Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.12.1-4.12.10

德尔斐神谕与二十座三脚鼎的计谋

第 152 段,共 465 段 · 希腊语

内容简介

拉刻代蒙人和美塞尼亚人各自寻求德尔斐的神谕,被要求最先在宙斯祭坛周围设立二十个三脚鼎以获得胜利。斯巴达的奥巴罗斯暗中将陶土三脚鼎献于伊托梅山的神殿,令美塞尼亚人陷入惊慌。

§4.12.1Λακεδαιμονίους δὲ ἐλύπει μὲν καὶ τὸ γεγονὸς πταῖσμα, τεθνεώτων ἐν τῇ μάχῃ πολλῶν τε καὶ ἀξίων λόγου, παρίστατο δὲ καὶ ἐς τὴν πᾶσαν ἐλπίδα τοῦ πολέμου σφίσιν ἀθύμως ἔχειν·
拉刻代蒙人因已发生的惨败而感到痛苦,因为许多值得一提的勇士在战斗中牺牲了,他们对战争的整体前景也产生了沮丧情绪。
καὶ διὰ τοῦτο θεωροὺς ἀποστέλλουσιν ἐς Δελφούς.
为此,他们向德尔斐派遣了使节。
τούτοις ἐλθοῦσιν ἡ Πυθία χρᾷ τάδε· " οὔ σε μάχης μόνον ἔργʼ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλʼ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός, ταῖς δʼ αὐταῖς τέχναισιν ἁλώσεται αἷσπερ ὑπῆρξεν.
使节们到达后,皮提娅赐予了如下神谕: "阿波罗并非只命令你用双手去进行战斗,而是人们凭借欺骗占据了美塞尼亚的土地,它也将被当初夺取它时所用的同样手段所攻克。
" §4.12.2πρὸς ταῦτα τοῖς βασιλεῦσι καὶ τοῖς ἐφόροις τέχνας μὲν προθυμουμένοις οὐκ ἐγίνετο ἀνευρεῖν·
"对此,国王们和监察官们虽然极其渴望,却无法想出任何计谋。
οἱ δὲ Ὀδυσσέως τῶν ἔργων ἀπομιμούμενοι τὸ ἐπὶ Ἰλίῳ πέμπουσιν ἄνδρας ἑκατὸν ἐς Ἰθώμην συνήσοντας ἃ μηχανῶνται, λόγῳ δὲ αὐτομόλους· ἦν δὲ καὶ φυγὴ τῶν ἀνδρῶν ἐκ τοῦ φανεροῦ κατεγνωσμένη.
然而,他们模仿奥德修斯在伊利翁的作为,派遣了一百人前往伊托梅山,名义上是投诚者,以打探美塞尼亚人的计划;而这些人的流放是公开判定并宣布的。
τούτους ἥκοντας ἀπέπεμπεν αὐτίκα Ἀριστόδημος, Λακεδαιμονίων φήσας τὰ ἀδικήματα καινὰ εἶναι, τὰ δὲ σοφίσματα ἀρχαῖα.
他们到达后,阿里斯托德摩斯立即将他们遣送回去,并声称拉刻代蒙人的罪恶是新颖的,但其诡计却是陈旧的。
§4.12.3ἁμαρτόντες δὲ οἱ Λακεδαιμόνιοι τοῦ ἐγχειρήματος δεύτερα ἐπειρῶντο τῶν Μεσσηνίων διαλῦσαι τὸ συμμαχικόν·
拉刻代蒙人在这次尝试失败后,接着企图瓦解美塞尼亚人的联盟。
ἀντειπόντων δὲ τῶν Ἀρκάδων —παρὰ γὰρ τούτους πρότερον ἀφίκοντο οἱ πρέσβεις —οὕτω τὴν ἐπʼ Ἄργος ἐπέσχον πορείαν.
但在阿卡迪亚人表示反对后——因为使节首先来到了他们那里——他们便打消了前往阿尔戈斯的企图。
Ἀριστόδημος δὲ πυνθανόμενος τὰ πρασσόμενα ὑπὸ τῶν Λακεδαιμονίων πέμπει καὶ αὐτὸς ἐρησομένους τὸν θεόν, ἡ δὲ Πυθία σφίσιν ἔχρησε· §4.12.4" κῦδός σοι πολέμοιο διδοῖ θεός· ἀλλʼ ἀπάταισι φράζεο μὴ Σπάρτης δόλιος λόχος ἐχθρὸς ἀνέλθῃ κρείσσων·
阿里斯托德摩斯得知拉刻代蒙人的所作所为后,自己也派人去向神求问,皮提娅对他们宣告说: "神赐予你战争的荣耀;但要防备,免得通过欺骗斯巴达诡诈、敌对的伏兵以更强大的力量出现。
ἦ γὰρ Ἄρης κείνων εὐήρεα τεύχη καί τὸ χορῶν στεφάνωμα πικροὺς οἰκήτορας ἕξει, τῶν δύο συντυχίαις κρυπτὸν λόχον ἐξαναδύντων.
因为阿瑞斯确实会让他们的精美盔甲和舞蹈之冠,成为痛苦的定居者,届时由于两桩事件的巧合,隐藏的伏兵将会显现。
