Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.10.1-3.10.8

アゲシラオスの晩年とラコニア北東部の地誌

113 / 465 箇所 · ギリシア語

要旨

アゲシラオスの後半生の行績、エジプト遠征、彼の子アルキダモスの治世とデルポイをめぐる諸事件、さらにラコニア地方のいくつかの地域(スコティタス、カリュアイ、セッラシア、トルナクス)の名所旧跡を記す。

§3.10.1οὐ πολλῷ δὲ ὕστερον τὸν ἀγῶνα ἔθηκαν τῶν Ἰσθμίων οἱ ἐπὶ λακωνισμῷ φεύγοντες Κορίνθιοι.
それから間もなくして、親スパルタゆえに亡命していたコリントス人たちがイストミア競技会を開催した。
οἱ δὲ ἐν τῇ πόλει τότε μὲν τῷ Ἀγησιλάου δείματι ἡσύχαζον· ἀναζεύξαντος δὲ ἐς τὴν Σπάρτην, οὕτω καὶ αὐτοὶ μετὰ Ἀργείων τὰ Ἴσθμια ἄγουσιν.
当時、市内にいたコリントス人たちはアゲシラオスの恐怖のために静かにしていたが、彼がスパルタへと退去すると、そのように彼ら自身もアルゴス人たちとともにイストミア競技会を挙行した。
ἀφίκετο δὲ καὶ αὖθις ἐπὶ Κόρινθον στρατιᾷ·
アゲシラオスは再び軍勢を率いてコリントスへとやってきた。
καὶ—ἐπῄει γὰρ Ὑακίνθια—ἀφίησι τοὺς Ἀμυκλαιεῖς οἴκαδε ἀπελθόντας τὰ καθεστηκότα τῷ τε Ἀπόλλωνι καὶ Ὑακίνθῳ δρᾶσαι.
そして――ヒュアキンテイア祭が近づいていたので――アミュクライの者たちが帰郷し、アポロンとヒュアキントスに対して定められた儀式を執り行うことを許可した。
ταύτην τὴν μοῖραν ἐπιθέμενοι καθʼ ὁδὸν Ἀθηναῖοι καὶ Ἰφικράτης διέφθειραν·
アテナイ人たちとイピクラテスは、途中でこの部隊を襲撃し、壊滅させた。
§3.10.2Ἀγησίλαος δὲ καὶ ἐς Αἰτωλίαν ἐπικουρήσων ἀφίκετο Αἰτωλοῖς ὑπὸ Ἀκαρνάνων πολέμῳ πιεζομένοις, καὶ Ἀκαρνᾶνας ἠνάγκασε καταλύσασθαι τὸν πόλεμον οὐ πολὺ ἀποδέοντας Καλυδῶνα καὶ τὰ ἄλλα Αἰτωλῶν πολίσματα ᾑρηκέναι.
アゲシラオスはまた、アカルナニア人たちとの戦争で窮地に陥っていたアイトリア人たちを救援するためにアイトリアへと赴き、アカルナニア人たちに戦争をやめさせたが、彼らはカリュドンやアイトリアの他の町々を占領するまであと一歩のところまで迫っていた。
χρόνῳ δὲ ὕστερον ἔπλευσε καὶ ἐς Αἴγυπτον, ἀφεστηκότων ἀπὸ βασιλέως τῶν Αἰγυπτίων βοηθήσων·
後になって、彼は国王から離反したエジプト人たちを支援するためにエジプトへと船で渡った。
καὶ ἔστιν Ἀγησιλάῳ πολλά τε εἰργασμένα καὶ μνήμης ἄξια ἐν Αἰγύπτῳ.
アゲシラオスがエジプトで成し遂げたことには、多くの記憶に値することがある。
καὶ—ἦν γὰρ δὴ ἤδη γέρων—τὸν μὲν κατὰ τὴν πορείαν ἐπέλαβεν ἡ μοῖρα·
そして――彼はすでに老齢であったので――帰路の途中で運命が彼を捉えた。
Λακεδαιμόνιοι δέ, ὡς ἐκομίσθη σφίσιν ὁ νεκρός, θάπτουσιν αὐτὸν βασιλέων τιμήσαντες μάλιστα.
ラケダイモン人たちは、彼の遺体が運ばれてくると、王たちのうちでも最も大きな栄誉をもって彼を葬った。
§3.10.3Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς.
アゲシラオスの子アルキダモスが王であったとき、フォキス人たちがデルポイの神殿を占拠した。
Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίᾳ συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων.
テバイ人たちと戦うフォキス人たちを救援するため、個々の者たちが資金を得て同盟軍として集まったが、公の取り決めとしては、ラケダイモン人たちとアテナイ人たちが彼らを救った。 アテナイ人たちはフォキス人たちからの古い恩義を記憶していたからであり、ラケダイモン人たちもまた、表向きは友好を理由にしていたが、私の見るところでは、テバイ人たちに対する憎悪によるものであった。
Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον.
ダマシストラトスの子テオポンポスは、アルキダモス自身がその資金の一部を受け取っており、さらにアルキダモスの妻デイニカがフォキス人の権力者たちから贈り物を受け取ることで、アルキダモスが彼らとの同盟にいっそう積極的になるようにしたと述べている。
§3.10.4τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείων πορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον·
神聖な資金を受け取り、最も有名な神託所を略奪した者たちを援助したことは、決して賞賛に値するとは思わないが、しかし、次のような点において彼には賞賛に値する点がある。
Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρῃτήσατο Ἀρχίδαμος.
すなわち、フォキス人たちは、デルポイの若者を皆殺しにし、女子供を奴隷にし、都市そのものを徹底的に破壊することすら辞さなかったのであるが、アルキダモスは、デルポイの人々がフォキス人たちからそのような目に遭わないよう懇願したからである。
