§4.16.1ὡς δὲ ἀμφοτέροις προεθύσαντο οἱ μάντεις, Λακεδαιμονίοις μὲν Ἕκας ἀπόγονός τε καὶ ὁμώνυμος Ἕκα τοῦ σὺν τοῖς Ἀριστοδήμου παισὶν ἐλθόντος ἐς Σπάρτην, τοῖς δὲ Μεσσηνίοις Θέοκλος—ἐγεγόνει δὲ ὁ Θέοκλος οὗτος ἀπὸ Εὐμάντιδος, Εὔμαντιν δὲ ὄντα Ἠλεῖον τῶν Ἰαμιδῶν Κρεσφόντης ἐπηγάγετο ἐς Μεσσήνην—τότε δὲ παρόντων καὶ τῶν μάντεων σὺν φρονήματι ἀμφότεροι μᾶλλον ἠπείγοντο ἐς τὴν μάχην.
当预言者们为双方行过祭前礼时——为拉刻代蒙人祭祀的是阿里斯托德摩斯子孙在建国时同赴斯巴达的赫卡斯的后代兼同名者赫卡斯,而为美塞尼亚人祭祀的是帖奥克洛斯(这位帖奥克洛斯是埃乌曼提斯的后代,而埃乌曼提斯是伊阿米代家族的伊利斯人,曾被克雷斯丰特斯招至美塞尼亚)——此时由于预言者们亦斗志昂扬地在场,双方更加急切地投入战斗。
§4.16.2καὶ ἦν μὲν καὶ τὰ τῶν ἄλλων πρόθυμα, ὡς ἡλικίας ἕκαστος εἶχεν ἢ ῥώμης, μάλιστα δὲ Ἀνάξανδρός τε ὁ τῶν Λακεδαιμονίων βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τῶν Σπαρτιατῶν· παρὰ Μεσσηνίων δὲ οἱ Ἀνδροκλέους ἀπόγονοι Φίντας καὶ Ἀνδροκλῆς καὶ οἱ συντεταγμένοι σφίσιν ἐπειρῶντο ἄνδρες ἀγαθοὶ γίνεσθαι.
其他人的斗志也随其年龄与体力而高涨,尤其是拉刻代蒙人的国王阿纳克桑德罗斯以及他身边的斯巴达人;在美塞尼亚人方面,安德罗克勒斯的后代芬塔斯与安德罗克勒斯,以及与他们并肩作战的人,都力图表现得像勇敢的战士。
Τυρταῖος δὲ καὶ οἱ τῶν θεῶν ἱεροφάνται τῶν Μεγάλων ἔργου μὲν ἥπτοντο οὐδενός, τοὺς τελευταίους δὲ τῆς ἑαυτῶν ἑκάτεροι στρατιᾶς ἐπήγειρον.
提尔泰奥斯与伟大女神的秘仪祭司们没有参与任何实际战斗,而是各自在己方队伍的最后方鼓舞士气。
§4.16.3κατὰ δὲ αὐτὸν Ἀριστομένην εἶχεν οὕτω.
至于阿里斯托梅内斯本人,情况则是这样的。
λογάδες περὶ αὐτὸν ὀγδοήκοντα ἦσαν Μεσσηνίων, ἡλικίαν τε γεγονότες ἐκείνῳ τὴν αὐτὴν καὶ ἕκαστος προτετιμῆσθαι μεγάλως νομίζων ὅτι ἠξίωτο Ἀριστομένει συντετάχθαι· ἦσαν δὲ καὶ αἰσθέσθαι διʼ ὀλίγου δεινοὶ τά τε παρʼ ἀλλήλων καὶ μάλιστα ἐκείνου καὶ ἀρχομένου τι δρᾶν καὶ ἔτι μέλλοντος.
他身边有八十名精选的美塞尼亚青年,他们与他同龄,每个人都因为被认为配与阿里斯托梅内斯并肩作战而深感荣耀;他们也能在极短时间内互相领会意图,尤其是当阿里斯托梅内斯刚开始行动或还在计划时。
οὗτοι μὲν πρῶτον καὶ αὐτοὶ καὶ Ἀριστομένης πόνον εἶχον πολὺν κατʼ Ἀνάξανδρον καὶ τῶν Λακεδαιμονίων τεταγμένοι τοὺς ἀρίστους· λαμβάνοντες δὲ τραύματα ἀφειδῶς καὶ ἐς πᾶν προϊόντες ἀπονοίας τῷ τε χρόνῳ καὶ τοῖς τολμήμασιν ἐτρέψαντο τοὺς περὶ Ἀνάξανδρον.
