§3.7.1γένους μὲν δὴ τοῦ Εὐρυσθένους, καλουμένων δὲ Ἀγιαδῶν, Κλεομένης ὁ Λεωνίδου βασιλεὺς ὕστατος ἐγένετο ἐν Σπάρτῃ·
エウリュステネスの家系、いわゆるアギアダイのなかでは、レオニダスの子クレオメネスがスパルタにおける最後の王となった。
τὰ δὲ ἐς τὴν οἰκίαν τὴν ἑτέραν τοιάδε ἤκουσα εἶναι.
もう一方の王家については、次のように私は聞いている。
Προκλῆς ὁ Ἀριστοδήμου τῷ παιδὶ ὄνομα τίθεται Σόον.
アリストデモスの子プロクレスは、その子にソオスという名を与えた。
Εὐρυπῶντα δὲ τὸν Σόου φασὶν ἐς τοσοῦτον ἀφικέσθαι δόξης ὡς καὶ τὴν οἰκίαν ταύτην Εὐρυπωντίδας ὄνομα ἀπʼ αὐτοῦ λαβεῖν, Προκλείδας ἐς ἐκεῖνον καλουμένους.
ソオスの子エウリュポンは、この王家が、それまではプロクレスにちなんでプロクレイダイと呼ばれていたのが、彼にちなんでエウリュポンティダイという名を得るほどに、大きな名声に達したと言われている。
§3.7.2Εὐρυπῶντος δὲ υἱὸς γίνεται Πρύτανις.
エウリュポンの子にはプリュタニスが生まれる。
ἐπὶ μὲν δὴ Πρυτάνιδος τοῦ Εὐρυπῶντος τὸ ἔχθος τε Λακεδαιμονίοις ἤρξατο τὸ ἐς Ἀργείους καὶ ἔτι τοῦ ἐγκλήματος τούτου πρότερον Κυνουρεῦσιν ἐπολέμησαν·
エウリュポンの子プリュタニスの時代に、ラケダイモン人とアルゴス人の敵対関係が始まり、さらにこの争いより前にも、彼らはキュヌリア人と戦った。
τὰς δὲ ἐφεξῆς ταύτῃ γενεάς, Εὐνόμου τε τοῦ Πρυτάνιδος καὶ Πολυδέκτου τοῦ Εὐνόμου βασιλευόντων, ἐν εἰρήνῃ διετέλεσεν οὖσα ἡ Σπάρτη.
これに続く世代、すなわちプリュタニスの子エウノモスと、エウノモスの子ポリュデクテスが王であった間、スパルタは平和に過ごした。
§3.7.3Χάριλλος δὲ ὁ Πολυδέκτου τήν τε γῆν ἐδῄωσεν Ἀργείοις— οὗτος γὰρ καὶ ὁ ἐς τὴν Ἀργολίδα ἐσβαλών—καὶ ἔτεσιν οὐ πολλοῖς ὕστερον ὑπὸ ἡγεμόνι Χαρίλλῳ γίνεται καὶ ἡ Σπαρτιατῶν ἐπὶ Τεγεάτας ἔξοδος, ὅτε οἱ Λακεδαιμόνιοι Τεγεάτας αἱρήσειν ἤλπισαν καὶ ἀποτεμεῖσθαι τῆς Ἀρκαδίας τὸ Τεγεατῶν πεδίον, ὑπούλῳ μαντεύματι ἐπελθόντες.
