Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.9.7-3.9.13

阿格西劳斯的回师与科罗尼亚之战

第 112 段,共 465 段 · 希腊语

内容简介

由于波斯国王的阴谋,希腊本土爆发了科林斯战争,迫使阿格西劳斯从亚洲撤兵。在穿过色萨利后,他在科罗尼亚战役中击败了波奥蒂亚人及其盟友。

§3.9.7καί οἱ θεῶν τις ἐβάσκηνε μὴ ἀγαγεῖν τὰ βουλεύματα ἐς τέλος.
有一位神明嫉妒他,使他的计划未能实现。
ὡς γὰρ δὴ ἐπύθετο Ἀρταξέρξης μάχας τε ἃς ἐνίκησεν Ἀγησίλαος καὶ ὡς ἐς τὸ πρόσω χειρούμενος τὰ ἐν ποσὶ πρόεισιν ἀεὶ σὺν τῷ στρατῷ, Τισσαφέρνην μὲν καίπερ τὰ πρότερα εὐεργέτην ὄντα ζημιοῖ θανάτῳ, Τιθραύστην δὲ κατέπεμψεν ἐπὶ θάλασσαν, φρονῆσαί τε δεινὸν καί τι καὶ ἐς τοὺς Λακεδαιμονίους ἔχοντα δυσνοίας.
因为当阿尔塔克薛西斯得知阿格西劳斯赢得的战役,以及他如何率领军队不断前进、征服眼前的一切时,他便处死了提萨斐尼(尽管提萨斐尼此前曾是他的恩人),并将提特劳斯特斯派遣到沿海地区,此人智谋过人,且对拉acedaemon人怀有一些敌意。
§3.9.8οὗτος ὡς ἀφίκετο ἐς Σάρδεις, αὐτίκα ἐπενόει τρόπον ᾧ τινι ἀναγκάσει Λακεδαιμονίους τὴν ἐκ τῆς Ἀσίας ἀνακαλέσασθαι στρατιάν.
此人抵达萨迪斯后,立时开始策划某种方法,以迫使拉acedaemon人从亚洲召回他们的军队。
ἄνδρα οὖν Ῥόδιον Τιμοκράτην ἐς τὴν Ἑλλάδα πέμπει χρήματα ἄγοντα, ἐντειλάμενος πόλεμον ἐν τῇ Ἑλλάδι ἐργάσασθαι Λακεδαιμονίοις.
于是他派罗德斯人提摩克拉特斯携带资金前往希腊,命令他在希腊对拉acedaemon人发动战争。
οἱ δὲ τῶν χρημάτων μεταλαβόντες Ἀργείων μὲν Κύλων τε εἶναι λέγονται καὶ Σωδάμας, ἐν Θήβαις δὲ Ἀνδροκλείδης καὶ Ἰσμηνίας καὶ Ἀμφίθεμις· μετέσχε δὲ καὶ Ἀθηναῖος Κέφαλος καὶ Ἐπικράτης καὶ ὅσοι Κορινθίων ἐφρόνουν τὰ Ἀργείων Πολυάνθης τε καὶ Τιμόλαος.
分享了这笔资金的人,据说在阿哥斯人中是基隆和索达马斯;在忒拜是安德罗克莱德斯、伊斯美尼亚斯和安菲特米斯;而雅典人凯法罗斯和埃皮克拉特斯也参与了其中,还有支持阿哥斯人立场的科林斯人波利安特斯和提摩劳斯。
§3.9.9οἱ δὲ ἐς τὸ φανερὸν τοῦ πολέμου παρασχόντες τὴν ἀρχὴν ἐγένοντο οἱ ἐξ Ἀμφίσσης Λοκροί.
而公开挑起战争起因的,是来自安菲萨的洛克里斯人。
τοῖς γὰρ δὴ Λοκροῖς γῆ πρὸς τοὺς Φωκέας ἐτύγχανεν οὖσα ἀμφισβητήσιμος· ἐκ ταύτης ὑπὸ Θηβαίων ἐπαρθέντες τῶν περὶ Ἰσμηνίαν τόν τε σῖτον ἀκμάζοντα ἔτεμον καὶ ἤλασαν λείαν ἄγοντες·
因为洛克里斯人与福基斯人之间恰好有一块争议土地;受到伊斯美尼亚斯一派的忒拜人煽动,洛克里斯人从这片土地上收割了成熟的谷物,并作为战利品驱赶走了牲畜。
ἐνέβαλον δὲ πανδημεὶ καὶ οἱ Φωκεῖς ἐς τὴν Λοκρίδα καὶ ἐδῄωσαν τὴν χώραν.
因此,福基斯人也全军入侵洛克里斯,蹂躏了该地区。
