§4.2.1πυθέσθαι δὲ σπουδῇ πάνυ ἐθελήσας, οἵ τινες παῖδες Πολυκάονι ἐγένοντο ἐκ Μεσσήνης, ἐπελεξάμην τάς τε Ἠοίας καλουμένας καὶ τὰ ἔπη τὰ Ναυπάκτια, πρὸς δὲ αὐτοῖς ὁπόσα Κιναίθων καὶ Ἄσιος ἐγενεαλόγησαν.
由于我非常急切地想知道波吕卡翁与美塞涅生了哪些孩子,于是阅读了被称为《名妇传》的诗歌和《纳乌帕克提亚》,此外还阅读了克奈松和阿西奥斯所作的所有世系谱。
οὐ μὴν ἔς γε ταῦτα ἦν σφισιν οὐδὲν πεποιημένον, ἀλλὰ Ὕλλου μὲν τοῦ Ἡρακλέους θυγατρὶ Εὐαίχμῃ συνοικῆσαι Πολυκάονα υἱὸν Βούτου λεγούσας τὰς μεγάλας οἶδα Ἠοίας, τὰ δὲ ἐς τὸν Μεσσήνης ἄνδρα καὶ τὰ ἐς αὐτὴν Μεσσήνην παρεῖταί σφισι.
然而,在这些作品中,他们并没有写下关于这些事的任何内容,尽管我知道大《名妇传》中提到,布特斯之子波吕卡翁与赫拉克勒斯之子许罗斯之女欧艾克梅结婚,但关于美塞涅的丈夫以及美塞涅本人的事,却被他们省略了。
§4.2.2χρόνῳ δὲ ὕστερον, ὡς ἦν τῶν Πολυκάονος οὐδεὶς ἔτι ἀπογόνων, ἐς γενεὰς πέντε ἐμοὶ δοκεῖν προελθόντων καὶ οὐ πλέονας, Περιήρην τὸν Αἰόλου βασιλέα ἐπάγονται.
其后,由于波吕卡翁已无任何后嗣留下(依我之见,已过去了大约五代,而没有更多),他们便迎立风神埃奥洛斯之子佩里埃雷斯为王。
παρὰ τοῦτον ἀφίκετο, ὡς οἱ Μεσσήνιοί φασι, Μελανεύς, τοξεύειν ἀνὴρ ἀγαθὸς καὶ διὰ τοῦτο Ἀπόλλωνος εἶναι νομιζόμενος· καί οἱ τῆς χώρας τὸ Καρνάσιον, τότε δὲ Οἰχαλίαν κληθεῖσαν, ἀπένειμεν ὁ Περιήρης ἐνοικῆσαι· γενέσθαι δὲ ὄνομα Οἰχαλίαν τῇ πόλει φασὶν ἀπὸ τοῦ Μελανέως τῆς γυναικός.
据美塞尼亚人所说,来到这位王那里的,是擅长射箭、因此被认为是阿波罗之子的梅拉纽斯;佩里埃雷斯将该国的一片名为卡尔纳西翁(当时被称为俄哈利亚)的地方分给他居住;他们说,该城被命名为“俄哈利亚”是源自梅拉纽斯的妻子。
§4.2.3Θεσσαλοὶ δὲ καὶ Εὐβοεῖς, ἥκει γὰρ δὴ ἐς ἀμφισβήτησιν τῶν ἐν τῇ Ἑλλάδι τὰ πλείω, λέγουσιν οἱ μὲν ὡς τὸ Εὐρύτιον—χωρίον δὲ ἔρημον ἐφʼ ἡμῶν ἐστι τὸ Εὐρύτιον—πόλις τὸ ἀρχαῖον ἦν καὶ ἐκαλεῖτο Οἰχαλία, τῷ δὲ Εὐβοέων λόγῳ Κρεώφυλος ἐν Ἡρακλείᾳ πεποίηκεν ὁμολογοῦντα· Ἑκαταῖος δὲ ὁ Μιλήσιος ἐν Σκίῳ μοίρᾳ τῆς Ἐρετρικῆς ἔγραψεν εἶναι Οἰχαλίαν.
