§3.9.1βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐς τὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας·
アゲシラオス(アルキダモスの子)が王となり、ラケダイモン人たちは船でアジアに渡り、ダレイオスの子アルタクセルクセスを攻略することを決定した。
ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶν ἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς.
というのも、彼らは他の公職にある者たち、とりわけリュサンドロスから、アテナイ人との戦争において彼らに船(の建造費)のための資金を提供したのはアルタクセルクセスではなく、キュロスであった、と納得させられていたからである。
Ἀγησίλαος δὲ—ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆς πεζῆς—περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺς ἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων.
一方、アゲシラオスは――というのも、彼は軍勢をアジアに渡らせるよう命じられ、また歩兵部隊の指揮官に任命されていたからである――、アルゴスを除くペロポネソス、および地峡の外のギリシア人たちのもとに(使者を)巡回させ、彼らに同盟を結ぶよう要請した。
§3.9.2Κορίνθιοι μὲν οὖν, καίπερ ἐς τὰ μάλιστα ἔχοντες προθύμως μετασχεῖν τοῦ ἐς τὴν Ἀσίαν στόλου, κατακαυθέντος σφίσιν ἐξαίφνης ναοῦ Διὸς ἐπίκλησιν Ὀλυμπίου, ποιησάμενοι πονηρὸν οἰωνὸν καταμένουσιν ἄκοντες.
さて、コリントス人たちは、アジアへの遠征に極めて意欲的に参加しようとしていたものの、オリンピオスと呼ばれるゼウスの神殿が突然彼らのところで焼失したため、これを不吉な前兆とみなして、不本意ながらもとどまった。
Ἀθηναίοις δὲ ἦν μὲν ἡ πρόφασις ἐκ τοῦ Πελοποννησίων πολέμου καὶ ἐκ νόσου τῆς λοιμώδους ἐπανήκειν τὴν πόλιν ἐς τὴν πρότερόν ποτε οὖσαν εὐδαιμονίαν·
アテナイ人たちにとっては、ペロポネソス戦争と疫病の後、国家がかつてあった繁栄へと立ち戻る途上にあるということが表向きの理由であった。
πυνθανόμενοι δὲ διʼ ἀγγέλων ὡς Κόνων ὁ Τιμοθέου παρὰ βασιλέα ἀναβεβηκὼς εἴη, κατὰ τοῦτο ἡσύχαζον μάλιστα.
しかし彼らは、ティモテオスの子コノンが(ペルシアの)王のもとへと上ったことを使者を通じて知ると、この理由によって何よりも静観していた。
§3.9.3ἀπεστάλη δὲ καὶ ἐς Θήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲ εἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος τοῦ τείχους ἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν.
テバイへは、アゲシラオスの母の父であり、テバイ人たちと親しい間柄にあり、また城壁が陥落した際に中に取り残されたプラタイア人たちを死刑に処すると決定した裁判官たちの一人であったアリストメリダスが使節として派遣された。
Θηβαῖοι μὲν οὖν κατὰ τὰ αὐτὰ Ἀθηναίοις ἀπείπαντο, οὐ φάμενοι βοηθήσειν·
そこでテバイ人たちは、アテナイ人たちと同様に(遠征への参加を)拒否し、援助はしないと言った。
Ἀγησίλαος δέ, ὡς αὐτῷ τά τε οἴκοθεν καὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν, ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴν θεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν.
一方アゲシラオスは、本国および同盟国からの軍勢が彼のもとに集まり、同時に船の準備が整うと、かつてアガメムノンもここで女神を宥めてトロイアへの遠征軍を率いたという理由から、アルテミスに犠牲を捧げるためにアウリスに到着した。
§3.9.4ἠξίου δὲ ἄρα ὁ Ἀγησίλαος πόλεώς τε εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου.
アゲシラオスは、自分がアガメムノン王よりも繁栄した国家の王であり、彼と同様に全ギリシアの支配者であると自負しており、また、王アルタクセルクセスを打ち破ってペルシアの富を手に入れるという偉業は、プリアモスの支配を打ち倒すことよりもさらに輝かしいものになるだろうと考えていたのである。
θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων καιόμενα ἤδη τὰ μηρία ἀπορρίπτουσιν ἀπὸ τοῦ βωμοῦ καὶ αὐτὸν ἐξελαύνουσιν ἐκ τοῦ ἱεροῦ.
しかし、彼が犠牲を捧げていると、テバイ人たちが武装して襲いかかり、すでに燃え始めていた犠牲獣の腿肉を祭壇から投げ捨て、彼自身を神域から追い払った。
§3.9.5Ἀγησίλαον δὲ ἐλύπει μὲν ἡ θυσία μὴ τελεσθεῖσα, διέβαινε δὲ ὅμως ἐς τὴν Ἀσίαν καὶ ἤλαυνεν ἐπὶ τὰς Σάρδεις·
アゲシラオスは、犠牲が完了しなかったことに心を痛めたが、それでもアジアに渡り、サルディスへと進軍した。
ἦν γὰρ δὴ τῆς Ἀσίας τῆς κάτω μέγιστον μέρος τηνικαῦτα ἡ Λυδία, καὶ αἱ Σάρδεις πλούτῳ καὶ παρασκευῇ προεῖχον, τῷ τε σατραπεύοντι ἐπὶ θαλάσσῃ τοῦτο οἰκητήριον ἀπεδέδεικτο καθάπερ γε αὐτῷ βασιλεῖ τὰ Σοῦσα.
というのも、当時リュディアは下アジアの最大の部分を占めており、サルディスは富と軍備において勝っており、また沿岸地方を支配するサトラップの居所として、これが定められていたからである。 まるで王自身にとってのスサがそうであるように。
§3.9.6γενομένης δὲ πρὸς Τισσαφέρνην σατράπην τῶν περὶ Ἰωνίαν μάχης ἐν Ἕρμου πεδίῳ τήν τε ἵππον τῶν Περσῶν ἐνίκησεν ὁ Ἀγησίλαος καὶ τὸ πεζὸν τότε πλεῖστον ἀθροισθὲν μετά γε τὸν Ξέρξου καὶ πρότερον ἔτι ἐπὶ Σκύθας Δαρείου καὶ ἐπὶ Ἀθήνας στρατόν.
ヘルモス川の平野で、イオニア地方を管轄するサトラップのティッサペルネスとの間に戦闘が起こると、アゲシラオスはペルシア人の騎兵隊を破り、当時集められた、クセルクセスの軍勢、およびそれよりさらに前のダレイオスによるスキタイ遠征とアテナイ遠征の軍勢に次ぐ規模の、最大の歩兵部隊を破った。
Λακεδαιμόνιοι δὲ ἀγασθέντες τὸ ἐς τὰ πράγματα τοῦ Ἀγησιλάου πρόθυμον διδόασιν ἄρχοντα εἶναι καὶ τῶν νεῶν αὐτῷ.
ラケダイモン人たちは、国事に対するアゲシラオスの熱意に感嘆し、彼に船(海軍)の指揮権をも与えた。
ὁ δὲ ταῖς μὲν τριήρεσιν ἐπέστησεν ἡγεμόνα Πείσανδρον—τοῦ Πεισάνδρου δὲ ἐτύγχανε συνοικῶν ἀδελφῇ—, τῷ πολέμῳ δὲ αὐτὸς κατὰ γῆν προσεῖχεν ἐρρωμένως.
彼は三段櫂船の指揮官に、自身の姉妹と結婚していたペイサンドロスを任命し、自身は陸上での戦争に精力的に専念した。