§3.9.10ἐπηγάγοντο οὖν οἱ Λοκροὶ συμμάχους Θηβαίους καὶ τὴν Φωκίδα ἐπόρθησαν· ἐς δὲ τὴν Λακεδαίμονα ἐλθόντες οἱ Φωκεῖς τοῖς Θηβαίοις ἐπέκειντο καὶ ἐδίδασκον οἷα ἐπεπόνθεσαν ὑπʼ αὐτῶν.
于是洛克里斯人引进了忒拜人作为盟友并劫掠了福基斯;而福基斯人前往拉acedaemon,指责忒拜人,并说明了他们所遭受的待遇。
Λακεδαιμονίοις δὲ πόλεμον πρὸς Θηβαίους ἔδοξεν ἄρασθαι· ἐποιοῦντο δὲ ἐς αὐτοὺς καὶ ἄλλα ἐγκλήματα καὶ τὴν ἐν Αὐλίδι αὐτῶν ὕβριν ἐς τὴν Ἀγησιλάου θυσίαν.
拉acedaemon人决定对忒拜人发动战争;他们对忒拜人提出了其他指控,其中包括忒拜人在奥利斯对阿格西劳斯献祭所做出的无礼行为。
§3.9.11Ἀθηναῖοι δὲ τὴν διάνοιαν τῶν Λακεδαιμονίων προπεπυσμένοι πέμπουσιν ἐς Σπάρτην, ὅπλα μὲν ἐπὶ Θήβας δεόμενοι μὴ κινῆσαι, δίκῃ δὲ ὑπὲρ ὧν ἐγκαλοῦσι διακρίνεσθαι· Λακεδαιμόνιοι δὲ πρὸς ὀργὴν ἀποπέμπουσι τὴν πρεσβείαν.
雅典人预先得知了拉acedaemon人的意图,派遣使者前往斯巴达,恳求他们不要对忒拜动武,而是通过法律诉讼来解决他们的申诉;然而,拉acedaemon人愤怒地遣回了使团。
τὰ δὲ ἐπὶ τούτοις ἔς τε τὴν Λακεδαιμονίων ἔξοδον καὶ τὰ ἐς τὴν Λυσάνδρου τελευτὴν ἐδήλωσέ μοι τοῦ λόγου τὰ ἐς Παυσανίαν·
在这之后的事件,关于拉acedaemon人的出征以及赖桑德之死,我已在叙事中涉及帕萨尼亚斯的部分作了说明。
§3.9.12καὶ ὁ κληθεὶς Κορινθιακὸς πόλεμος ἐς πλέον ἀεὶ προῆλθεν ἀπὸ τῆς Λακεδαιμονίων ἀρξάμενος ἐς Βοιωτίαν ἐξόδου.
而被称为科林斯战争的战事,自拉acedaemon人出征波奥蒂亚开始,愈发蔓延开来。
κατὰ ταύτην μὲν δὴ τὴν ἀνάγκην ὀπίσω τὸ στράτευμα ἐκ τῆς Ἀσίας ἀπῆγεν Ἀγησίλαος·
确实由于这种迫切的需要,阿格西劳斯将他的军队从亚洲撤回。
ἐπεὶ δὲ ἐξ Ἀβύδου περαιωθεὶς ναυσὶν ἐς Σηστὸν καὶ διεξελθὼν τὴν Θρᾴκην ἀφίκετο ἐς Θεσσαλίαν, ἐνταῦθα οἱ Θεσσαλοὶ χάριτι τῇ ἐς Θηβαίους τοῦ πρόσω τὸν Ἀγησίλαον ἐπειρῶντο εἴργειν· ἦν δέ τι εὐνοίας ἐκ παλαιοῦ καὶ ἐς τὴν πόλιν αὐτοῖς τὴν Ἀθηναίων.
当他乘船从阿比多斯渡海到塞斯托斯,穿过色雷斯抵达色萨利时,那里的色萨利人由于对忒拜人的友好,企图阻挠阿格西劳斯继续前进;因为他们自古以来对雅典人的城市也怀有一些好意。
§3.9.13Ἀγησίλαος δὲ Θεσσαλίαν τε διεξῆλθε τρεψάμενος αὐτῶν τὸ ἱππικὸν καὶ αὖθις διὰ Βοιωτῶν διώδευσε Θηβαίους ἐν Κορωνείᾳ καὶ τὸ ἄλλο νικήσας συμμαχικόν.
但阿格西劳斯在击退了他们的骑兵后穿过了色萨利,并再次穿过波奥蒂亚人(的土地)行军,在科罗尼亚击败了忒拜人及其余的同盟军。
ὡς δὲ ἐτράποντο οἱ Βοιωτοί, καταφεύγουσιν ἄνδρες ἐξ αὐτῶν ἐς ἱερὸν Ἀθηνᾶς ἐπίκλησιν Ἰτωνίας·
当波奥蒂亚人败退时,他们中的一些人逃进了被称为伊托尼亚的雅典娜神殿。
Ἀγησίλαος δὲ εἶχε μὲν τραῦμα ἐκ τῆς μάχης, ἐς δὲ τοὺς ἱκέτας παρενόμησεν οὐδʼ οὕτως.
阿格西劳斯虽然在战斗中负了伤,但即使如此,他也未对寻求庇护的人做出不法行为。