ポリュデクテスの子カリロスはアルゴス人の土地を荒廃させ(彼こそアルゴリス地方に侵入した人物である)、その数年後には、カリロスを指揮官としてスパルタ人がテゲアへと出陣したが、そのときラケダイモン人たちは、欺瞞に満ちた神託に従って進軍し、テゲアを攻略しアルカディアからテゲアの平野を切り取れると期待していた。
§3.7.4μετὰ δὲ Χάριλλον τελευτήσαντα Νίκανδρος ὁ Χαρίλλου διαδέχεται τὴν ἀρχήν·
カリロスの死後、カリロスの子ニカンドロスが王位を継承した。
καὶ τὰ Μεσσηνίων ἐς Τήλεκλον τὸν τῆς ἑτέρας βασιλέα οἰκίας ἐν τῷ ἱερῷ τῆς Λιμνάδος συμβάντα ἐπὶ Νικάνδρου γίνεται βασιλεύοντος.
メッセニア人たちがもう一方の王家の王テレクロスに対してリムナティスの神殿で行った事件は、ニカンドロスが王であったときに起こった。
ἐσέβαλε δὲ καὶ ἐς τὴν Ἀργολίδα ὁ Νίκανδρος στρατιᾷ καὶ τὰ πολλὰ ἐκάκωσε τῆς χώρας·
ニカンドロスはまた軍勢を率いてアルゴリス地方に侵入し、その地の多くを荒廃させた。
μετασχόντες δὲ Ἀσιναῖοι Λακεδαιμονίοις τοῦ ἔργου δίκην μετʼ οὐ πολὺ Ἀργείοις ἀπέδοσαν σὺν μεγάλῳ πατρίδος τε ὀλέθρῳ καὶ φυγῇ τῇ σφετέρᾳ.
この行為をラケダイモン人と共にしたアシネ人たちは、間もなくアルゴス人に対して、自らの祖国の大きな破滅と自分たちの亡命という代償を払うことになった。
§3.7.5Θεόπομπον δὲ τὸν Νικάνδρου βασιλεύσαντα μετὰ Νίκανδρον μέλλει καὶ αὖθις ὁ λόγος μοι προσθήσειν προελθόντι ἐς τὴν Μεσσηνίαν συγγραφήν.
ニカンドロスの後に王となった、ニカンドロスの子テオポンポスについては、私の記述が後にメッセニアの歴史へと進んだときに再び付け加えられることになるだろう。
Θεοπόμπου δὲ ἔτι ἔχοντος τὴν ἀρχὴν ἐν Σπάρτῃ γίνεται καὶ ὁ περὶ τῆς Θυρεάτιδος καλουμένης χώρας Λακεδαιμονίοις ἀγὼν πρὸς Ἀργείους, Θεόπομπος δὲ αὐτὸς οὐ μετέσχε τοῦ ἔργου γήρᾳ καὶ ὑπὸ λύπης τὸ πλέον·
テオポンポスがまだスパルタで支配権を握っていたとき、いわゆるテュレアティス地方をめぐるラケダイモン人とアルゴス人の戦いが起こったが、テオポンポス自身は、高齢と、それ以上に悲しみのために、この戦いには加わらなかった。
Ἀρχίδαμον γὰρ Θεοπόμπου ζῶντος ἔτι ἐπιλαμβάνει τὸ χρεών.
というのも、テオポンポスがまだ生きているうちに、その子アルキダモスを運命が連れ去ったからである。
§3.7.6οὐ μὴν ἄπαις ἐτελεύτησεν ὁ Ἀρχίδαμος, Ζευξίδαμον δὲ ἀπολιπὼν υἱόν.
しかしアルキダモスは子を残さずに亡くなったわけではなく、息子ゼウクシダモスを後に残した。
Ζευξιδάμου δὲ Ἀναξίδαμος ὁ παῖς ἐκδέχεται τὴν ἀρχήν·
ゼウクシダモスの後、その子アナクシダモスが支配権を継いだ。
ἐπὶ τούτου Μεσσήνιοι φεύγουσιν ἐκ Πελοποννήσου, πολέμῳ τὸ δεύτερον κρατηθέντες ὑπὸ Σπαρτιατῶν.
