§4.11.1πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου βασιλείας μελλόντων ἐκ προρρήσεως συμβολὴν ποιήσεσθαι—τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν—οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν Κορίνθιοι Πελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείων καὶ Σικυωνίων λογάδες.
アリストデモスの王位の五年目に、あらかじめの取り決めに基づいて彼らが会戦を行おうとしていた時――というのも、彼らは戦争の長期化と費用に疲れ果てていたからである――このように、双方に同盟者たちも馳せ参じた。 ラケダイモン人側には、ペロポネソス人の中ではコリントス人だけが、メッセニア人側には、アルカディア人が全軍で、またアルゴス人とシキュオン人の選り抜きの兵たちが加わった。
Λακεδαιμόνιοι μὲν οὖν Κορινθίοις καὶ τοῖς εἵλωσι καὶ ὅσοι περίοικοι συνεστρατεύοντο τὸ μέσον ἐπιτρέψαντες, ἐπὶ τοῖς κέρασιν αὐτοί τε καὶ οἱ βασιλεῖς ἐτάσσοντο βαθείᾳ τε ὡς οὔπω πρότερον καὶ πυκνῇ τῇ φάλαγγι.
そこでラケダイモン人たちは、コリントス人とヘイロタイ、および共に遠征していたペリオイコイの全員に中央の陣を委ね、彼ら自身と王たちは、かつてないほど深く濃密なファランクスを組んで、両翼に配置された。
§4.11.2τῷ δὲ Ἀριστοδήμῳ καὶ τοῖς περὶ αὐτὸν διετάχθη τὰ ἐς τὴν μάχην οὕτως.
アリストデモスと彼の周囲の者たちにとっては、戦いに備える陣立てが次のように整えられた。
ὅσοι τῶν Ἀρκάδων ἢ τῶν Μεσσηνίων τὰ μὲν σώματα ἦσαν ἐρρωμένοι καὶ ἀγαθοὶ τὰς ψυχάς, ὅπλα δὲ οὐκ εἶχον ἰσχυρά, τούτοις τῶν ὅπλων τὰ χρησιμώτατα ἐπέλεξε, καὶ ὡς τὸ ἔργον ἤπειγεν, ὁμοῦ τοῖς Ἀργείοις καὶ Σικυωνίοις καὶ τούτους ἔτασσε·
アルカディア人やメッセニア人のうち、身体は強健で心は勇敢であるが、頑丈な武具を持たない者たち全員に対して、彼は武具の中から最も役立つものを選び出し、戦闘が差し迫っていたため、アルゴス人やシキュオン人と一緒に彼らを配置した。
τὴν δὲ φάλαγγα ἐπὶ πλέον ἥπλωσεν, ὡς μὴ κυκλωθεῖεν ὑπὸ τῶν ἐναντίων.
そして、敵に包囲されないように、ファランクスをより広く引き伸ばした。
προείδετο δὲ καὶ ὅπως τεταγμένοις σφίσι τὸ ὄρος ἡ Ἰθώμη κατὰ νώτου γίνοιτο.
また、配置についた自分たちの背後にイトメ山が位置するようにあらかじめ配慮した。
καὶ τούτοις μὲν Κλέοννιν ἐπέταξεν ἡγεμόνα·
そして、これらの者たちにクレオンニスを指揮官として任命した。
§4.11.3αὐτὸς δὲ καὶ ὁ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν ἢ τοξότας ὀλίγους, ὁ δὲ ὄχλος ὁ πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶ ἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι·
彼自身とダミスは、軽装兵を率いて後方に待機していた。 その中には投石兵や弓兵はわずかしかいなかったが、大部分の群衆は、身体的には突撃と退却に適しており、武装も軽かった。
θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν οὐχ ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων.
というのも、誰もが胸当てや盾を持っているわけではなく、これらを欠いていた者たちは、山羊や羊の毛皮を身にまとっており、一部の者、特にアルカディアの山岳民たちは、野獣の、とりわけ狼や熊の皮をまとっていたからである。
§4.11.4ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον.
各自は多くの投げ槍を携え、そのうちの一部はさらに槍も持っていた。
καὶ οὗτοι μὲν ἐλόχων τῆς Ἰθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι·
そして彼らはイトメ山の、最も人目に付きにくい場所に待ち伏せした。
οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτο ἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι.
一方、メッセニア人と同盟者の重装兵たちは、ラケダイモン人の最初の攻撃に持ちこたえ、その後も他の点においてすでに勇敢であった。
ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδες δὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμοίως πρὸς κρείττους, ᾗ καὶ μᾶλλον τῇ τε ἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον.
数においては敵に劣っていたが、選り抜きの兵であったため、彼らは一般の兵たちを相手に戦っており、自分たちより優れた者たちと不当に戦っているわけではなかった。 そのため、彼らは他の熱意や経験によっても、いっそう長く持ちこたえたのである。
§4.11.5ἐνταῦθα καὶ ὁ στρατὸς τῶν Μεσσηνίων ὁ εὔζωνος, ἀφʼ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺς Λακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια·
そこで、メッセニアの軽装部隊も、彼らに対して合図が掲げられると、ラケダイモン人に向かって駆け出し、取り囲んでその側面へ槍を投げつけた。
ὅσοις δὲ καὶ ἐπὶ πλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός.
