Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.8.1-3.8.10

アギス2世の遠征とアゲシラオスの王位継承

110 / 465 箇所 · ギリシア語

要旨

スパルタ王アギス2世のオリンピアをめぐるエリス遠征などの軍事的業績、および彼の死後にその息子レオテュキデスの出生疑惑を巡ってアゲシラオスとの間で起きた王位継承争いについて述べる。

§3.8.1Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος παῖδας Ἆγίς τε πρεσβύτερος ἦν ἡλικίᾳ καὶ παρέλαβεν ἀντὶ Ἀγησιλάου τὴν ἀρχήν.
アルキダモスが亡くなったとき、子供たちを残したが、アギスが年齢が上で、アゲシラオスの代わりに支配権を引き継いだ。
ἐγένετο δὲ Ἀρχιδάμῳ καὶ θυγάτηρ, ὄνομα μὲν Κυνίσκα, φιλοτιμότατα δὲ ἐς τὸν ἀγῶνα ἔσχε τὸν Ὀλυμπικόν καὶ πρώτη τε ἱπποτρόφησε γυναικῶν καὶ νίκην ἀνείλετο Ὀλυμπικὴν πρώτη.
アルキダモスには娘も生まれ、名はクニスカと言い、オリンピアの競技に対して極めて強い意欲を抱き、女性の中で最初に馬を飼育し、最初にオリンピアの勝利を勝ち取った。
Κυνίσκας δὲ ὕστερον γυναιξὶ καὶ ἄλλαις καὶ μάλιστα ταῖς ἐκ Λακεδαίμονος γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ὧν ἐπιφανεστέρα ἐς τὰς νίκας οὐδεμία ἐστὶν αὐτῆς.
クニスカの後、他の女性たちにも、とりわけラケダイモン出身の女性たちにオリンピアの勝利が生じたが、その勝利に関して、彼女より輝かしい者は誰もいない。
§3.8.2δοκοῦσι δὲ οἱ Σπαρτιᾶταί μοι ποίησιν καὶ ἔπαινον τὸν ἀπʼ αὐτῆς ἥκιστα ἀνθρώπων θαυμάσαι·
しかし私には、スパルタ人たちは詩や、それから得られる賛辞を、人間のうちで最も重んじなかったように思われる。
ὅτι γὰρ μὴ τῇ Κυνίσκᾳ τὸ ἐπίγραμμα ἐποίησεν ὅστις δή, καὶ ἔτι πρότερον Παυσανίᾳ τὸ ἐπὶ τῷ τρίποδι Σιμωνίδης τῷ ἀνατεθέντι ἐς Δελφούς, ἄλλο γε παρὰ ἀνδρὸς ποιητοῦ Λακεδαιμονίων τοῖς βασιλεῦσιν οὐδέν ἐστιν ἐς μνήμην.
というのも、クニスカのために誰かしらが作った碑文、そしてそれよりさらに前にシモニデスがデルポイに奉納された三脚釜にパウサニアスのために作った詩を除けば、詩人の手によるもので、ラケダイモン人の王たちの記憶にとどまるようなものは他に何もないからである。
§3.8.3ἐπὶ δὲ Ἄγιδος τοῦ Ἀρχιδάμου βασιλεύοντος Λακεδαιμονίοις ἄλλα τε ἐγένετο ἐς Ἠλείους ἐγκλήματα καὶ τοῦ ἀγῶνος τοῦ Ὀλυμπικοῦ καὶ ἱεροῦ τοῦ Ὀλυμπίασιν ὑπʼ αὐτῶν εἰργόμενοι μάλιστα ἤχθοντο.
アルキダモスの子アギスが支配していたとき、ラケダイモン人にはエリス人に対する他の不満も生じたが、何よりも彼らによってオリンピアの競技およびオリンピアの神殿から排除されていることに彼らは最も憤慨していた。
ἀποστέλλουσιν οὖν κήρυκα ἐπίταγμα φέροντα Ἠλείοις Λεπρεάτας τε αὐτονόμους ἀφιέναι καὶ ὅσοι τῶν περιοίκων ἄλλοι σφίσιν ἦσαν ὑπήκοοι.
そこで彼らは、エリス人に対して、レプレオン人を自治(独立)させること、および周辺住民のうちで彼らの従属下にある他のすべての者を解放することを要求する伝令を送った。
ἀποκριναμένων δὲ Ἠλείων ὡς ἐπειδὰν τὰς περιοικίδας τῆς Σπάρτης πόλεις ἴδωσιν ἐλευθέρας, οὐδὲ αὐτοὶ μελλήσουσιν ἔτι ἀφιέναι τὰς ἑαυτῶν, οὕτω Λακεδαιμόνιοι καὶ ὁ βασιλεὺς Ἆγις ἐσβάλλουσιν ἐς τὴν Ἠλείαν.
これに対してエリス人が、自分たちがスパルタのペリオイコイの諸都市が自由になるのを見たときには、自分たちもそれらを解放することをこれ以上躊躇しないだろう、と答えたため、そのようにしてラケダイモン人とアギス王はエリス地方に侵入した。
