§4.10.1Λακεδαιμόνιοι δὲ ἀκούσαντες τὸν γενόμενον Μεσσηνίοις χρησμὸν ἀθύμως διέκειντο καὶ αὐτοὶ καὶ οἱ βασιλεῖς ἔς τε τὰ λοιπὰ καὶ ἄρχειν ὀκνοῦντες μάχης.
拉刻代蒙人听闻给美塞尼亚人的神谕后,他们自身以及他们的国王都感到气馁,不仅在其他事上如此,而且也对发起战斗感到犹豫。
ἔτει δὲ ἕκτῳ μετὰ τὸν ἐξ Ἰθώμης Λυκίσκου δρασμὸν οἱ Λακεδαιμόνιοι—τὰ γὰρ ἱερὰ ἐγίνετο αὐτοῖς αἴσια —στρατεύουσιν ἐπὶ τὴν Ἰθώμην· οἱ δὲ Κρῆτες οὐκέτι παρόντες σφίσιν ἔτυχον.
在吕基斯科斯从伊托梅逃亡后的第六年,拉刻代蒙人——因为祭祀显示了吉兆——向伊托梅进军;但克里特人此时已不再与他们同行。
ὑστέρησαν δὲ καὶ οἱ τῶν Μεσσηνίων σύμμαχοι—διʼ ὑποψίας γὰρ οἱ Σπαρτιᾶται καὶ ἄλλοις ἤδη Πελοποννησίων καὶ Ἀρκάσιν ἦσαν καὶ Ἀργείοις μάλιστα—καὶ οἱ μὲν Ἀργεῖοι κρύφα ἔμελλον τῶν Λακεδαιμονίων ἀφίξεσθαι καὶ ἰδίᾳ δὴ μᾶλλον ἢ μετὰ δόγματος κοινοῦ, τοῖς δὲ Ἀρκάσιν ἡ στρατεία μὲν ἀνείρητο ἐκ τοῦ φανεροῦ, παρέτυχον δὲ οὐδʼ οὗτοι.
美塞尼亚人的盟友们也迟到了——因为斯巴达人已经受到其他伯罗奔尼撒人、阿卡迪亚人、尤其是阿耳戈斯人的猜疑——阿耳戈斯人本打算瞒着拉刻代蒙人,以私人名义而非通过共同决议前来,而对阿卡迪亚人来说,这次远征在明面上是被禁止的,因此他们也未能参战。
τοὺς γὰρ Μεσσηνίους καὶ ἄνευ συμμάχων κινδυνεῦσαι προήγαγεν ἡ δόξα τοῦ χρησμοῦ.
事实上,正是神谕的名声促使美塞尼亚人在没有盟友的情况下也甘冒危险。
§4.10.2τὰ μὲν οὖν πολλὰ οὐδέν τι ἐγένετο διάφορα ἢ καὶ ἐπὶ τῆς προτέρας μάχης, ἥ τε ἡμέρα καὶ τότε μαχομένους προαπέλιπεν· οὐ μέντοι βιασθῆναί γε οὐδέτερον κέρας ἢ καὶ λόχον μνημονεύουσιν, ἐπεὶ μηδὲ τὴν τάξιν, ὡς ἀπʼ ἀρχῆς ἐτάχθησαν, συμμεῖναί φασιν, ἀλλʼ ἀφʼ ἑκατέρων τοὺς ἀρίστους συνελθόντας ἐς τὸ μεσαίτατον ἐνταῦθα τὸν πάντα ἔχειν πόνον.
因此,在大多数情况下,情况与先前的战斗并无二致,白天依然在他们交战时结束;然而,人们并没有记载任何一个侧翼或连队被击退,因为据说连最初布置的阵型也未能维持,而是双方最精锐的战士聚集在最中央,在那里承受了全部的苦战。
§4.10.3ὁ γὰρ Εὐφαὴς πλέον τι ἢ βασιλέα εἰκὸς ἦν προθυμούμενος καὶ ἀφειδῶς τοῖς περὶ τὸν Θεόπομπον ἐγκείμενος τραύματα πολλά τε καὶ οὐκ ἰάσιμα λαμβάνει· λιποψυχήσαντα δὲ αὐτὸν καὶ πεσόντα οἱ Λακεδαιμόνιοι καὶ ὀλίγον ὅμως ἐμπνέοντα ἐποιοῦντο παρʼ αὑτοὺς ἑλκύσαι σπουδήν.
因为尤法埃斯表现出了超出国王身份的极高热情,毫不留情地向塞奥波姆波斯身边的人发起猛攻,结果受了多处无法治愈的重伤;在他昏厥倒地、但仍有微弱呼吸时,拉刻代蒙人极力想把他拖到自己这边。
ἐπήγειρε δὲ καὶ τοὺς Μεσσηνίους ἥ τε ἐς τὸν Εὐφαῆ προϋπάρχουσα εὔνοια καὶ τὰ ὀνείδη τὰ μέλλοντα· φονευομένοις τε ὑπὲρ τοῦ βασιλέως ἄμεινόν σφισιν ἐφαίνετο προΐεσθαι τὰς ψυχὰς ἢ ἐκεῖνον προεμένων ἀποσωθῆναί τινα.
