§3.9.1βασιλεύει τε δὴ Ἀγησίλαος ὁ Ἀρχιδάμου καὶ Λακεδαιμονίοις ἤρεσε διαβῆναι ναυσὶν ἐς τὴν Ἀσίαν, Ἀρταξέρξην τὸν Δαρείου αἱρήσοντας· ἐδιδάσκοντο γὰρ ὑπό τε ἄλλων τῶν ἐν τέλει καὶ μάλιστα ὑπὸ Λυσάνδρου μὴ τὸν Ἀρταξέρξην σφίσιν ἐν τῷ πρὸς Ἀθηναίους πολέμῳ, Κῦρον δὲ εἶναι τὸν τὰ χρήματα διδόντα ἐς τὰς ναῦς.
阿格西劳斯(阿尔基达莫斯之子)成为了国王,拉acedaemon人决定乘船渡海前往亚洲,以击败达里乌斯之子阿尔塔克薛西斯;因为他们受到其他在职官员、特别是赖桑德的劝说,认为在对雅典人的战争中,为他们的船只提供资金的不是阿尔塔克薛西斯,而是居鲁士。
Ἀγησίλαος δὲ—ἀπεδείχθη γὰρ διαβιβάσαι τε ἐς τὴν Ἀσίαν τὸν στρατὸν καὶ δυνάμεως ἡγεμὼν τῆς πεζῆς—περιέπεμπεν ἔς τε Πελοπόννησον πλὴν Ἄργους καὶ ἐς τοὺς Ἕλληνας τοὺς ἐκτὸς Ἰσθμοῦ, συμμαχεῖν σφισιν ἐπαγγέλλων.
而阿格西劳斯——因为他已被任命负责将军队运送至亚洲并担任步兵部队的指挥官——向除阿哥斯之外的伯罗奔尼撒半岛以及地峡之外的希腊人派遣使者,要求他们与自己结盟。
§3.9.2Κορίνθιοι μὲν οὖν, καίπερ ἐς τὰ μάλιστα ἔχοντες προθύμως μετασχεῖν τοῦ ἐς τὴν Ἀσίαν στόλου, κατακαυθέντος σφίσιν ἐξαίφνης ναοῦ Διὸς ἐπίκλησιν Ὀλυμπίου, ποιησάμενοι πονηρὸν οἰωνὸν καταμένουσιν ἄκοντες.
科林斯人虽然极想参加前往亚洲的远征,但由于他们那里的被称为奥林匹斯的主神宙斯的神殿突然被烧毁,他们便以此为凶兆,违心地留了下来。
Ἀθηναίοις δὲ ἦν μὲν ἡ πρόφασις ἐκ τοῦ Πελοποννησίων πολέμου καὶ ἐκ νόσου τῆς λοιμώδους ἐπανήκειν τὴν πόλιν ἐς τὴν πρότερόν ποτε οὖσαν εὐδαιμονίαν· πυνθανόμενοι δὲ διʼ ἀγγέλων ὡς Κόνων ὁ Τιμοθέου παρὰ βασιλέα ἀναβεβηκὼς εἴη, κατὰ τοῦτο ἡσύχαζον μάλιστα.
至于雅典人,他们的借口是城市在伯罗奔尼撒战争和瘟疫之后,正在恢复到以前曾经有过的繁荣状态;但当他们通过使者得知提摩太之子科农已经晋见了波斯国王时,他们便主要因此而保持沉默。
§3.9.3ἀπεστάλη δὲ καὶ ἐς Θήβας πρεσβεύειν Ἀριστομηλίδας, μητρὸς μὲν τῆς Ἀγησιλάου πατήρ, Θηβαίοις δὲ εἶχεν ἐπιτηδείως καὶ ἐγεγόνει τῶν δικαστῶν, οἳ Πλαταιεῦσιν ἁλόντος τοῦ τείχους ἀποθανεῖν τοὺς ἐγκαταληφθέντας ἔγνωσαν.
阿里斯托美里达斯也被派往忒拜担任使者,他是阿格西劳斯母亲的父亲,与忒拜人关系亲密,并且曾是那些在城墙被攻占时判处被围困的普拉提亚人死刑的法官之一。
Θηβαῖοι μὲν οὖν κατὰ τὰ αὐτὰ Ἀθηναίοις ἀπείπαντο, οὐ φάμενοι βοηθήσειν·
忒拜人便与雅典人一样予以拒绝,声称不会提供援助。
Ἀγησίλαος δέ, ὡς αὐτῷ τά τε οἴκοθεν καὶ παρὰ τῶν συμμάχων τὸ στράτευμα ἤθροιστο καὶ ἅμα αἱ νῆες εὐτρεπεῖς ἦσαν, ἀφίκετο ἐς Αὐλίδα τῇ Ἀρτέμιδι θύσων, ὅτι καὶ Ἀγαμέμνων ἐνταῦθα ἱλασάμενος τὴν θεὸν τὸν ἐς Τροίαν στόλον ἤγαγεν.
