Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.9.7-3.9.13

アゲシラオスの帰国とコロネイアの戦い

112 / 465 箇所 · ギリシア語

要旨

ペルシア王の策謀によってギリシア本土でコリントス戦争が勃発し、アゲシラオスはアジアから帰還せざるを得なくなる。テッサリアを通過した彼は、コロナレイアの戦いでボイオティア人とその同盟軍を破る。

§3.9.7καί οἱ θεῶν τις ἐβάσκηνε μὴ ἀγαγεῖν τὰ βουλεύματα ἐς τέλος.
そして、神々のうちのある者が彼に嫉妬し、その企てを成就させまいとした。
ὡς γὰρ δὴ ἐπύθετο Ἀρταξέρξης μάχας τε ἃς ἐνίκησεν Ἀγησίλαος καὶ ὡς ἐς τὸ πρόσω χειρούμενος τὰ ἐν ποσὶ πρόεισιν ἀεὶ σὺν τῷ στρατῷ, Τισσαφέρνην μὲν καίπερ τὰ πρότερα εὐεργέτην ὄντα ζημιοῖ θανάτῳ, Τιθραύστην δὲ κατέπεμψεν ἐπὶ θάλασσαν, φρονῆσαί τε δεινὸν καί τι καὶ ἐς τοὺς Λακεδαιμονίους ἔχοντα δυσνοίας.
というのも、アルタクセルクセスは、アゲシラオスが勝利した数々の戦いについて、また、彼が軍勢を率いて立ちふさがるものすべてを従えつつ、常に前方へと進軍しているということを知ると、ティッサペルネスを(かつては恩人であったにもかかわらず)死刑に処し、聡明でありながらラケダイモン人たちに敵意を抱いているティトラウステスを沿岸地方へと派遣したからである。
§3.9.8οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσει Λακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν.
この者はサルディスに到着すると、ラケダイモン人たちにアジアから軍勢を呼び戻すよう強制する何らかの方法を直ちに企てた。
ἄνδρα οὖν Ῥόδιον Τιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇ Ἑλλάδι ἐργάσασθαι Λακεδαιμονίοις.
そこで彼は、ギリシアにおいてラケダイモン人たちに対して戦争を引き起こすよう命じて、ロドス人のティモクラテスに資金を持たせてギリシアへと派遣した。
οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲν Κύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶ Ἀμφίθεμις·
資金を受け取った者たちのうち、アルゴス人ではキュロンとソダマス、テバイではアンドロクレイデスとイスメニアスとアンピテミスであったと言われている。
μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης καὶ ὅσοι Κορινθίων ἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος.
またアテナイ人のケパロスとエピクラテス、さらにコリントス人のうちアルゴスを支持していたポリアンテスとティモラオスも参加した。
§3.9.9οἱ δὲ ἐς τὸ φανερὸν τοῦ πολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί.
戦争の公然たる発端を作ったのは、アンピサのロクリス人たちであった。
τοῖς γὰρ δὴ Λοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα ἀμφισβητήσιμος· ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τε σῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες·
というのも、ロクリス人たちにはフォキス人たちとの間で係争地となっていた土地があり、イスメニアスの一派であるテバイ人たちにそそそのかされて、その土地から実りかけた穀物を刈り取り、戦利品として家畜を略奪して去ったからである。
ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱ Φωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν.
そのため、フォキス人たちも総出でロクリス地方に侵入し、その地を荒廃させた。
§3.9.10ἐπηγάγοντο οὖν οἱ Λοκροὶ συμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν·
そこでロクリス人たちは同盟者としてテバイ人たちを引き入れ、フォキス地方を略奪した。
ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱ Φωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπʼ αὐτῶν.
一方フォキス人たちはラケダイモンへと赴き、テバイ人たちを非難し、彼らから受けた被害を説明した。
Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι·
ラケダイモン人たちはテバイ人たちに対して戦争を起こすことを決定した。
ἐποιοῦντο δὲ ἐς αὐτοὺς καὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν.
彼らはテバイ人たちに対して他の諸々の告訴を申し立てたが、アウリスにおけるアゲシラオスの犠牲に対する彼らの無礼な振る舞いもその中に含まれていた。
§3.9.11Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐς Σπάρτην, ὅπλα μὲν ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧν ἐγκαλοῦσι διακρίνεσθαι·
アテナイ人たちはラケダイモン人たちの意図をあらかじめ察知してスパルタに使節を送り、テバイに対して武力を行使しないよう懇願し、不満のある事柄については裁判によって決着をつけるよう求めた。
Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν.
しかし、ラケダイモン人たちは怒りをもって使節を追い返した。
τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴν ἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν·
これに続くラケダイモン人たちの出兵とリュサンドロスの最期に関する事柄については、私の記述のうちパウサニアスに関する部分で明らかにしておいた。
§3.9.12καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐς πλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου.
そして、コリントス戦争と呼ばれるようになった戦争は、ラケダイモン人たちのボイオティアへの出兵から始まって、ますます拡大していった。
κατὰ ταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος·
まさにこのような必要に迫られて、アゲシラオスはアジアから軍勢を引き揚げた。
ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετο ἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸν Ἀγησίλαον ἐπειρῶντο εἴργειν·
彼がアビュドスから船でセストスへと渡り、トラキアを通り抜けてテッサリアに到着したとき、テッサリア人たちはテバイ人たちへの好意から、アゲシラオスがそれ以上進むのを妨げようとした。
ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖς τὴν Ἀθηναίων.
彼らには昔からアテナイの国に対しても幾分かの好意があったのである。
§3.9.13Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸ ἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσας συμμαχικόν.
しかしアゲシラオスは、彼らの騎兵隊を退けてテッサリアを通り抜け、再びボイオティア人たち(の土地)を通り過ぎ、コロナレイアにおいてテバイ人たちおよびその他の同盟軍を打ち破って進軍した。
ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸν Ἀθηνᾶς ἐπίκλησιν Ἰτωνίας·
ボイオティア人たちが敗走すると、彼らのうち一部の者たちはイトニアと呼ばれるアテナの神殿に逃げ込んだ。
Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺς ἱκέτας παρενόμησεν οὐδʼ οὕτως.
アゲシラオスは戦闘による傷を負っていたが、それでも哀願者たちに対して不法を働くことはしなかった。