然而,美塞尼亚人因对尤法埃斯一贯的敬爱之情以及即将面临的耻辱而受到激发;在他们看来,为国王战死而献出生命,比抛弃国王而保全性命要好得多。
§4.10.4τότε μὲν δὴ πεσὼν ὁ Εὐφαὴς τήν τε μάχην ἐπεμήκυνε καὶ προήγαγεν ἐς πλέον παρὰ ἑκατέρων τὰ τολμήματα· ὕστερον δὲ ἀνήνεγκε μὲν καὶ ᾔσθετο ὅτι οὐκ ἔλαττον ἐσχήκασιν ἐν τῷ ἔργῳ, ἡμέραις δὲ οὐ πολλαῖς ἀποθνήσκει, βασιλεύσας Μεσσηνίων τρία ἔτη καὶ δέκα καὶ πολεμήσας Λακεδαιμονίοις τὸν πάντα τῆς βασιλείας χρόνον.
当时,尤法埃斯的倒地延长了战斗,并使双方都采取了更大胆的行动;但后来他苏醒过来,并意识到他们在战斗中并未处于劣势,没过几天他就去世了,他统治美塞尼亚人达十三年之久,并在他执政的整个时期都与拉刻代蒙人交战。
§4.10.5Εὐφαεῖ δὲ οὐκ ὄντων παίδων τὸν αἱρεθέντα ὑπὸ τοῦ δήμου κατελείπετο ἔχειν τὴν ἀρχήν, Κλέοννίς τε καὶ Δᾶμις ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθον, τά τε ἄλλα καὶ τὰ ἐς πόλεμον διαφέρειν νομιζόμενοι· τὸν δὲ Ἄντανδρον οἱ πολέμιοι κατειργάσαντο ἐν τῇ μάχῃ προκινδυνεύοντα Εὐφαοῦς.
由于尤法埃斯没有子嗣,王位被留给由人民选出的人来继承,而克莱翁尼斯和达米斯在其他方面尤其是军事才能上均被认为十分杰出,因而与阿里斯托德摩斯展开了争夺;而安坦德罗斯则在战斗中为保护尤法埃斯在最前线作战时被敌人杀害。
ἦσαν δὲ καὶ τῶν μάντεων αἱ γνῶμαι κατὰ ταὐτὰ ἀμφοτέρων, Ἐπηβόλου καὶ Ὀφιονέως, μὴ σφᾶς ἀνδρὶ ἐναγεῖ καὶ θυγατρὸς μίασμα ἐπικειμένῳ δοῦναι τὴν Αἰπύτου καὶ τῶν ἀπογόνων τιμήν· §4.10.6ᾑρέθη δὲ ὅμως καὶ ἐβασίλευσεν Ἀριστόδημος.
两位预言家埃佩波罗斯和奥菲奥内乌斯的意见也完全一致,认为不应将埃皮托斯及其后代的荣耀授予一个身负污秽、背负杀女之罪的男子;然而,阿里斯托德摩斯最终还是被选中并成为了国王。
ὁ δὲ Ὀφιονεὺς οὗτος ὁ τῶν Μεσσηνίων μάντις τυφλὸς ὢν εὐθὺς ἐκ γενετῆς μαντικήν τινα εἶχε τοιαύτην· πυνθανόμενος τὰ γινόμενα ἑκάστοις ἰδίᾳ τε καὶ ἐν κοινῷ προέλεγεν οὕτω τὰ μέλλοντα.
这位美塞尼亚人的预言家奥菲奥内乌斯虽然自幼失明,却拥有如下的占卜能力:通过打听个人和公共所发生的事情,他就能以此预言未来。
οὗτος μὲν τρόπον ἐμαντεύετο τὸν εἰρημένον, Ἀριστόδημος δὲ βασιλεύσας τῷ τε δήμῳ διέμεινε τὰ εἰκότα χαρίζεσθαι προθυμούμενος καὶ τοὺς ἐν τέλει τούς τε ἄλλους καὶ μάλιστα Κλέοννιν καὶ Δᾶμιν ἦγεν ἐν τιμῇ· διὰ θεραπείας δὲ εἶχε καὶ τὰ τῶν συμμάχων, Ἀρκάδων τε τοῖς δυνατοῖς καὶ ἐς Ἄργος καὶ Σικυῶνα ἀποστέλλων δῶρα.
他便以这种方式进行预言,而成为国王的阿里斯托德摩斯则继续致力于以合理的方式取悦民众,并且高度尊重在职官员,尤其是克莱翁尼斯和达米斯;他还通过精心的照料来维持与盟友的关系,向阿卡迪亚人的权贵以及阿耳戈斯和西基翁赠送礼物。
§4.10.7τὸν δὲ πόλεμον ἐπὶ τῆς Ἀριστοδήμου βασιλείας ἐπολέμουν λῃστείαις τε κατʼ ὀλίγους ἀεὶ καὶ περὶ τὴν ὡραίαν καταδρομαῖς ἐς τὴν ἀλλήλων χρώμενοι, συνεσέβαλλον δὲ καὶ παρὰ τῶν Ἀρκάδων τοῖς Μεσσηνίοις ἐς τὴν Λακωνικήν· Ἀργεῖοι δὲ προαναφῆναι μὲν τὸ ἐς τοὺς Λακεδαιμονίους ἔχθος οὐκ ἠξίουν, γινομένου δὲ ἀγῶνος παρεσκευάζοντο ὡς μεθέξοντες.
在阿里斯托德摩斯统治期间,他们始终通过少数人的劫掠和在收获季节对彼此领土的袭扰来继续战争,一些阿卡迪亚人也与美塞尼亚人一同侵入拉科尼亚;而阿耳戈斯人则不愿提前公开对拉刻代蒙人的仇恨,但在战斗发生时,他们正准备参与其中。