这些人首先与阿里斯托梅内斯本人一起,在与阿纳克桑德罗斯及精锐斯巴达人对阵的战线上艰苦奋战;他们毫不吝惜地承受着伤痛,甚至陷入了完全拼死的境地,终于随着时间推移并凭借英勇的举动击溃了阿纳克桑德罗斯身边的人。
§4.16.4τούτοις μὲν δὴ φεύγουσι διώκειν ἐπέταξεν ὁ Ἀριστομένης ἕτερον τῶν Μεσσηνίων λόχον· αὐτὸς δὲ ὁρμήσας πρὸς τὸ μάλιστα ἀνθεστηκός, ὡς ἐβιάσατο καὶ τούτους, ἐπʼ ἄλλους ἐτράπετο αὖθις.
阿里斯托梅内斯命令另一支美塞尼亚分队去追击这些逃跑的敌人;他自己则冲向抵抗最激烈的地方,当他也迫使这些人屈服后,又转身冲向其他敌人。
ταχὺ δὲ καὶ τούτους ὠσάμενος ἑτοιμότερον ἤδη πρὸς τοὺς ὑπομένοντας ἐπεφέρετο, ἐς ὃ πᾶσαν τῶν Λακεδαιμονίων τὴν τάξιν καὶ αὐτῶν καὶ τῶν συμμάχων συνέχεε· καὶ οὐχὶ σὺν αἰδοῖ φευγόντων οὐδὲ ἀναμένειν θελόντων ἔτι ἀλλήλους, ἐπέκειτό σφισι φοβερώτερος ἢ κατὰ ἀνδρὸς ἑνὸς εἶναι μανίαν.
在迅速将这些人也击退之后,他便更加轻松地向那些仍在坚守的人发起冲击,直到把拉刻代蒙人及其盟友的整个阵线彻底搅乱;当敌人丢弃羞耻心四处奔逃,甚至不再愿意互相等待时,他紧追不舍,其凶猛程度远非单人狂怒所能及。
§4.16.5ἔνθα δὴ καὶ παρʼ ἀχράδα πεφυκυῖάν που τοῦ πεδίου, παρὰ ταύτην Ἀριστομένην οὐκ εἴα παραθεῖν ὁ μάντις Θέοκλος· καθέζεσθαι γὰρ τοὺς Διοσκούρους ἔφασκεν ἐπὶ τῇ ἀχράδι.
就在那时,在平原上某处生长的一棵野梨树旁,预言者帖奥克洛斯不允许阿里斯托梅内斯从其旁边跑过去;因为他说双子神正坐在那棵梨树上。
Ἀριστομένης δὲ εἴκων τῷ θυμῷ καὶ οὐκ ἀκροώμενος τὰ πάντα τοῦ μάντεως ὡς κατὰ τὴν ἀχράδα ἐγίνετο, ἀπόλλυσι τὴν ἀσπίδα, Λακεδαιμονίοις τε τὸ ἁμάρτημα τοῦ Ἀριστομένους παρέσχεν αὐτῶν ἀποσωθῆναί τινας ἐκ τῆς φυγῆς· διέτριψε γὰρ τὴν ἀσπίδα ἀνευρεῖν πειρώμενος.
但阿里斯托梅内斯为激情所驱使,没有完全听从预言者的话,在经过梨树旁时,遗失了他的盾牌。 阿里斯托梅内斯的这一失误,给逃跑中的拉刻代蒙人提供了一部分人得以生还的机会,因为他为了寻找盾牌耽误了时间。
§4.16.6Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾄδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων.
在遭受这次打击后,拉刻代蒙人意志消沉,甚至企图结束战争,提尔泰奥斯便通过吟唱哀歌改变了他们的心意,并从黑劳士中招募人员补充进死者留下的空缺。
Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον
"
ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τʼ ὄρος ἄκρον
εἵπετʼ Ἀριστομένης τοῖς Λακεδαιμονίοις.
而当阿里斯托梅内斯回到安丹尼亚时,妇女们将缎带和时令鲜花洒在他身上,并唱起了一首至今仍在传唱的歌: “无论是在斯特纽克勒罗斯平原的中央,还是在山顶,阿里斯托梅内斯都紧追着拉刻代蒙人。
"
ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς
” 他也找回了那面盾牌。
§4.16.7ἀφικόμενος καὶ ὥς οἱ προσέταξεν ἡ Πυθία καταβὰς ἐς τὸ ἄδυτον ἱερὸν τοῦ Τροφωνίου τὸ ἐν Λεβαδείᾳ.
他前往德尔斐,并按照皮提亚给他的指示,前往莱巴得亚,下到特罗丰尼乌斯的地下圣所。
ὕστερον δὲ τὴν ἀσπίδα ἀνέθηκεν ἐς Λεβάδειαν φέρων, ᾗ δὴ καὶ αὐτὸς εἶδον ἀνακειμένην· ἐπίθημα δέ ἐστιν αὐτῆς ἀετὸς τὰ πτερὰ ἑκατέρωθεν ἐκτετακὼς ἐς ἄκραν τὴν ἴτυν.