οὐ πρόσθεν δὲ τέλος τόδʼ ἐπόψεται ἱερὸν ἦμαρ, πρὶν τὰ παραλλάξαντα φύσιν τὸ χρεὼν ἀφίκηται.
但是,在这神圣的一天,在那些改变了自然本性的事物走向其宿命之前,不会看到这一结局。
" τότε μὲν δὴ Ἀριστόδημος καὶ οἱ μάντεις ἀπείρως εἶχον συμβαλέσθαι τὸ εἰρημένον· ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἀναφαίνειν τε καὶ ἐς τέλος ἄξειν ἔμελλεν ὁ θεός.
"当时,阿里斯托德摩斯和占卜师们都无法理解所说之话的含义;但在不多年轻之后,神终将揭示其意并使之实现。
§4.12.5ἕτερα δὲ ἐν τῷ τότε τοῖς Μεσσηνίοις συνέβαινε τοιαῦτα.
当时,美塞尼亚人还发生了其他如下的事情。
Λυκίσκου μετοικοῦντος ἐν Σπάρτῃ τὴν θυγατέρα ἐπέλαβεν ἀποθανεῖν, ἣν ἅμα ἀγόμενος ἔφυγεν ἐκ Μεσσήνης.
当吕客斯科斯在斯巴达寄居时,他从美塞尼亚逃亡时一同带走的女儿恰逢去世。
πολλάκις δὲ αὐτὸν φοιτῶντα ἐπὶ τὸ μνῆμα τῆς παιδὸς λοχήσαντες ἱππεῖς τῶν Ἀρκάδων αἱροῦσιν· ἀναχθεὶς δὲ ἐς τὴν Ἰθώμην καὶ ἐς ἐκκλησίαν καταστὰς ἀπελογεῖτο ὡς οὐ προδιδοὺς τὴν πατρίδα ἀποχωρήσαι, πειθόμενος δὲ τοῖς ῥηθεῖσιν ὑπὸ τοῦ μάντεως ἐς τὴν παῖδα ὡς οὖσαν οὐ γνησίαν.
由于他经常去女儿的坟墓,一些阿卡迪亚的骑兵设伏并抓获了他;他被带到伊托梅山并站在公民大会上进行辩解,称他退隐并非为了背叛祖国,而是因为他相信了占卜师关于他女儿并非其亲生骨肉的言论。
§4.12.6ταῦτα ἀπολογούμενος οὐ πρότερον ἔδοξεν ἀληθῆ λέγειν πρὶν ἢ παρῆλθεν ἐς τὸ θέατρον ἡ τὴν ἱερωσύνην τότε τῆς Ἥρας ἔχουσα.
尽管他做出了辩解,但在当时担任赫拉女祭司的妇人进入剧场之前,人们并不相信他说的是真话。
αὕτη δὲ τεκεῖν τε τὴν παῖδα ὡμολόγει καὶ τῇ Λυκίσκου γυναικὶ ὑποβαλέσθαι δοῦναι· “νῦν δὲ” ἔφη “τό τε ἀπόρρητον ἐκφαίνουσα ἥκω καὶ παύσουσα ἐμαυτὴν ἱερωμένην.
这位女祭司承认自己生下了那个孩子,并暗中送给吕客斯科斯的妻子抚养;“而现在,”她说,“我来是为了公开这个秘密,并结束我自己的祭司职务。
” ταῦτα δὲ ἔλεγεν, ὅτι ἦν ἐν τῇ Μεσσήνῃ καθεστηκός, ἢν γυναικὸς ἱερωμένης ἢ καὶ ἀνδρὸς προαποθάνῃ τις τῶν παίδων, ἐς ἄλλον τὴν ἱερωσύνην μεταχωρεῖν.
”她之所以这样说,是因为在美塞尼亚有规定:若女祭司或男祭司的任何子女先于他们去世,祭司职务就要转移给他人。
νομίζοντες οὖν τὴν γυναῖκα ἀληθῆ λέγειν, τῇ θεῷ τε εἵλοντο ἱερατευσομένην ἀντʼ ἐκείνης καὶ Λυκίσκον συγγνωστὰ ἔφασαν εἰργάσθαι.
因此,人们相信这名妇人说的是真话,便另选了一人代替她为女神担任祭司,并宣布吕客斯科斯的行为是可以原谅的。
§4.12.7μετὰ δὲ ταῦτα ἐδόκει σφίσι—καὶ γὰρ εἰκοστὸν ἔτος ἐπῄει τῷ πολέμῳ—πέμπειν αὖθις ἐς Δελφοὺς ἐρησομένους ὑπὲρ νίκης. ἐρομένοις δὲ ἔχρησεν ἡ Πυθία·
在这之后,他们决定——因为战争的第二十年已经临近——再次派人去德尔斐询问关于胜利的事。
" τοῖς τρίποδας περὶ βωμὸν Ἰθωμάτᾳ Διὶ πρώτοις στήσασιν δεκάδων ἀριθμὸν δὶς πέντε δίδωσι σὺν κύδει πολέμου γαῖαν Μεσσηνίδα δαίμων.
当他们询问时,皮提娅给出了神谕: "对于那些最先在伊托玛塔斯的宙斯祭坛周围设立三脚鼎的人,其数量为十的两倍(即二十个),神灵将伴随战争的荣耀赐予他们美塞尼亚的土地。