§3.10.5διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων·
彼はのちにイタリアへも渡り、隣接する異民族との戦争においてタレントス人たちを支援した。
καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος.
そして彼はその地で異民族によって殺され、アポロンの怒りが彼の遺体が埋葬されることを妨げた。
τοῦ δὲ Ἀρχιδάμου τούτου τὸν μὲν πρεσβύτερον παῖδα Ἆγιν κατέλαβεν ἀποθανεῖν Μακεδόσιν ἐναντία καὶ Ἀντιπάτρῳ μαχεσάμενον, Εὐδαμίδας δὲ ὁ νεώτερος Λακεδαιμονίοις ἐβασίλευσεν ἄγουσιν εἰρήνην.
このアルキダモスの長男アギスはマケドニア人およびアンティパトロスと戦って戦死し、次男のエウダミダスはラケダイモン人たちが平和を維持している間に王として君臨した。
τὰ δὲ ἐς Ἆγιν τὸν Εὐδαμίδου καὶ ἐς Εὐρυδαμίδαν τὸν Ἄγιδος ὡς ἔσχεν, ἤδη μοι καὶ τάδε ἡ Σικυωνία συγγραφὴ διεξῄει.
エウダミダスの子アギスとアギスの子エウリュダミダスに何が起こったかについては、すでにシキュオンの記述において私の叙述が詳しく説明している。
§3.10.6ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἐστιν ὁ τόπος οὗτος ἅπας δρυῶν πλήρης·
ヘルメスたちの像から進むと、この地域はすべて樫の森で満ちている。
τὸ δὲ ὄνομα τῷ χωρίῳ Σκοτίταν οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπίκλησιν ἔσχε Σκοτίτας, καὶ ἔστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστά που στάδια ἐκτραπομένοις ἱερὸν Σκοτίτα Διός.
この場所にスコティタスという名がついたのは、木々が密集しているからではなく、ゼウスがスコティタスという異名を持っているからであり、道路の左手を10スタディオンほど外れたところにスコティタス・ゼウスの神殿がある。
ἐπανελθόντων δὲ ἐντεῦθεν προελθοῦσιν ὀλίγον καὶ τραπεῖσιν αὖθις ἐς ἀριστερὰν ἄγαλμά ἐστιν Ἡρακλέους καὶ τρόπαιον·
そこから引き返して少し進み、再び左に曲がると、ヘラクレスの像と戦勝記念碑がある。
ἀναστῆσαι δὲ ἐλέγετο Ἡρακλῆς ἀποκτείνας Ἱπποκόωντα καὶ τοὺς παῖδας.
これはヘラクレスがヒッポコオンとその息子たちを殺害した後に建てたと言われている。
§3.10.7τρίτη δὲ ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκβολὴ κατὰ τὰ δεξιὰ ἐς Καρύας ἄγει καὶ ἐς τὸ ἱερὸν τῆς Ἀρτέμιδος.
本道から右へ分岐する3番目の道は、カリュアイおよびアルテミスの神殿へと通じている。
τὸ γὰρ χωρίον Ἀρτέμιδος καὶ Νυμφῶν ἐστιν αἱ Κάρυαι καὶ ἄγαλμα ἕστηκεν Ἀρτέμιδος ἐν ὑπαίθρῳ Καρυάτιδος·
というのも、カリュアイという場所はアルテミスとニンフたちの土地であり、野外にはカリュアティス・アルテミスの像が立っているからである。
χοροὺς δὲ ἐνταῦθα αἱ Λακεδαιμονίων παρθένοι κατὰ ἔτος ἱστᾶσι καὶ ἐπιχώριος αὐταῖς καθέστηκεν ὄρχησις.
ラケダイモン人たちの乙女たちは、ここで毎年合唱を組織し、彼女たちに独特の郷土舞踊が定着している。
ἀναστρέψαντι δὲ καὶ κατὰ τὴν λεωφόρον ἰόντι ἐρείπια Σελλασίας ἐστί·
引き返して街道を進むと、セッラシアの遺跡がある。
ταύτην, καθὰ καὶ πρότερον ἔγραψα, ἠνδραποδίσαντο Ἀχαιοὶ Λακεδαιμονίους καὶ τὸν βασιλέα Κλεομένην τὸν Λεωνίδου μάχῃ νικήσαντες.
ここについては、以前に私が書いたように、アカイア人たちがラケダイモン人たちとレオニダスの子である王クレオメネスを戦闘で破った後に、住民を奴隷としたのである。
§3.10.8ἐν δὲ Θόρνακι—ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών—ἄγαλμά ἐστι Πυθαέως Ἀπόλλωνος κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον·
トルナクス――さらに進むとここに到着する――には、ピタエウス・アポロンの像があり、アミュクライにある像と同じ方法で作られている。
τὸ δὲ σχῆμα ὁποῖόν ἐστιν, ἐπʼ ἐκείνῳ γράψω.
その姿がどのようなものであるかは、そちらの箇所で記述することにしよう。
Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος.
ラケダイモン人たちにとってアミュクライのアポロンに関する事柄の方が有名であり、そのためリディア人クロイソスがピタエウス・アポロンに送った黄金も、彼らはアミュクライの像を飾るために流用したほどである。