§3.8.4τότε μὲν δὴ τοῦ θεοῦ σείσαντος ὀπίσω τὸ στράτευμα ἀπεχώρησεν ἄχρι Ὀλυμπίας καὶ τοῦ Ἀλφειοῦ προελθόντες·
そのときは、神が地震を起こしたため、軍勢はオリンピアおよびアルペイオス川まで進んだものの、引き返した。
τῷ δὲ ἐφεξῆς ἔτει τήν τε χώραν ἐδῄωσεν ὁ Ἆγις καὶ ἤλασε τῆς λείας τὴν πολλήν.
しかし翌年、アギスはその地を荒廃させ、戦利品の大部分を連れ去った。
Ξενίας δὲ ἀνὴρ Ἠλεῖος Ἄγιδί τε ἰδίᾳ ξένος καὶ Λακεδαιμονίων τοῦ κοινοῦ πρόξενος ἐπανέστη τῷ δήμῳ σὺν τοῖς τὰ χρήματα ἔχουσι·
エリス人で、個人的にはアギスの客友であり、ラケダイモン人の共同体に対してはプロクセノスであったクセニアスという男が、富裕な者たちとともに民衆に対して蜂起した。
πρὶν δὲ Ἆγιν καὶ τὸν στρατὸν ἀφῖχθαί σφισιν ἀμύνοντας, Θρασυδαῖος προεστηκὼς τότε τοῦ Ἠλείων δήμου μάχῃ Ξενίαν καὶ τοὺς σὺν αὐτῷ κρατήσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
しかし、アギスと軍勢が彼らを救援するために到着する前に、当時エリスの民衆の指導者であったプラスュダイオスが、戦いでクセニアスとその一味を破り、市から追放した。
§3.8.5Ἆγις δὲ ὡς ἀπήγαγεν ὀπίσω τὴν στρατιάν, Λυσίστρατον Σπαρτιάτην καὶ μοῖράν τε τῆς δυνάμεως καὶ Ἠλείων καταλείπει τοὺς φυγάδας, κακουργεῖν σφᾶς ὁμοῦ Λεπρεάταις τὴν χώραν.
アギスは軍隊を退却させると、スパルタ人リュシストラトスと軍勢の一部、およびエリス人の亡命者たちを残し、彼らがレプレオン人と協力してその地を荒らし回るようにした。
τρίτῳ δὲ ἔτει τοῦ πολέμου Λακεδαιμόνιοι μὲν καὶ Ἆγις παρεσκευάζοντο ὡς ἐς τὴν Ἠλείαν καὶ τότε ἐσβαλοῦντες·
戦争の三年目、ラケダイモン人たちとアギスは、その時もエリスに侵入しようと準備をしていた。
οἱ δὲ Ἠλεῖοι καὶ Θρασυδαῖος—κεκακωμένοι γὰρ ἐς τὸ ἔσχατον ἦσαν— συγχωροῦσι μήτε τῶν περιοίκων ἔτι ἄρχειν καὶ τοῦ ἄστεως κατερεῖψαι τὸ τεῖχος, Λακεδαιμονίους τε ἐν Ὀλυμπίᾳ καὶ θύειν τῷ θεῷ καὶ τὸν ἀγῶνα ἐξεῖναί σφισιν ἀγωνίζεσθαι.
しかしエリス人とプラスュダイオスは――彼らは極限まで困窮していたので――これ以上ペリオイコイを支配しないこと、および市の城壁を取り壊すこと、そしてラケダイモン人たちにオリンピアで神に犠牲を捧げ、競技に参加することが許されることに同意した。
§3.8.6ἐνέβαλλε δὲ καὶ ἐς τὴν Ἀττικὴν συνεχῶς ὁ Ἆγις στρατιᾷ καὶ ἐπετείχισε φρούριον Ἀθηναίοις τὸ ἐν Δεκελείᾳ·
アギスはまた、軍勢を率いて絶えずアッティカに侵入し、アテナイ人に対する砦をデケレイアに築いた。
καταλυθέντος δὲ ἐν Αἰγὸς ποταμοῖς τοῦ Ἀθηναίων ναυτικοῦ Λύσανδρος ὁ Ἀριστοκρίτου καὶ Ἆγις ὅρκους μὲν θεῶν ὑπερέβησαν, οὓς ὤμοσαν Ἀθηναίοις ἐν κοινῷ Λακεδαιμόνιοι, κατὰ σφᾶς δὲ αὐτοὶ καὶ οὐ μετὰ Σπαρτιατῶν τοῦ κοινοῦ τὸ βούλευμα ἐς τοὺς συμμάχους ἐξήνεγκαν ἐκκόψαι προρρίζους τὰς Ἀθήνας.
アイゴス・ポタモイにおいてアテナイの海軍が壊滅したとき、アリストクリトスの子リュサンドロスとアギスは、ラケダイモン人たちが共同でアテナイ人と交わした神々への誓いを破り、彼ら自身だけで、そしてスパルタ人の国家共同体を通じることなしに、アテナイを根絶やしにするという提案を同盟国に持ち出した。
§3.8.7τὰ μὲν οὖν ἐς πόλεμον μάλιστα ἐπίσημα τοιαῦτα ὑπῆρχε τῷ Ἄγιδι·
さて、アギスにとって戦争に関する最も顕著な事柄は、このようなものでであった。