語釈・文法注

  1. 3.9.7μὴ ἀγαγεῖν — 動詞 ἐβάσκηνε(「嫉妬した、妨げた」)に導かれる、否定の μή を伴う不定詞句。結果を表す「〜しないように」あるいは「〜するのを阻む」という意図的な結果・防止を表している。
  2. 3.9.7φρονῆσαί τε δεινὸν — δεινὸς φρονῆσαι(「考えることにおいて恐るべき、聡明な」)という不定詞の副詞的用法(いわゆる「〜するにおいて」という観点・尊敬の不定詞)。
  3. 3.9.8ᾧ τινι ἀναγκάσει — 関係代名詞 ὅστις(ᾧ τινι)に導かれる関係節。動詞 ἀναγκάσει(直説法未来)を伴い、目的(「〜するための方法」)を表している。
  4. 3.9.11τὰ δὲ ἐπὶ τούτοις ... ἐδήλωσέ μοι ... τὰ ἐς Παυσανίαν — 主語は τὰ ἐς Παυσανίαν(「パウサニアスに関する部分」)で、三人称単数動詞 ἐδήλωσε に係り、目的語が τὰ δὲ ἐπὶ τούτοις ...(「これに続く事柄」)となる。中性複数主語に単数動詞が呼応する文法規則(Attic schema)が適用されている。
  5. 3.9.12χάριτι τῇ ἐς Θηβαίους — 与格 χάριτι(「好意によって、〜のために」)に原因・動機を示す前置詞句 τῇ ἐς Θηβαίους(「テバイ人たちに対する」)が係っている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.9.7-3.9.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.9.7-3.9.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。