Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.20.1-4.20.5

毁灭的神谕与阿里斯托梅内斯的密藏

第 161 段,共 465 段 · 希腊语

内容简介

在围城第十一年,随着神谕预示美塞尼亚的毁灭,阿里斯托梅内斯将保存归国希望的秘密之物埋藏在伊托梅山。此后,一名斯巴达奴隶逃亡至美塞尼亚。

§4.20.1ἑνδεκάτῳ δὲ ἔτει τῆς πολιορκίας τήν τε Εἶραν ἐπέπρωτο ἁλῶναι καὶ ἀναστάτους γενέσθαι Μεσσηνίους, καὶ δή σφισιν ἐπετέλεσεν ὁ θεὸς Ἀριστομένει καὶ Θεόκλῳ χρησθέν τι.
在围城的第十一年,艾拉注定要被攻陷,美塞尼亚人注定要背井离乡,而神确实为他们,即阿里斯托梅内斯和帖奥克洛斯,履行了先前向他们昭示的某一神谕。
τούτοις γὰρ ἐλθοῦσιν ἐς Δελφοὺς μετὰ τὴν ἐπὶ τῇ τάφρῳ πληγὴν καὶ ἐπερομένοις ὑπὲρ σωτηρίας τοσόνδε εἶπεν ἡ Πυθία· " εὖτε τράγος πίνῃσι Νέδης ἑλικόρροον ὕδωρ, οὐκέτι Μεσσήνην ῥύομαι· σχεδόθεν γὰρ ὄλεθρος. "
因为当他们在“大壕沟”战败后前往德尔斐,询问救赎之道时,皮提娅对他们这样说: "当公羊饮用内达河蜿蜒流淌之水时,我将不再庇护美塞尼亚;因为毁灭已在眼前。
§4.20.2εἰσὶ δὲ αἱ πηγαὶ τῆς Νέδας ἐν ὄρει τῷ Λυκαίῳ· προελθὼν δὲ ὁ ποταμὸς διὰ τῆς Ἀρκάδων καὶ ἐπιστρέψας αὖθις ἐς τὴν Μεσσηνίαν ὁρίζει τὰ ἐπὶ θαλάσσῃ Μεσσηνίοις καὶ Ἠλείοις τὴν γῆν.
"内达河的源头在吕凯翁山;这条河流经阿卡迪亚人的土地,再次折回美塞尼亚,在沿海一带划分了美塞尼亚人和伊利斯人的土地。
τότε δὲ οἳ μὲν τοὺς αἶγας τοὺς ἄρρενας ἐδεδοίκεσαν μὴ πίνωσιν ἀπὸ τῆς Νέδας· τοῖς δὲ ἄρα ὁ δαίμων προεσήμαινε τοιόνδε.
当时,他们害怕公羊会去喝内达河的水;然而,神明实际上向他们预示的却是如下的事情。
τὸ δένδρον τὸν ἐρινεόν εἰσιν Ἑλλήνων οἳ καλοῦσιν ὀλύνθην, Μεσσήνιοι δὲ αὐτοὶ τράγον.
希腊人中有人将野无花果树称为olynthe,而美塞尼亚人自己则称其为tragos。
τότε οὖν πρὸς τῇ Νέδᾳ πεφυκὼς ἐρινεὸς οὐκ ἐς εὐθὺ ηὔξητο, ἀλλὰ ἔς τε τὸ ῥεῦμα ἐπέστρεφε καὶ τοῦ ὕδατος ἄκροις τοῖς φύλλοις ἐπέψαυε.
当时,长在内达河畔的一棵野无花果树并没有笔直向上生长,而是向着溪流弯曲,叶子的顶端触碰到了水面。
§4.20.3θεασάμενος δὲ ὁ μάντις Θέοκλος συνεβάλετο ὡς τὸν τράγον τὸν πίνοντα ἐκ τῆς Νέδας προεῖπεν ἡ Πυθία τὸν ἐρινεὸν τοῦτον καὶ ὡς ἤδη Μεσσηνίοις ἥκει τὸ χρεών· καὶ ἐς μὲν τοὺς ἄλλους εἶχεν ἐν ἀπορρήτῳ, Ἀριστομένην δὲ πρός τε τὸν ἐρινεὸν ἤγαγε καὶ ἀνεδίδασκεν ὡς τῆς σωτηρίας ἐξήκοι σφίσιν ὁ χρόνος.
预言家帖奥克洛斯看到这一幕,便领会到皮提娅所预言的“在内达河饮水的公羊”正是指这棵野无花果树,且美塞尼亚人命定的时刻已经到来;他向其他人保密,却把阿里斯托梅内斯领到这棵野无花果树前,向他说明他们获救的期限已经届满。
Ἀριστομένης δὲ ἔχειν οὕτω πείθεται καὶ ἀναβολὴν οὐκέτι εἶναί σφισι, προενοήσατο δὲ καὶ ἐκ τῶν παρόντων.
阿里斯托梅内斯也深信事实确是如此,他们已无退路,于是根据现状预先作了准备。
§4.20.4καὶ ἦν γάρ τι ἐν ἀπορρήτῳ τοῖς Μεσσηνίοις, ἔμελλε δὲ ἀφανισθὲν ὑποβρύχιον τὴν Μεσσήνην κρύψειν τὸν πάντα αἰῶνα, φυλαχθὲν δὲ οἱ Λύκου τοῦ Πανδίονος χρησμοὶ Μεσσηνίους ἔλεγον χρόνῳ ποτὲ ἀνασώσεσθαι τὴν χώραν·
因为美塞尼亚人拥有一件秘密之物,若将其深埋地下、不露行迹,它注定会永远护佑美塞尼亚的安全;而若其得以保存,根据潘迪翁之子吕科斯的神谕,美塞尼亚人终有一天会收复领土。
τοῦτο δὴ ὁ Ἀριστομένης ἅτε ἐπιστάμενος τοὺς χρησμούς, ἐπεὶ νὺξ ἐγίνετο, ἐκόμιζε.
阿里斯托梅内斯由于深知这些神谕,当夜幕降临时,他便带走了这个东西。
παραγενόμενος δὲ ἔνθα τῆς Ἰθώμης ἦν τὸ ἐρημότατον, κατώρυξεν ἐς Ἰθώμην τὸ ὄρος, καὶ Δία Ἰθώμην ἔχοντα καὶ θεοὺς οἳ Μεσσηνίους ἐς ἐκεῖνο ἔσωζον φύλακας μεῖναι τῆς παρακαταθήκης αἰτούμενος, μηδὲ ἐπὶ Λακεδαιμονίοις ποιῆσαι τὴν μόνην καθόδου Μεσσηνίοις ἐλπίδα.
他来到伊托梅山最荒凉的地方,将其埋入伊托梅山中,祈求占领伊托梅的宙斯以及直到那时还在拯救美塞尼亚人的众神保佑他们成为这件寄托物的守护者,且切勿将美塞尼亚人重返家园的唯一希望落入拉刻代蒙人手中。
§4.20.5μετὰ δὲ τοῦτο τοῖς Μεσσηνίοις ἤρχετο, καθὸ καὶ Τρωσὶν ἔτι πρότερον, γίνεσθαι κακὰ ἀπὸ μοιχείας.
在此之后,正如更早之前的特洛伊人那样,因通奸而引起的灾祸也开始降临到美塞尼亚人头上。
ἐπεκράτουν μὲν αὐτοὶ τοῦ τε ὄρους καὶ τοῦ πρὸς τὴν Εἶραν ἄχρι τῆς Νέδας, ἦσαν δὲ οἰκήσεις καὶ ἔξω πυλῶν ἐνίοις.
他们自己控制着那座山以及朝向艾拉、直至内达河的地区,但对某些人来说,在城门外也有住所。
αὐτόμολος δὲ ἐς αὐτοὺς ἐκ τῆς Λακωνικῆς ἄλλος μὲν ἀφίκετο οὐδείς, οἰκέτης δὲ Ἐμπεράμου βουκόλος ἐλαύνων τοῦ δεσπότου τὰς βοῦς· ὁ δὲ Ἐμπέραμος ἦν ἀνὴρ ἐν Σπάρτῃ δόκιμος.
没有其他来自拉科尼亚的逃兵来到他们那里,只有一个恩佩拉莫斯的奴隶——一个赶着主人的牛群的牧牛人;而恩佩拉莫斯在斯巴达是一位德高望重的人物。

