι σφίσιν ὁ χρόνος.
彼は他の人々に対してはこれを秘密にし、アリストメネスをその野生のイチジクの木のところへ連れて行き、彼らの救済の時間が尽きたことを教え諭した。
Ἀριστομένης δὲ ἔχειν οὕτω πείθεται καὶ ἀναβολὴν οὐκέτι εἶναί σφισι, προενοήσατο δὲ καὶ ἐκ τῶν παρόντων.
アリストメネスも事態がその通りであり、彼らにはもはや猶予がないことを信じ、現在の状況から、あらかじめ次のような対策を講じた。
§4.20.4καὶ ἦν γάρ τι ἐν ἀπορρήτῳ τοῖς Μεσσηνίοις, ἔμελλε δὲ ἀφανισθὲν ὑποβρύχιον τὴν Μεσσήνην κρύψειν τὸν πάντα αἰῶνα, φυλαχθὲν δὲ οἱ Λύκου τοῦ Πανδίονος χρησμοὶ Μεσσηνίους ἔλεγον χρόνῳ ποτὲ ἀνασώσεσθαι τὴν χώραν·
というのも、メッセニア人にはある秘密の品があり、それは地中に埋められて見えなくなれば、メッセネを永遠に守り続ける運命にあり、またそれが保管されていれば、パンディオノスの息子リュコスの神託によれば、メッセニア人はいつの日かその土地を取り戻すことになると言われていたからである。
τοῦτο δὴ ὁ Ἀριστομένης ἅτε ἐπιστάμενος τοὺς χρησμούς, ἐπεὶ νὺξ ἐγίνετο, ἐκόμιζε.
アリストメネスはこれらの神託をよく知っていたので、夜になると、このものを持って行った。
παραγενόμενος δὲ ἔνθα τῆς Ἰθώμης ἦν τὸ ἐρημότατον, κατώρυξεν ἐς Ἰθώμην τὸ ὄρος, καὶ Δία Ἰθώμην ἔχοντα καὶ θεοὺς οἳ Μεσσηνίους ἐς ἐκεῖνο ἔσωζον φύλακας μεῖναι τῆς παρακαταθήκης αἰτούμενος, μηδὲ ἐπὶ Λακεδαιμονίοις ποιῆσαι τὴν μόνην καθόδου Μεσσηνίοις ἐλπίδα.
そして、イトメ山の最も人里離れた場所にやってくると、それをイトメ山の中に埋め、イトメを領有するゼウスと、その時までメッセニア人たちを救ってきた神々に対して、この預けものの守護者であり続けてくれるよう懇願し、メッセニア人にとっての唯一の帰国の希望を、ラケダイモン人たちの手にお渡しにならないようにと求めた。
§4.20.5μετὰ δὲ τοῦτο τοῖς Μεσσηνίοις ἤρχετο, καθὸ καὶ Τρωσὶν ἔτι πρότερον, γίνεσθαι κακὰ ἀπὸ μοιχείας.
こののち、それより以前のトロイア人たちの場合と同様に、姦通によってメッセニア人たちにも災いが起こり始めた。
ἐπεκράτουν μὲν αὐτοὶ τοῦ τε ὄρους καὶ τοῦ πρὸς τὴν Εἶραν ἄχρι τῆς Νέδας, ἦσαν δὲ οἰκήσεις καὶ ἔξω πυλῶν ἐνίοις.
彼ら自身は山と、アイラに面したネダ川に至るまでの地域を支配していたが、一部の者たちにとっては、城門の外にも住居があった。
αὐτόμολος δὲ ἐς αὐτοὺς ἐκ τῆς Λακωνικῆς ἄλλος μὲν ἀφίκετο οὐδείς, οἰκέτης δὲ Ἐμπεράμου βουκόλος ἐλαύνων τοῦ δεσπότου τὰς βοῦς·
ラコニカから彼らのもとへやってきた亡命者は、他には誰もいなかったが、エンペラモスの奴隷である牛飼いが、主人の牛を追いながらやってきた。
ὁ δὲ Ἐμπέραμος ἦν ἀνὴρ ἐν Σπάρτῃ δόκιμος.
このエンペラモスは、スパルタで重きをなす男であった。