但帖撒利人和优波亚人——因为希腊的大多数事情都存在争议——前者说埃夫里蒂翁(在我们的时代这是一个荒凉的地方)在古代是一个城市并被称为俄哈利亚,而克雷奥菲洛斯在其《赫拉克勒斯传》中的创作与优波亚人的说法一致;米利都的赫卡泰乌斯则写道,俄哈利亚在埃雷特里亚领地内的斯基乌斯地区。
ἀλλὰ γὰρ οἱ Μεσσήνιοι τά τε ἄλλα δοκοῦσί μοι μᾶλλον εἰκότα ἐκείνων λέγειν καὶ οὐχ ἥκιστα τῶν ὀστῶν ἕνεκα τῶν Εὐρύτου, ἃ δὴ καὶ ἐν τοῖς ἔπειτά που ὁ λόγος ἐπέξεισί μοι.
然而,在我看来,美塞尼亚人的说法在各方面都比那些人的说法更为合理,尤其由于埃夫里托斯的骨骸,对于这具骨骸,我此后的叙述在某处将会予以详述。
§4.2.4Περιήρει δὲ ἐγεγόνεσαν ἐκ Γοργοφόνης τῆς Περσέως Ἀφαρεὺς καὶ Λεύκιππος, καὶ ὡς ἀπέθανε Περιήρης, ἔσχον οὗτοι τὴν Μεσσηνίων ἀρχήν· κυριώτερος δὲ ἔτι Ἀφαρεὺς ἦν.
佩里埃雷斯与珀耳修斯之女戈耳戈福涅生了阿法柔斯和留基波斯,当佩里埃雷斯去世后,他们掌握了美塞尼亚人的统治权;但阿法柔斯拥有更大的权力。
οὗτος βασιλεύσας πόλιν ᾤκισεν Ἀρήνην ἀπὸ τῆς Οἰβάλου θυγατρός, αὑτοῦ δὲ γυναικὸς τῆς αὐτῆς καὶ ἀδελφῆς ὁμομητρίας· καὶ γὰρ Οἰβάλῳ συνῴκησε Γοργοφόνη, καί μοι δὶς ἤδη τὰ ἐς αὐτὴν ὁ λόγος ἔν τε τῇ Ἀργολίδι ἐδήλωσε καὶ ἐν τῇ Λακωνικῇ συγγραφῇ.
他成为王之后,建起了一座城市,根据奥伊巴罗斯之女的名字命名为阿雷内,此女既是他的妻子,又是他的同母异父姐妹;因为戈耳戈福涅也曾嫁给奥伊巴罗斯,关于她的事情,我的叙述在关于阿耳戈利斯和拉科尼亚的记载中已经两度说明过了。
§4.2.5ὁ δʼ οὖν Ἀφαρεὺς πόλιν τε ἔκτισεν ἐν τῇ Μεσσηνίᾳ τὴν Ἀρήνην καὶ Νηλέα τὸν Κρηθέως τοῦ Αἰόλου, Ποσειδῶνος δὲ ἐπίκλησιν, ἀνεψιὸν ὄντα αὐτῷ, φεύγοντα ἐξ Ἰωλκοῦ Πελίαν ἐδέξατο οἴκῳ καὶ τῆς γῆς οἱ ἔδωκε τὰ ἐπὶ θαλάσσῃ, ἐν οἷς ἄλλαι τε ἦσαν πόλεις καὶ ἡ Πύλος, ἔνθα καὶ ᾤκησε καὶ τὸ βασίλειον κατεστήσατο ὁ Νηλεύς.
