§4.10.1Λακεδαιμόνιοι δὲ ἀκούσαντες τὸν γενόμενον Μεσσηνίοις χρησμὸν ἀθύμως διέκειντο καὶ αὐτοὶ καὶ οἱ βασιλεῖς ἔς τε τὰ λοιπὰ καὶ ἄρχειν ὀκνοῦντες μάχης.
ラケダイモン人たちは、メッセニア人たちに下された神託のことを聞くと、彼ら自身も王たちも、他の事柄においても、また戦いを始めることを躊躇して、意気消沈した。
ἔτει δὲ ἕκτῳ μετὰ τὸν ἐξ Ἰθώμης Λυκίσκου δρασμὸν οἱ Λακεδαιμόνιοι—τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς αἴσια —στρατεύουσιν ἐπὶ τὴν Ἰθώμην·
イトメからのリュキスコスの逃亡の後、六年目に、ラケダイモン人たちは――犠牲の儀式が彼らにとって吉兆を示したため――イトメに対して遠征した。
οἱ δὲ Κρῆτες οὐκέτι παρόντες σφίσιν ἔτυχον.
しかし、クレタ人たちはもはや彼らに同行していなかった。
ὑστέρησαν δὲ καὶ οἱ τῶν Μεσσηνίων σύμμαχοι—διʼ ὑποψίας γὰρ οἱ Σπαρτιᾶται καὶ ἄλλοις ἤδη Πελοποννησίων καὶ Ἀρκάσιν ἦσαν καὶ Ἀργείοις μάλιστα—καὶ οἱ μὲν Ἀργεῖοι κρύφα ἔμελλον τῶν Λακεδαιμονίων ἀφίξεσθαι καὶ ἰδίᾳ δὴ μᾶλλον ἢ μετὰ δόγματος κοινοῦ, τοῖς δὲ Ἀρκάσιν ἡ στρατεία μὲν ἀνείρητο ἐκ τοῦ φανεροῦ, παρέτυχον δὲ οὐδʼ οὗτοι.
メッセニア人の同盟者たちも遅参した。 というのも、スパルタ人たちはすでにペロポネソス人の他の人々、アルカディア人、そしてとりわけアルゴス人から疑いの目を向けられていたからであり、アルゴス人たちはラケダイモン人に隠れて、共同の決議によるというよりはむしろ私的に到着するつもりであったし、アルカディア人にとっては遠征が公に禁止されていたため、彼らもまた参戦しなかった。
τοὺς γὰρ Μεσσηνίους καὶ ἄνευ συμμάχων κινδυνεῦσαι προήγαγεν ἡ δόξα τοῦ χρησμοῦ.
実際、同盟者がいなくてもメッセニア人を戦闘に踏み切らせたのは、神託の名声であった。
§4.10.2τὰ μὲν οὖν πολλὰ οὐδέν τι ἐγένετο διάφορα ἢ καὶ ἐπὶ τῆς προτέρας μάχης, ἥ τε ἡμέρα καὶ τότε μαχομένους προαπέλιπεν·
それゆえ、大部分の点では、以前の戦いと何ら異なることはなく、その日もやはり、戦っている彼らを残して暮れていった。
οὐ μέντοι βιασθῆναί γε οὐδέτερον κέρας ἢ καὶ λόχον μνημονεύουσιν, ἐπεὶ μηδὲ τὴν τάξιν, ὡς ἀπʼ ἀρχῆς ἐτάχθησαν, συμμεῖναί φασιν, ἀλλʼ ἀφʼ ἑκατέρων τοὺς ἀρίστους συνελθόντας ἐς τὸ μεσαίτατον ἐνταῦθα τὸν πάντα ἔχειν πόνον.
しかしながら、どちらの翼も、あるいは部隊さえもが敗退したとは記録されていない。 なぜなら、当初整えられた陣形がそのまま維持されたわけではなく、双方から最も優れた者たちが中央に集まり、そこで全精力を傾けて戦ったと言われているからである。
§4.10.3ὁ γὰρ Εὐφαὴς πλέον τι ἢ βασιλέα εἰκὸς ἦν προθυμούμενος καὶ ἀφειδῶς τοῖς περὶ τὸν Θεόπομπον ἐγκείμενος τραύματα πολλά τε καὶ οὐκ ἰάσιμα λαμβάνει·
というのも、エウファエスは王としてふさわしい以上の熱意を示し、テオポンポスの周囲の者たちに容赦なく襲いかかったため、多くの、そして治療不可能な傷を負ったからである。
λιποψυχήσαντα δὲ αὐτὸν καὶ πεσόντα οἱ Λακεδαιμόνιοι καὶ ὀλίγον ὅμως ἐμπνέοντα ἐποιοῦντο παρʼ αὑτοὺς ἑλκύσαι σπουδήν.
彼が気を失って倒れ、それでもまだわずかに息を吹き返しているのを、ラケダイモン人たちは自分たちの側へ引きずり込もうと必死になった。
ἐπήγειρε δὲ καὶ τοὺς Μεσσηνίους ἥ τε ἐς τὸν Εὐφαῆ προϋπάρχουσα εὔνοια καὶ τὰ ὀνείδη τὰ μέλλοντα·
一方、メッセニア人たちを奮い立たせたのは、エウファエスに対するかねてからの敬愛の念と、これから受けるであろう不名誉であった。
φονευομένοις τε ὑπὲρ τοῦ βασιλέως ἄμεινόν σφισιν ἐφαίνετο προΐεσθαι τὰς ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα.
