§4.11.1πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου βασιλείας μελλόντων ἐκ προρρήσεως συμβολὴν ποιήσεσθαι—τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν—οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν Κορίνθιοι Πελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείων καὶ Σικυωνίων λογάδες.
在阿里斯托德摩斯执政的第五年,当他们根据先前的约定准备交战时——因为他们已被战争的旷日持久和巨大开销折磨得精疲力竭——双方的盟友也以此种方式到来了:拉刻代蒙人一方仅有伯罗奔尼撒人中的哥林多人,而美塞尼亚人一方则有阿卡迪亚人的全军,以及阿耳戈斯人和西基翁人的精锐部队。
Λακεδαιμόνιοι μὲν οὖν Κορινθίοις καὶ τοῖς εἵλωσι καὶ ὅσοι περίοικοι συνεστρατεύοντο τὸ μέσον ἐπιτρέψαντες, ἐπὶ τοῖς κέρασιν αὐτοί τε καὶ οἱ βασιλεῖς ἐτάσσοντο βαθείᾳ τε ὡς οὔπω πρότερον καὶ πυκνῇ τῇ φάλαγγι.
于是,拉刻代蒙人将中央阵地交托给哥林多人、黑劳士以及一同参战的庇里阿西人,而他们自己和国王们则在两翼排开,组成了前所未有的既深且密的方阵。
§4.11.2τῷ δὲ Ἀριστοδήμῳ καὶ τοῖς περὶ αὐτὸν διετάχθη τὰ ἐς τὴν μάχην οὕτως.
对于阿里斯托德摩斯及其部下而言,战斗的部署如下。
ὅσοι τῶν Ἀρκάδων ἢ τῶν Μεσσηνίων τὰ μὲν σώματα ἦσαν ἐρρωμένοι καὶ ἀγαθοὶ τὰς ψυχάς, ὅπλα δὲ οὐκ εἶχον ἰσχυρά, τούτοις τῶν ὅπλων τὰ χρησιμώτατα ἐπέλεξε, καὶ ὡς τὸ ἔργον ἤπειγεν, ὁμοῦ τοῖς Ἀργείοις καὶ Σικυωνίοις καὶ τούτους ἔτασσε· τὴν δὲ φάλαγγα ἐπὶ πλέον ἥπλωσεν, ὡς μὴ κυκλωθεῖεν ὑπὸ τῶν ἐναντίων.
在阿卡迪亚人或美塞尼亚人中,凡是身体强壮、精神勇敢但没有坚固铠甲武装的人,阿里斯托德摩斯为他们选出了最实用的武器,并因战事紧迫,将他们与阿耳戈斯人和西基翁人部署在一起;同时他将方阵延伸得更宽,以免被对手包围。
προείδετο δὲ καὶ ὅπως τεταγμένοις σφίσι τὸ ὄρος ἡ Ἰθώμη κατὰ νώτου γίνοιτο.
他还预先考虑到,让他们排开阵势时,伊托梅山恰好位于他们的后方。
καὶ τούτοις μὲν Κλέοννιν ἐπέταξεν ἡγεμόνα·
他任命克莱翁尼斯为这些人的指挥官。
§4.11.3αὐτὸς δὲ καὶ ὁ Δᾶμις ὑπέμενον ἔχοντες τοὺς ψιλούς, σφενδονήτας μὲν ἢ τοξότας ὀλίγους, ὁ δὲ ὄχλος ὁ πολὺς τοῖς τε σώμασιν ἦσαν ἐς τὰς ἐπιδρομὰς καὶ ἀναχωρήσεις ἐπιτήδειοι καὶ τῇ ὁπλίσει κοῦφοι· θώρακα γὰρ ἢ ἀσπίδα εἶχεν οὐχ ἕκαστος, ὅσοι δὲ ἠπόρουν τούτων, περιεβέβληντο αἰγῶν νάκας καὶ προβάτων, οἱ δὲ καὶ θηρίων δέρματα καὶ μάλιστα οἱ ὀρεινοὶ τῶν Ἀρκάδων λύκων τε καὶ ἄρκτων.