总之,阿法柔斯在美塞尼亚建立了阿雷内城,并在其因逃避佩利亚斯而从约尔科斯逃亡时,将他的表兄弟、克雷修斯之子(克雷修斯为埃奥洛斯之子,名义上为波塞冬之子)涅琉斯接纳到家中,并将该国沿海地区分给了他,在这些地区中有其他的城市和皮洛斯,涅琉斯便在那里居住并建立了自己的宫殿。
§4.2.6ἀφίκετο δὲ ἐς τὴν Ἀρήνην καὶ Λύκος ὁ Πανδίονος, ὅτε καὶ αὐτὸς τὸν ἀδελφὸν Αἰγέα ἐξ Ἀθηνῶν ἔφευγε· καὶ τὰ ὄργια ἐπέδειξε τῶν Μεγάλων θεῶν Ἀφαρεῖ καὶ τοῖς παισὶ καὶ τῇ γυναικὶ Ἀρήνῃ· ταῦτα δέ σφισιν ἐπεδείκνυτο ἀγαγὼν ἐς τὴν Ἀνδανίαν, ὅτι καὶ τὴν Μεσσήνην ὁ Καύκων ἐμύησεν ἐνταῦθα.
潘迪翁之子吕科斯也来到了阿雷内,当时他自己也因逃避兄弟埃勾斯而从雅典逃亡;他向阿法柔斯、其子以及妻子阿雷内传授了伟大诸神的秘仪;他是将他们带到安达尼亚去向他们传授这些仪式的,因为卡乌孔也是在此地引导美塞涅入社的。
§4.2.7Ἀφαρεῖ δὲ τῶν παίδων πρεσβύτερος μὲν καὶ ἀνδρειότερος Ἴδας, νεώτερος δὲ ἦν Λυγκεύς, ὃν ἔφη Πίνδαρος—ὅτῳ πιστὰ—οὕτως ὀξὺ ὁρᾶν ὡς καὶ διὰ στελέχους θεᾶσθαι δρυός.
在阿法柔斯的子嗣中,年长且更勇敢的是伊达斯,较年轻的是林叩斯,品达说他(对于对此深信不疑的人而言)目光极其敏锐,甚至能透过橡树的树干看清东西。
Λυγκέως μὲν δὴ παῖδα οὐκ ἴσμεν γενόμενον, Ἴδα δὲ Κλεοπάτραν θυγατέρα ἐκ Μαρπήσσης, ἣ Μελεάγρῳ συνῴκησεν.
我们不知道林叩斯曾有子嗣诞生,但伊达斯与马耳佩萨生了女儿克利奥帕特拉,她嫁给了梅勒阿格罗斯。
ὁ δὲ τὰ ἔπη ποιήσας τὰ Κύπρια Πρωτεσιλάου φησίν, ὃς ὅτε κατὰ τὴν Τρῳάδα ἔσχον Ἕλληνες ἀποβῆναι πρῶτος ἐτόλμησε, Πρωτεσιλάου τούτου τὴν γυναῖκα Πολυδώραν μὲν τὸ ὄνομα, θυγατέρα δὲ Μελεάγρου φησὶν εἶναι τοῦ Οἰνέως.
而创作叙事诗《塞浦路斯领纪》的作者则说,当希腊人抵达特洛伊地区时,首位敢于登岸的普罗特西拉乌斯,这位普罗特西拉乌斯的妻子的名字是波吕多拉,且她是奥伊纽斯之子梅勒阿格罗斯之女。
εἰ τοίνυν ἐστὶν ἀληθές, αἱ γυναῖκες αὗται τρεῖς οὖσαι τὸν ἀριθμὸν ἀπὸ Μαρπήσσης ἀρξάμεναι προαποθανοῦσι πᾶσαι τοῖς ἀνδράσιν ἑαυτὰς ἐπικατέσφαξαν.
如果这是真的,那么这些女性共有三人,从马耳佩萨开始,在丈夫先死后,全都自刎随之殉情。