Ζεὺς γὰρ ἔνευσʼ οὕτως.
因为宙斯已如此点头默许。
ἀπάτη δέ σε πρόσθε τίθησιν ἥ τʼ ὀπίσω τίσις ἐστί, καὶ ἔνθεον ἐξαπατῴης.
但欺骗使你领先,其后便是报应,你甚至可能欺骗那神圣启示者。
ἕρδʼ ὅππῃ τὸ χρεών· ἄτη δʼ ἄλλοισι πρὸ ἄλλων. "
顺应命运而行吧;但毁灭先降临于一些人,后降临于另一些人。
§4.12.8ταῦτʼ ἀκούσαντες γεγονέναι τε ἡγοῦντο ὑπὲρ αὑτῶν τὴν μαντείαν καὶ σφίσι διδόναι τὸ τοῦ πολέμου κράτος· οὐ γὰρ αὐτῶν γε ἐχόντων ἐντὸς τείχους τοῦ Ἰθωμάτα τὸ ἱερὸν Λακεδαιμονίους προτέρους ἀναθέντας φθήσεσθαι.
"听到这个神谕后,他们认为神谕是对他们有利的,并将战争的胜利赐予了他们;因为他们认为,既然他们自己将伊托玛塔斯的神殿控制在自己的城墙之内,拉刻代蒙人绝不可能先于他们献上祭品。
καὶ οἱ μὲν ξυλίνους κατασκευάσεσθαι τρίποδας ἔμελλον, οὐ γάρ σφισι περιῆν χρήματα ὡς χαλκοῦς ποιήσασθαι· τῶν δέ τις Δελφῶν τὸν χρησμὸν ἐξήγγειλεν ἐς Σπάρτην.
于是,他们打算制作木制的三脚鼎,因为他们没有多余的钱来制作青铜鼎;然而,德尔斐人中的一个将这神谕通报给了斯巴达。
πυθομένοις δὲ ἐν κοινῷ μὲν οὐδέν σφισιν ἐξεγένετο ἀνευρεῖν σοφόν, Οἴβαλος δὲ §4.12.9τὰ μὲν ἄλλα οὐ τῶν ἐπιφανῶν, γνώμην δὲ ὡς ἐδήλωσεν ἀγαθός, ποιησάμενος ὡς ἔτυχε πηλοῦ τρίποδας ἑκατόν, τούτους τε ἀποκεκρυμμένους ἐν πήρᾳ καὶ δίκτυα ἅμα αὐτοῖς ἔφερεν ὡς ἀνὴρ θηρευτής.
斯巴达人得知后,在公职会议上无法想出任何高明的办法,但一个叫奥巴罗斯的人,他在其他方面并非显赫之人,却表现出极好的聪明才智。 他因地制宜地用黏土制作了一百个三脚鼎,将它们藏在皮袋里,并随身携带着网,装扮成一个猎人。
ἅτε δὲ ὢν ἀγνὼς καὶ Λακεδαιμονίων τοῖς πολλοῖς, ῥᾷον Μεσσηνίους ἐλάνθανεν·
由于他甚至对大多数拉刻代蒙人来说都是面生的,所以更容易瞒过美塞尼亚人。
ἀναμίξας δὲ αὑτὸν ἀνδράσιν ἀγροίκοις ἐσῆλθέ τε μετʼ αὐτῶν ἐς τὴν Ἰθώμην καὶ ὡς νὺξ τάχιστα ἐπελάμβανεν ἀναθεὶς τοὺς τρίποδας τῷ θεῷ τούτους δὴ τοὺς πηλίνους αὖθις ἐς Σπάρτην ἀπαγγελῶν Λακεδαιμονίοις ᾤχετο.
他将自己混入乡下农夫之中,与他们一同进入了伊托梅山,在夜幕刚一降临时,便将这些陶土三脚鼎献给神明,随后立即返回斯巴达向拉刻代蒙人报告。
§4.12.10Μεσσηνίους δέ, ὡς εἶδον, ἐτάραξε μὲν μεγάλως, καὶ εἴκαζον—ὥσπερ ἦν—παρὰ Λακεδαιμονίων εἶναι· παρεμυθεῖτο δὲ ὅμως αὐτοὺς ὁ Ἀριστόδημος λέγων ἄλλα τε ἃ ἐν τοῖς παροῦσιν εἰκὸς ἦν καὶ τοὺς ξυλίνους τρίποδας—ἐπεποίηντο γὰρ ἤδη —περὶ τοῦ Ἰθωμάτα τὸν βωμὸν ἔστησε.
美塞尼亚人见状极为惊慌,并猜测——事实也确实如此——这是拉刻代蒙人干的;但阿里斯托德摩斯依然用在当时情况下理所应当的其他话来安慰他们,并将已经制作好的木制三脚鼎安置在伊托玛塔斯的祭坛周围。
συνέβη δὲ καὶ Ὀφιονέα τὸν μάντιν τοῦτον, τὸν ἐκ γενετῆς τυφλόν, ἀναβλέψαι παραλόγως δὴ μάλιστα ἀνθρώπων· ἐπέλαβε γὰρ τῆς κεφαλῆς ἄλγημα αὐτὸν ἰσχυρόν, καὶ ἀνέβλεψεν ἀπʼ αὐτοῦ.
此时,那个自幼失明的占卜师奥菲奥ネウス,以人类历史上最不可思议的方式奇迹般地复明了:他头部突然剧烈疼痛,并由此恢复了视力。