他自己和达米斯则率领轻装部队在后方待命,其中投石兵或弓箭手很少,但大部分人群在身体素质上非常适合冲锋和退却,而且装备轻便;因为并非人人都有胸甲或盾牌,凡是缺少这些装备的人,都身批山羊皮和绵羊皮,有些人甚至身披野兽的皮,特别是阿卡迪亚的山民,身披狼皮和熊皮。
§4.11.4ἀκόντια δὲ ἕκαστος πολλά, οἱ δὲ καὶ λόγχας αὐτῶν ἔφερον.
每个人都携带着许多标枪,他们中有些人还携带着长枪。
καὶ οὗτοι μὲν ἐλόχων τῆς Ἰθώμης ἔνθα ἔμελλον ἥκιστα ἔσεσθαι σύνοπτοι·
这些人在伊托梅山最不易被发现的地方设下埋伏。
οἱ δὲ ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων τήν τε ἔφοδον τὴν πρώτην τῶν Λακεδαιμονίων ὑπέμειναν καὶ μετὰ τοῦτο ἦσαν ἤδη καὶ τὰ ἄλλα ἀνδρεῖοι.
与此同时,美塞尼亚人及其盟友的重装步兵抵挡住了拉刻代蒙人的第一波攻势,此后他们在其他方面也显得十分英勇。
ἀριθμῷ μὲν δὴ τῶν ἐναντίων ἀπελείποντο, λογάδες δὲ ὄντες ἐμάχοντο πρὸς δῆμον καὶ οὐχ ὁμοίως πρὸς κρείττους, ᾗ καὶ μᾶλλον τῇ τε ἄλλῃ προθυμίᾳ καὶ ταῖς ἐμπειρίαις ἐπὶ πολὺ ἀντεῖχον.
在人数上,他们确实不及对手,但由于是精锐部队,他们面对的是普通的乌合之众,而非更优越的对手,因此他们凭借着普遍的锐气和经验,坚守了很长时间。
§4.11.5ἐνταῦθα καὶ ὁ στρατὸς τῶν Μεσσηνίων ὁ εὔζωνος, ἀφʼ οὗ καὶ τούτοις ἤρθη τὰ σημεῖα, ἐχρῶντο ἐπὶ τοὺς Λακεδαιμονίους δρόμῳ καὶ περιστάντες ἠκόντιζον ἐς τὰ πλάγια· ὅσοις δὲ καὶ ἐπὶ πλέον μετῆν τόλμης, προσέθεόν τε καὶ ἔτυπτον ἐκ χειρός.
此时,美塞尼亚人的轻装部队在信号升起后,也向着拉刻代蒙人奔跑冲锋,并包围他们,向其侧翼投掷标枪;那些格外胆大的人则冲上前去进行近身肉搏。
οἱ δὲ Λακεδαιμόνιοι, κίνδυνόν σφισι δεύτερον ἐν τῷ αὐτῷ καὶ οὕτως ἀνέλπιστον ὁρῶντες παρόντα, ὅμως οὔτε ἐταράχθησαν ἐπιστρεφόμενοί τε ἐς τοὺς ψιλοὺς ἀμύνεσθαι μὲν ἐπειρῶντο, διὰ δὲ τὴν κουφότητα οὐ χαλεπῶς ἀποφευγόντων ἀπορία τοῖς Λακεδαιμονίοις καὶ ἀπʼ αὐτῆς ἤδη καὶ ὀργὴ γίνεται.