彼の時代に、メッセニア人はスパルタ人との二度目の戦争に敗れ、ペロポネソスから亡命した。
Ἀναξιδάμου δὲ υἱὸς ἐγένετο Ἀρχίδαμος, Ἀρχιδάμου δὲ Ἀγησικλῆς·
アナクシダモスの子にはアルキダモスが生まれ、アルキダモスの子にはアゲシクレスが生まれた。
καί σφισιν ὑπῆρξεν ἀμφοτέροις τὸν βίον διατελέσαι πάντα ἐν ἡσυχίᾳ καὶ πολέμων οὖσιν ἐκτός.
彼ら二人には、生涯をずっと平穏のうちに、戦争とは無縁のまま過ごすことが許された。
§3.7.7Ἀρίστωνι δὲ τῷ Ἀγησικλέους ἀγαγομένῳ γυναῖκα ἥντινα παρθένον μὲν τῶν ἐν Λακεδαίμονι εἶναί φασιν αἰσχίστην, γυναικῶν δὲ τὸ εἶδος καλλίστην ὑπὸ Ἑλένης γενέσθαι, ταύτην ἀγαγομένῳ τῷ Ἀρίστωνι ἐγένετο υἱὸς Δημάρατος ἐν μόνοις μησὶν ἑπτά·
アゲシクレスの子アリストンは、未婚の娘のときにはラケダイモンで最も醜かったが、ヘレネのおかげで人妻としては最も美しくなったと言われる女性を妻に迎えた。
καὶ αὐτῷ μετὰ τῶν ἐφόρων καθημένῳ τηνικαῦτα ἐν βουλῇ ἦλθεν οἰκέτης ἀπαγγέλλων τετέχθαι οἱ παῖδα.
この女性を妻に迎えたアリストンに、わずか七ヶ月で息子デマラトスが生まれた。
Ἀρίστων δὲ ἐπῶν τῶν ἐν Ἰλιάδι ἐς τὴν Εὐρυσθέως γένεσιν πεποιημένος λήθην ἢ μηδὲ ἀρχὴν συνεὶς αὐτῶν οὐκ ἔφη τῶν μηνῶν ἕνεκα αὑτοῦ τὸν παῖδα εἶναι.
その時、エポロスたちと共に評議会に座っていた彼のもとに、奴隷がやってきて、子供が生まれたことを告げた。
§3.7.8τοῦτον μὲν δὴ τῶν εἰρημένων μετάνοια ἔλαβεν ὕστερον·
しかしアリストンは、エウリュステウスの誕生に関する『イリアス』の詩句を忘れていたか、あるいはそもそも理解していなかったため、月数の少なさゆえに、その子は自分の子ではないと言った。 後に彼は、この発言を後悔することになった。
Δημάρατον δὲ βασιλεύοντα καὶ τά τε ἄλλα εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν Κλεομένει συνελευθερώσαντα Ἀθηναίους ἥ τε Ἀρίστωνος ἀγνωμοσύνη καὶ τὸ ἔχθος τὸ Κλεομένους ἐποίησεν ἰδιώτην.
一方、デマラトスは王としてスパルタにおいて他の面でも評判がよく、クレオメネスとともにアテナイ人をペイシストラトスの息子たちから解放するのを手助けしたが、アリストンの軽率な発言とクレオメネスの敵意によって、一市民に落とされた。
καὶ τοῦ μὲν παρὰ βασιλέα Δαρεῖον ἐλθόντος ἐς Πέρσας ἐπὶ πολὺν ἐν τῇ Ἀσίᾳ χρόνον διαμεῖναι τοὺς ἀπογόνους φασί·
彼がダレイオス王のもとへとペルシアへと赴いた後、その子孫たちは長い間アジアにとどまったと言われている。
§3.7.9Λεωτυχίδης δὲ ἀντὶ Δημαράτου γενόμενος βασιλεὺς μετέσχε μὲν Ἀθηναίοις καὶ Ἀθηναίων τῷ στρατηγῷ Ξανθίππῳ τῷ Ἀρίφρονος τοῦ ἔργου τοῦ πρὸς Μυκάλῃ, ἐστράτευσε δὲ ὕστερον τούτων καὶ ἐπὶ τοὺς Ἀλευάδας ἐς Θεσσαλίαν·
デマラトスの代わりに王となったレオテュキデスは、アテナイ人、およびアテナイの将軍であるアリフロンの子クサンティッポスとともに、ミュカレにおける戦いに参加した。 その後に彼はテッサリアのアレウアダイに対しても遠征を行った。
καί οἱ καταστρέψασθαι Θεσσαλίαν πᾶσαν ἐξὸν ἅτε ἀεὶ νικῶντι ἐν ταῖς μάχαις, δῶρα ἔλαβε παρὰ τῶν Ἀλευαδῶν.