語釈・文法注

  1. §3.10.1οἱ ἐπὶ λακωνισμῷ φεύγοντες Κορίνθιοι — 前置詞 ἐπί +与格 λακωνισμῷ は行為の原因(〜の理由で、〜のために)を表す。現在分詞 φεύγοντες は名詞的に用いられ、「(スパルタ支持の嫌疑で)亡命・追放されている人々」を表す。
  2. §3.10.2οὐ πολὺ ἀποδέοντας — 分詞 ἀποδέοντας は Ἀκαρνᾶνας(対格・主語)を修飾し、完了不定詞 ᾑρηκέναι を伴って「占領することにそれほど欠けていなかった」、すなわち「あともう少しで占領するほどまでに至っていた」という切迫した文脈を形成している。
  3. §3.10.3ἐμοὶ δοκεῖν — 不定詞 δοκεῖν は「絶対不定詞(親有不定詞)」の用法で、主節の構造から独立して「私の見解では」「私が思うに」という挿入的な制限的表現を作る。
  4. §3.10.4τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείων πορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι — 冠詞付き不定詞句(τὸ ... δέξασθαι καὶ ... ἀμῦναι)が全体として τίθεμαι の直接目的語(対格)となっており、補語の οὐκ ἐς ἔπαινον(賞賛には置かない、値しない)と結びついている。また、分詞 πορθήσασι は与格の ἄνδρασιν に係り、その不当な行為を説明している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.10.1-3.10.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.10.1-3.10.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。