而阿格西劳斯,当本国和盟国的军队都已为他集结,同时船只也准备就绪时,便抵达奥利斯向阿耳忒弥斯献祭,因为阿伽门农当年也是在这里抚慰了女神并率军前往特洛伊。
§3.9.4ἠξίου δὲ ἄρα ὁ Ἀγησίλαος πόλεώς τε εὐδαιμονεστέρας ἢ Ἀγαμέμνων βασιλεὺς εἶναι καὶ ἄρχειν τῆς Ἑλλάδος πάσης ὁμοίως ἐκείνῳ, τό τε κατόρθωμα ἐπιφανέστερον ἔσεσθαι βασιλέα κρατήσαντα Ἀρταξέρξην εὐδαιμονίαν κτήσασθαι τὴν Περσῶν ἢ ἀρχὴν καθελεῖν τὴν Πριάμου.
阿格西劳斯自以为自己是一个比阿伽门农王更繁荣的城邦的国王,并且像他一样统治着整个希腊,而且他认为,通过战胜阿尔塔克薛西斯国王来获取波斯人的财富,将是一项比摧毁普里阿摩斯的帝国更为辉煌的成就。
θύοντος δὲ αὐτοῦ Θηβαῖοι σὺν ὅπλοις ἐπελθόντες τῶν τε ἱερείων καιόμενα ἤδη τὰ μηρία ἀπορρίπτουσιν ἀπὸ τοῦ βωμοῦ καὶ αὐτὸν ἐξελαύνουσιν ἐκ τοῦ ἱεροῦ.
然而,正当他献祭时,忒拜人全副武装冲了过来,将已经燃烧的祭兽大腿肉从祭坛上扔了出去,并将他本人赶出了圣所。
§3.9.5Ἀγησίλαον δὲ ἐλύπει μὲν ἡ θυσία μὴ τελεσθεῖσα, διέβαινε δὲ ὅμως ἐς τὴν Ἀσίαν καὶ ἤλαυνεν ἐπὶ τὰς Σάρδεις·
阿格西劳斯虽然因献祭未能完成而感到痛心,但仍然渡海前往亚洲,并向萨迪斯进军。
ἦν γὰρ δὴ τῆς Ἀσίας τῆς κάτω μέγιστον μέρος τηνικαῦτα ἡ Λυδία, καὶ αἱ Σάρδεις πλούτῳ καὶ παρασκευῇ προεῖχον, τῷ τε σατραπεύοντι ἐπὶ θαλάσσῃ τοῦτο οἰκητήριον ἀπεδέδεικτο καθάπερ γε αὐτῷ βασιλεῖ τὰ Σοῦσα.
因为当时吕底亚是下亚洲最大的一部分,而萨迪斯在财富和装备上都首屈一指,且这里已被指定为统治沿海地区总督的居所,正如苏萨之于波斯国王本人一样。
§3.9.6γενομένης δὲ πρὸς Τισσαφέρνην σατράπην τῶν περὶ Ἰωνίαν μάχης ἐν Ἕρμου πεδίῳ τήν τε ἵππον τῶν Περσῶν ἐνίκησεν ὁ Ἀγησίλαος καὶ τὸ πεζὸν τότε πλεῖστον ἀθροισθὲν μετά γε τὸν Ξέρξου καὶ πρότερον ἔτι ἐπὶ Σκύθας Δαρείου καὶ ἐπὶ Ἀθήνας στρατόν.
在赫尔墨斯平原上与负责伊奥尼亚的总督提萨斐尼交战时,阿格西劳斯击败了波斯人的骑兵,也击败了当时聚集起来的、规模仅次于薛西斯的军队、以及更早之前达里乌斯针对斯基泰人和雅典人的远征军的最大步兵部队。
Λακεδαιμόνιοι δὲ ἀγασθέντες τὸ ἐς τὰ πράγματα τοῦ Ἀγησιλάου πρόθυμον διδόασιν ἄρχοντα εἶναι καὶ τῶν νεῶν αὐτῷ.
拉acedaemon人赞赏阿格西劳斯对国家事务的热忱,也将船只(海军)的指挥权交给了他。
ὁ δὲ ταῖς μὲν τριήρεσιν ἐπέστησεν ἡγεμόνα Πείσανδρον—τοῦ Πεισάνδρου δὲ ἐτύγχανε συνοικῶν ἀδελφῇ—, τῷ πολέμῳ δὲ αὐτὸς κατὰ γῆν προσεῖχεν ἐρρωμένως.
他任命皮桑德罗斯——此人恰好娶了他的姐妹——为三段击桨船的指挥官,而他自己则全力投入到陆地上的战争中。