さらに大きな勇気を持つ者たちは、駆け寄って至近距離から攻撃した。
οἱ δὲ Λακεδαιμόνιοι, κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμως οὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, διὰ δὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπʼ αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται.
一方、ラケダイモン人たちは、同じ場所にこれほど不意の第二の危険が迫っているのを見ながらも、混乱することなく、軽装兵の方を向いて身を守ろうと努めた。 しかし、軽装兵はその身軽さゆえに難なく逃げてしまうため、ラケダイモン人たちには当惑が生じ、さらにそれによって怒りさえ生じた。
§4.11.6πεφύκασι δέ πως οἱ ἄνθρωποι μάλιστα ἔχειν ἀκρατῶς πρὸς τὰ παρʼ ἀξίαν·
人間は、理不尽な事態に対してとりわけ自制心を失いがちである。
καὶ δὴ καὶ τότε οἵ τε ἤδη τραύματα τῶν Σπαρτιατῶν εἰληφότες καὶ ὅσοι κειμένων τῶν παραστατῶν ἐγίνοντο πρὸς τὴν ἔφοδον τῶν ψιλῶν πρῶτοι προεξέθεόν τε, ὁπότε ἴδοιεν ἐπιφερομένους τοὺς ψιλούς, καὶ ὑπὸ θυμοῦ μακροτέρας τὰς διώξεις ἐποιοῦντο ἀποχωρούντων.
そしてまさにその時も、スパルタ人のうちすでに傷を負っていた者たちや、隣の戦友たちが倒れたことで、軽装兵の襲撃に真っ先に直面することになった者たちは、軽装兵が襲いかかってくるのを見るたびに、陣を飛び出して突撃し、怒りに駆られて、退却する敵を深追いした。
οἱ δὲ ψιλοὶ τῶν Μεσσηνίων ὡς τὸ πρῶτον ἤρξαντο, κατὰ χώραν τε μένοντας ἔτυπτον καὶ ἐσηκόντιζον καὶ διωκόντων ἔφθανον ἀποφεύγοντες καὶ πειρωμένοις ἀναστρέφειν αὖθις ἐπῄεσαν.
一方、メッセニアの軽装兵たちは、最初に始めたのと同じように、その場に留まっている者たちを攻撃し、投げ槍を浴びせ、追撃してくる者たちよりも早く逃げ去り、彼らが元に戻ろうとすると再び襲いかかった。
§4.11.7ταῦτα δὲ ἔδρων σποράδην καὶ ἄλλοι κατʼ ἄλλο τῆς τῶν ἐναντίων τάξεως· οἵ τε ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων θρασύτερον ἐν τῷ τοιῷδε τοῖς κατὰ στόμα αὐτῶν ἐπέκειντο.
彼らはこのようなことを、あちこちで敵の陣列の様々な場所で行い、メッセニア人と同盟者の重装兵たちは、このような状況の中で、正面の敵をより果敢に圧迫した。
τέλος δὲ οἱ Λακεδαιμόνιοι τῷ τε χρόνῳ καὶ τοῖς τραύμασιν ἀπαγορεύοντες καὶ ἅμα παρὰ τὸ εἰωθὸς ὑπὸ τῶν ψιλῶν ταρασσόμενοι διαλύουσι τὴν τάξιν·
ついにラケダイモン人たちは、時間と傷のために力尽き、同時に慣れない方法で軽装兵によって混乱させられたため、陣列を崩した。
τραπέντων δέ, ἐνταῦθά σφισι πλείω παρεῖχον κακὰ οἱ ψιλοί.
彼らが敗走すると、軽装兵たちはそこで彼らにさらなる大打撃を与えた。
§4.11.8τοὺς δὲ τῶν Λακεδαιμονίων διαφθαρέντας ἐν τῇ μάχῃ συλλαβεῖν μὲν οὐχ οἷά τε ἦν ἀριθμῷ, πείθομαι δὲ εἶναι καὶ αὐτὸς πολλούς.
この戦いで戦死したラケダイモン人の数を正確に把握することは不可能であったが、私自身もそれが多数であったと確信している。
ἡ δὲ οἴκαδε ἀναχώρησις τοῖς μὲν ἄλλοις καθʼ ἡσυχίαν, Κορινθίοις δὲ ἔμελλεν ἔσεσθαι χαλεπή·
本国への帰還は、他の者たちにとっては平穏なものであったが、コリントス人にとっては困難なものになるはずであった。
διὰ πολεμίας γὰρ ἐγίνετο ὁμοίως διά τε τῆς Ἀργείας πειρωμένοις καὶ παρὰ Σικυῶνα ἀνασωθῆναι.
なぜなら、彼らが無事に帰還しようとするとき、アルゴスの領地を通るにしても、シキュオンの傍を通るにしても、同様に敵地を通ることになったからである。