词汇与语法注释

  1. 4.12.1παρίστατο δὲ καὶ ἐς τὴν πᾶσαν ἐλπίδα τοῦ πολέμου σφίσιν ἀθύμως ἔχειν — 动词 `παρίστατο` 作单部非人称动词使用(意为“脑海中产生,涌现”),其后接的不定式短语 `ἀθύμως ἔχειν` 充当其实质主语。其中的 `ἔχειν` 与副词连用亦呈非人称用法,与格的 `σφίσιν` 则指代其逻辑主语。
  2. 4.12.4πρὶν τὰ παραλλάξαντα φύσιν τὸ χρεὼν ἀφίκηται — 主语是中性复数分词 `τὰ παραλλάξαντα φύσιν`(“改变了自然本性的事物”),它作为虚拟式动词 `ἀφίκηται` 的主语。而 `τὸ χρεὼν`(“注定的命运/终点”)则充当到达的终点或宾格。此句指出了神谕中深奥的条件:在反自然之物走向其宿命之前,终局不会到来。
  3. 4.12.7καὶ ἔνθεον ἐξαπατῴης — 希求法动词 `ἐξαπατῴης` 表示潜在的可能性(“你可能会欺骗”)。形容词 `ἔνθεον`(“神明附体者/神圣启示者”)作名词使用,指代传达神谕的皮提娅或神明本身,以此警告那些沉溺于诡计的人。

引用这一段

保萨尼亚斯, 希腊志 §4.12.1-4.12.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.12.1-4.12.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。