然而拉刻代蒙人虽然看到在同一地点出现了如此出乎意料的第二重危险,却依然没有陷入混乱,他们转向轻装部队试图进行自卫;但由于轻装部队因身手轻捷而轻易逃脱,拉刻代蒙人陷入了无计可施的境地,并由此产生出愤怒。
§4.11.6πεφύκασι δέ πως οἱ ἄνθρωποι μάλιστα ἔχειν ἀκρατῶς πρὸς τὰ παρʼ ἀξίαν· καὶ δὴ καὶ τότε οἵ τε ἤδη τραύματα τῶν Σπαρτιατῶν εἰληφότες καὶ ὅσοι κειμένων τῶν παραστατῶν ἐγίνοντο πρὸς τὴν ἔφοδον τῶν ψιλῶν πρῶτοι προεξέθεόν τε, ὁπότε ἴδοιεν ἐπιφερομένους τοὺς ψιλούς, καὶ ὑπὸ θυμοῦ μακροτέρας τὰς διώξεις ἐποιοῦντο ἀποχωρούντων.
人类天生在面对不公或屈辱的待遇时最容易失去自制;当时也确实如此,那些已经受伤的斯巴达人,以及由于身旁的战友倒下而最先面对轻装部队袭击的人,每当看到轻装步兵攻来时就会挺身冲出,并在怒火之下对撤退的敌军进行更长距离的追击。
οἱ δὲ ψιλοὶ τῶν Μεσσηνίων ὡς τὸ πρῶτον ἤρξαντο, κατὰ χώραν τε μένοντας ἔτυπτον καὶ ἐσηκόντιζον καὶ διωκόντων ἔφθανον ἀποφεύγοντες καὶ πειρωμένοις ἀναστρέφειν αὖθις ἐπῄεσαν.
而美塞尼亚人的轻装步兵则正如他们最初开始的那样,对坚守原地的人进行打击和投枪,并在追击者到来前先行逃离,一旦对方试图返回,便再次发起攻击。
§4.11.7ταῦτα δὲ ἔδρων σποράδην καὶ ἄλλοι κατʼ ἄλλο τῆς τῶν ἐναντίων τάξεως· οἵ τε ὁπλῖται τῶν Μεσσηνίων καὶ συμμάχων θρασύτερον ἐν τῷ τοιῷδε τοῖς κατὰ στόμα αὐτῶν ἐπέκειντο.
他们分散在各处,在敌人阵列的不同地点这样做;而美塞尼亚人及其盟友的重装步兵在此种情况下更加大胆地压制他们当面的敌军。
τέλος δὲ οἱ Λακεδαιμόνιοι τῷ τε χρόνῳ καὶ τοῖς τραύμασιν ἀπαγορεύοντες καὶ ἅμα παρὰ τὸ εἰωθὸς ὑπὸ τῶν ψιλῶν ταρασσόμενοι διαλύουσι τὴν τάξιν· τραπέντων δέ, ἐνταῦθά σφισι πλείω παρεῖχον κακὰ οἱ ψιλοί.
最终,拉刻代蒙人因时间和伤势而支持不住,同时又因不习惯遭到轻装部队的袭扰而陷入混乱,于是瓦解了阵型;而在他们败退时,轻装步兵在现场给他们造成了更大的伤亡。
§4.11.8τοὺς δὲ τῶν Λακεδαιμονίων διαφθαρέντας ἐν τῇ μάχῃ συλλαβεῖν μὲν οὐχ οἷά τε ἦν ἀριθμῷ, πείθομαι δὲ εἶναι καὶ αὐτὸς πολλούς.
虽无法统计在战斗中被歼灭的拉刻代蒙人的具体数目,但我自己也确信其人数众多。
ἡ δὲ οἴκαδε ἀναχώρησις τοῖς μὲν ἄλλοις καθʼ ἡσυχίαν, Κορινθίοις δὲ ἔμελλεν ἔσεσθαι χαλεπή· διὰ πολεμίας γὰρ ἐγίνετο ὁμοίως διά τε τῆς Ἀργείας πειρωμένοις καὶ παρὰ Σικυῶνα ἀνασωθῆναι.
其他人的回国之路很平静,但对哥林多人来说却必定十分艰难;因为无论是试图安全地通过阿耳戈斯的领土,还是经过西基翁旁,都同样要穿过敌对政权的领地。