προπέτειαν δὲ τὴν Ἀρίστωνος ἐς Δημάρατον καὶ Ἆγις ἐς τὸν παῖδα ἔσχε Λεωτυχίδην, καί οἱ κατά τινα οὐκ ἀγαθὸν δαίμονα ἐσῆλθεν ἐς ἐπήκοον τῶν ἐφόρων εἰπεῖν ὡς οὐχ αὑτοῦ νομίζοι Λεωτυχίδην.
しかし、アリストンがデマラトスに対して犯した軽率さを、アギスもまた息子レオテュキデスに対して犯した。 何かしら不吉な悪霊のしわざによって、監督官たちの聞こえるところで、自分はレオテュキデスを自分の子とは思わない、と言うことが彼の心に浮かんだのである。
ἐπέλαβε μέντοι καὶ Ἆγιν μετάνοια ὕστερον, καὶ—ἔφερον γὰρ τηνικαῦτα οἴκαδε ἐξ Ἀρκαδίας αὐτὸν νοσοῦντα—ὡς ἐγίνετο ἐν Ἡραίᾳ, καὶ τὸ πλῆθος μάρτυρας ἐποιεῖτο ἦ μὴν Λεωτυχίδην ἑαυτοῦ παῖδα ἡγεῖσθαι καί σφισι σὺν ἱκεσίᾳ τε καὶ δακρύοις ἐπέσκηπτε πρὸς Λακεδαιμονίους ταῦτα ἀπαγγέλλειν.
しかし、後にアギスにも後悔が襲った。 というのも、その時彼は病気のためにアルカディアから故郷へと運ばれているところであったが、ヘライアに到着したとき、彼は民衆を証人として呼び、確かにレオテュキデスを自分の息子とみなしていると言い、彼らに対して、懇願と涙とともに、このことをラケダイモン人に報告するよう命じたからである。
§3.8.8μετὰ δὲ Ἆγιν ἀποθανόντα ἀπήλαυνεν Ἀγησίλαος τῆς βασιλείας Λεωτυχίδην, ἐς μνήμην ἄγων Λακεδαιμονίοις τὰ ὑπὸ Ἄγιδός ποτε λεχθέντα ἐς τὸν Λεωτυχίδην.
アギスが亡くなった後、アゲシラオスはレオテュキデスを王位から退けたが、それはかつてアギスがレオテュキデスに関して言った言葉をラケダイモン人たちに思い出させることによってであった。
ἀφίκοντο δὲ καὶ οἱ ἐξ Ἡραίας Ἀρκάδες καὶ ἦσαν τῷ Λεωτυχίδῃ μάρτυρες ὁπόσα Ἄγιδος τελευτῶντος ἤκουσαν.
アルカディアのヘライアからの人々もやって来て、アギスが臨終の際に自分たちが聞いたすべてのことについて、レオテュキデスのための証人となった。
§3.8.9τῷ δὲ Ἀγησιλάῳ καὶ Λεωτυχίδῃ παρέσχεν ἐς πλέον τὸ μάντευμα ἀντιλογίαν τὸ ἐκ Δελφῶν, γεγονὸς μὲν ἐκεῖ, ἔχον δὲ οὕτω·
そして、デルポイから下された、あらかじめそこで告げられ、次のような内容を持っていた神託が、アゲシラオスとレオテュキデスの間の対立をさらに深めることになった。
" φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάστῃ χωλὴ βασιλεία.
「よく考えよ、スパルタよ、大いに誇り高き身なれど、汝の足が健やかなるに、不自由な王権が芽吹かぬように。
δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι φθερσιβρότου τʼ ἐπὶ κῦμα κυκωόμενον πολέμοιο.
長きにわたり、予期せぬ苦難が汝を支配するであろう、人を滅ぼす戦争の沸き立つ波の下で。
"
」そこで当時、レオテュキデスは、この神託はアゲシラオスに対して言われたものだと言った。
§3.8.10τότε οὖν Λεωτυχίδης μὲν ἐς Ἀγησίλαον ταῦτα ἔφασκεν εἰρῆσθαι, τὸν γὰρ δὴ ἕτερον τῶν ποδῶν ἐπεπήρωτο ὁ Ἀγησίλαος·
というのも、アゲシラオスは片方の足を不十分にしていたからである。
Ἀγησίλαος δὲ ἐς Λεωτυχίδην αὐτὰ ἔτρεπεν οὐ γνήσιον ὄντα Ἄγιδος.
しかしアゲシラオスは、それをレオテュキデスがアギスの嫡子でないことに向けた。
Λακεδαιμόνιοι δέ, καίπερ ἐπὶ σφίσιν ὄν, οὐκ ἐπανήγαγον τὸ ἀμφισβήτημα ἐς Δελφούς·
しかしラケダイモン人たちは、それを決める権利が自分たちにあったにもかかわらず、その論争をデルポイに差し戻さなかった。
αἴτιος δʼ ἐμοὶ δοκεῖν Λύσανδρος ἐγένετο ὁ Ἀριστοκρίτου Ἀγησιλάῳ συσπεύδων ἐξ ἅπαντος τὴν βασιλείαν γενέσθαι.
私の考えでは、その原因はアリストクリトスの子リュサンドロスであり、彼は何としてもアゲシラオスに王位がもたらされるよう全力で協力していたのである。