后来他将盾牌带往莱巴得亚奉纳,我本人也确实在那里见到了奉纳的盾牌;它的盾徽是一只双翼向两侧展开直至盾边缘的鹰。
τότε δὲ Ἀριστομένης ὡς ἐπανῆκεν ἐκ Βοιωτίας εὑρών τε παρὰ τῷ Τροφωνίῳ καὶ κομισάμενος τὴν ἀσπίδα, αὐτίκα ἔργων μειζόνων ἥπτετο.
当时阿里斯托梅内斯从波奥蒂亚返回,他在特罗丰尼乌斯处找到并带回了盾牌,随即便立刻着手更大的事业。
§4.16.8συλλέξας δὲ ἄλλους τε τῶν Μεσσηνίων καὶ τοὺς περὶ ἑαυτὸν ἅμα ἔχων λογάδας, φυλάξας τὰ μετὰ ἑσπέραν ἦλθεν ἐπὶ πόλιν τῆς Λακωνικῆς, τὸ μὲν ἀρχαῖον ὄνομα καὶ ἐν Ὁμήρου καταλόγῳ Φᾶριν, ὑπὸ δὲ τῶν Σπαρτιατῶν καὶ προσοίκων καλουμένην Φαράς· ἐπὶ ταύτην ἀφικόμενος τούς τε πειρωμένους ἀμύνεσθαι διέφθειρε καὶ λείαν περιβαλλόμενος ἀπήλαυνεν ἐς τὴν Μεσσήνην.
他聚集了其他美塞尼亚人,并带着身边的精选战士,待到黄昏之后,袭击了拉科尼亚的一座城镇,该城镇在荷马史诗的目录中名为法里斯,但被斯巴达人及其邻人称为法莱;他到达这里后,消灭了企图抵抗的人,并带着掠夺的战利品撤回美塞尼亚。
Λακεδαιμονίων δὲ ὁπλιτῶν καὶ Ἀναξάνδρου τοῦ βασιλέως ἐπιθεμένων καθʼ ὁδόν, ἐτρέψατό τε καὶ τούτους καὶ διώκειν τὸν Ἀνάξανδρον ὥρμητο· βληθεὶς δὲ ἀκοντίῳ τὸν γλουτὸν τὴν δίωξιν ἐπέσχεν, οὐ μέντοι τὴν λείαν γε ἣν ἤλαυνεν ἀφῃρέθη.
在途中,当拉刻代蒙人重装步兵和国王阿纳克桑德罗斯向他们发起袭击时,他也击溃了他们,并准备追击阿纳克桑德罗斯;但他的臀部被标枪刺中,因而停止了追击,然而他驱赶的战利品并未被夺走。
§4.16.9διαλιπὼν δὲ ὅσον ἀκεσθῆναι τὸ τραῦμα, ἐς μὲν αὐτὴν Σπάρτην ἔξοδον ποιούμενος νύκτωρ ἀπετράπετο ὑπὸ φασμάτων Ἑλένης καὶ Διοσκούρων, τὰς δʼ ἐν Καρύαις παρθένους χορευούσας τῇ Ἀρτέμιδι. ἐλόχησε μεθʼ ἡμέραν καὶ συνέλαβεν ὅσαι χρήμασιν αὐτῶν καὶ ἀξιώματι πατέρων προεῖχον·
待伤口稍微痊愈后,他企图夜袭斯巴达本身,但被海伦和双子神的幻影劝阻;然而他在白天设伏,抓获了在卡里亚为阿耳忒弥斯跳舞的少女,这些少女在财富和父亲的声望上都是最出众的。
ἀγαγὼν δὲ ἐς κώμην τῆς Μεσσηνίας τὴν νύκτα ἀνεπαύετο, ἀνδράσι τῶν ἐκ τοῦ λόχου τὴν φρουρὰν ἐπιτρέψας τῶν παρθένων.
他将她们带到美塞尼亚的一个村庄休息过夜,将看守少女的任务交给了他分队里的部下。
§4.16.10ἐνταῦθα ὑπὸ μέθης οἱ νεανίσκοι δοκεῖν ἐμοὶ καὶ ἄλλως ἀκρατῶς ἔχοντες λογισμοῦ πρὸς βίαν ἐτρέποντο τῶν παρθένων, Ἀριστομένους δὲ ἀπείργοντος οὐ νομιζόμενα Ἕλλησι δρῶντας οὐδένα ἐποιοῦντο λόγον, ὥστε ἠναγκάσθη καὶ ἀποκτεῖναι τοὺς παροινοῦντας μάλιστα ἐξ αὐτῶν.
在那里,青年们因醉酒——在我看来,他们也因其他原因而失去了理智——企图强暴这些少女;但当阿里斯托梅内斯出面制止他们做出违背希腊人习俗的行为时,他们却不予理睬,以至于他不得不杀掉了其中醉酒闹得最凶的人。
τὰς δὲ αἰχμαλώτους λαβὼν ἀπέλυσε χρημάτων πολλῶν, παρθένους ὥσπερ γε καὶ εἷλεν.
随后他带着俘虏,在获得大笔赎金后将她们释放,释放时她们仍和被捕时一样是清白之身。