词汇与语法注释

  1. 3.9.7μὴ ἀγαγεῖν — 带否定词 μή 的不定式短语 μὴ ἀγαγεῖν 依赖于动词 ἐβάσκηνε(“嫉妒、阻碍”),表示结果(“以至于未能使……”)或阻碍。
  2. 3.9.7φρονῆσαί τε δεινὸν — 不定式 φρονῆσαι 用作副词性修饰(表示方面或关系),修饰形容词 δεινόν(“在思考上令人敬畏的”,即“足智多谋的”)。
  3. 3.9.8ᾧ τινι ἀναγκάσει — 由关系代词 ᾧ τινι 引导并搭配直陈式将来时动词 ἀναγκάσει 的关系从句,表示目的(“用以迫使……的方法”)。
  4. 3.9.11τὰ δὲ ἐπὶ τούτοις ... ἐδήλωσέ μοι ... τὰ ἐς Παυσανίαν — 主语是中性复数短语 τὰ ἐς Παυσανίαν(“关于帕萨尼亚斯的部分”),其谓语动词为第三人称单数 ἐδήλωσε,这符合中性复数主语搭配单数动词的“雅典式语法”(schema Atticum)。宾语是 τὰ δὲ ἐπὶ τούτοις(“在这之后的事件”)。
  5. 3.9.12χάριτι τῇ ἐς Θηβαίους — 与格 χάριτι 表示原因或动机(“出于好意”),并受到带冠词的前置词短语 τῇ ἐς Θηβαίους(“对忒拜人的”)的限定修饰。

引用这一段

保萨尼亚斯, 希腊志 §3.9.7-3.9.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.9.7-3.9.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。