词汇与语法注释

  1. §4.20.1πίνῃσι — 虚拟式现在时第三人称单数 πίνῃ 的荷马式(伊奥尼亚方言式)古雅诗体形式(-ῃσι)。用于神谕的六音步诗句中。
  2. §4.20.4ἔμελλε δὲ ἀφανισθὲν ὑποβρύχιον τὴν Μεσσήνην κρύψειν τὸν πάντα αἰῶνα — 这里的 ἔμελλε 的主语并非无人称,而是前句中的中性单数代词 τι(某个秘密之物)。它被中性单数被动分词 ἀφανισθὲν 和用作副词的形容词 ὑποβρύχιον 所修饰。将来时主动不定式 κρύψειν(源自 κρύπτω,意为“使隐藏/保持安全”)以 τὴν Μεσσήνην 作为直接宾语。
  3. §4.20.4ἐπὶ Λακεδαιμονίοις ποιῆσαι — 由前文的分词 αἰτούμενος(祈求)所引导的不定式(用于表达请求或祈愿)之一。介词 ἐπί 加上与格表示“在……的支配下、在……的手中”,整句意为“将(归国希望)置于拉刻代蒙人的掌控之下(或向其妥协)”。

引用这一段

保萨尼亚斯, 希腊志 §4.20.1-4.20.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.20.1-4.20.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。