彼らにとっては、王のために戦って命を捨てる方が、王を見捨てて誰かが生き延びるよりも優れていると思われたのである。
§4.10.4τότε μὲν δὴ πεσὼν ὁ Εὐφαὴς τήν τε μάχην ἐπεμήκυνε καὶ προήγαγεν ἐς πλέον παρὰ ἑκατέρων τὰ τολμήματα·
その時、エウファエスが倒れたことは、戦闘を長引かせ、双方の勇気をいっそう奮い立たせることになった。
ὕστερον δὲ ἀνήνεγκε μὲν καὶ ᾔσθετο ὅτι οὐκ ἔλαττον ἐσχήκασιν ἐν τῷ ἔργῳ, ἡμέραις δὲ οὐ πολλαῖς ἀποθνήσκει, βασιλεύσας Μεσσηνίων τρία ἔτη καὶ δέκα καὶ πολεμήσας Λακεδαιμονίοις τὸν πάντα τῆς βασιλείας χρόνον.
その後、彼は意識を取り戻し、自分たちがその戦闘において劣勢ではなかったことを知ったが、数日後に死亡した。 彼はメッセニア人の王として十三年間在位し、その治世の全期間を通じてラケダイモン人と戦い続けた。
§4.10.5Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴν ἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶ τὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι·
エウファエスには子供がいなかったため、民衆によって選ばれた者が支配権を握るように残されたが、クレオンニスとダミスが、他の点でもとりわけ戦功においても優れているとみなされていたため、アリストデモスと王位を争うことになった。
τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντο ἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς.
なお、アンタンドロスは、エウファエスの前線で戦っている最中に、敵によって戦死させられていた。
ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰ ταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸς μίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν·
また、予言者であるエペボロスとオピオネウスの両者の意見も一致しており、穢れた男であり娘の殺害という不浄を身に背負う者に、アイピュトスとその子孫の受け継ぐべき栄誉を与えるべきではない、というものであった。
§4.10.6ᾑρέθη δὲ ὅμως καὶ ἐβασίλευσεν Ἀριστόδημος.
しかしながら、アリストデモスが選ばれ、王となった。
ὁ δὲ Ὀφιονεὺς οὗτος ὁ τῶν Μεσσηνίων μάντις τυφλὸς ὢν εὐθὺς ἐκ γενετῆς μαντικήν τινα εἶχε τοιαύτην·
このメッセニア人の予言者オピオネウスは、生まれつき盲目であったが、次のような予言の能力を持っていた。
πυνθανόμενος τὰ γινόμενα ἑκάστοις ἰδίᾳ τε καὶ ἐν κοινῷ προέλεγεν οὕτω τὰ μέλλοντα.
すなわち、個人や公共の出来事について尋ねることで、そのようにして未来を予言したのである。
οὗτος μὲν τρόπον ἐμαντεύετο τὸν εἰρημένον, Ἀριστόδημος δὲ βασιλεύσας τῷ τε δήμῳ διέμεινε τὰ εἰκότα χαρίζεσθαι προθυμούμενος καὶ τοὺς ἐν τέλει τούς τε ἄλλους καὶ μάλιστα Κλέοννιν καὶ Δᾶμιν ἦγεν ἐν τιμῇ·
彼はこのようにして予言を行ったが、王となったアリストデモスは、民衆に対して当然の配慮をして彼らを喜ばせることに努め続け、また役職にある者たち、とりわけクレオンニスとダミスを深く尊重した。
διὰ θεραπείας δὲ εἶχε καὶ τὰ τῶν συμμάχων, Ἀρκάδων τε τοῖς δυνατοῖς καὶ ἐς Ἄργος καὶ Σικυῶνα ἀποστέλλων δῶρα.
また、アルカディア人の有力者たちや、アルゴス、シキュオンへ贈り物を送ることで、同盟者たちとの関係をも丁寧に維持した。
§4.10.7τὸν δὲ πόλεμον ἐπὶ τῆς Ἀριστοδήμου βασιλείας ἐπολέμουν λῃστείαις τε κατʼ ὀλίγους ἀεὶ καὶ περὶ τὴν ὡραίαν καταδρομαῖς ἐς τὴν ἀλλήλων χρώμενοι, συνεσέβαλλον δὲ καὶ παρὰ τῶν Ἀρκάδων τοῖς Μεσσηνίοις ἐς τὴν Λακωνικήν·
アリストデモスの治世において、彼らは常に少人数での略奪や、収穫期における互いの領地への侵入によって戦争を続け、アルカディア人の一部もメッセニア人とともにラコニア地方へと侵入した。
Ἀργεῖοι δὲ προαναφῆναι μὲν τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος οὐκ ἠξίουν, γινομένου δὲ ἀγῶνος παρεσκευάζοντο ὡς μεθέξοντες.
アルゴス人たちは、ラケダイモン人に対する敵意をあらかじめ公にすることは好まなかったが、決戦が起こった際には参戦する準備を整えていた。