語釈・文法注

  1. 3.8.1Ἀρχιδάμου δὲ ὡς ἐτελεύτα καταλιπόντος — 属格絶対 `Ἀρχιδάμου ... καταλιπόντος`(アルキダモスが子供たちを残して)の内部に、時間節 `ὡς ἐτελεύτα`(彼が亡くなったとき)が挿入された構造。
  2. 3.8.4προελθόντες — 意味による一致(constructio ad sensum)。文法上の主語は単数中性名詞の `τὸ στράτευμα`(軍勢)であるが、内容的に複数個人の集合を指すため、主格・男性・複数の分詞が用いられている。
  3. 3.8.7ἐσῆλθεν ... εἰπεῖν — 非人称的な動詞用法。不定詞 `εἰπεῖν`(言うこと)が `ἐσῆλθεν` の実質的な主語として機能し、 `οἱ` は与格(彼に)として係っている。
  4. 3.8.10καίπερ ἐπὶ σφίσιν ὄν — 対格絶対。非人称的な表現 `ἐπὶ σφίσιν ἐστί`(彼らの手中[決定権]にある)の分詞形 `ὄν` に `καίπερ` が伴い、「それが彼らの権限にあったにもかかわらず」という譲歩の意味を表す。
  5. 3.8.10ἐμοὶ δοκεῖν — 制限的(または絶対的)不定詞の慣用表現。「私に思われるところでは」「私の見解では」の意。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.8.1-3.8.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.8.1-3.8.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。