戦闘において常に勝利していたため、テッサリア全土を服属させることができたにもかかわらず、彼はアレウアダイから贈り物を受け取った。
§3.7.10ὑπαγόμενος δὲ ἐν Λακεδαίμονι ἐς δίκην ἔφυγεν ἐθελοντὴς ἐς Τεγέαν.
ラケダイモンにおいて裁判にかけられたため、彼は自発的にテゲアへと亡命した。
καὶ ὁ μὲν αὐτόθι τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευε, Λεωτυχίδου δὲ ὁ μὲν παῖς Ζευξίδαμος ζῶντος ἔτι Λεωτυχίδου καὶ οὐ πεφευγότος πω τελευτᾷ νόσῳ, Ἀρχίδαμος δὲ ὁ Ζευξιδάμου μετὰ Λεωτυχίδην ἀπελθόντα ἐς Τεγέαν ἔσχε τὴν ἀρχήν.
そして彼はその地でアテナ・アレアの神殿に嘆願者として身を寄せた。 レオテュキデスの息子ゼウクシダモスは、レオテュキデスがまだ生きており、まだ亡命していないときに病気で死亡していた。 ゼウクシダモスの子アルキダモスは、レオテュキデスがテゲアへと去った後に支配権を継いだ。
οὗτος Ἀρχίδαμος Ἀθηναίοις μάλιστα ἐκάκωσε τὴν χώραν στρατῷ τε ἐσβάλλων ἐς γῆν τὴν Ἀττικὴν ἀνὰ πᾶν ἔτος καὶ ὁπότε ἐσβάλοι διὰ πάσης ἐπεξῄει φθείρων καὶ Πλαταιέων Ἀθηναίοις ὄντων εὔνων πολιορκίᾳ τὸ ἄστυ εἷλεν.
このアルキダモスは、毎年アッティカの土地に軍勢を率いて侵入することによって、アテナイ人の地を最も激しく荒廃させ、侵入するたびに全域を蹂躙して破壊した。 また、アテナイ人に友好的であったプラタイア人の都市を包囲戦によって奪取した。
§3.7.11οὐ μὴν τὸν πόλεμόν γε τὸν Πελοποννησίων καὶ Ἀθηναίων γενέσθαι συνέσπευσεν.
だが、彼はペロポネソス人とアテナイ人の戦争が起こるのを決して急がせはしなかった。
ἀλλὰ καὶ ἐς ὅσον δυνάμεως ἧκε, διαμεῖναί σφισιν ἔπρασσε τὰς σπονδάς.
むしろ、彼の力の及ぶ限り、条約が彼らの間で維持されるよう努めた。
Σθενελαΐδας δὲ ἔς τε ἄλλα ὢν οὐκ ἀδύνατος ἐν Λακεδαίμονι καὶ ἐφορεύων ἐν τῷ τότε τοῦ πολέμου μάλιστα ἐγένετο αἴτιος·
しかし、スパルタで他の面でも力があり、当時はエポロスを務めていたステネライダスが、戦争の最大の原因となった。
καὶ ὁ πόλεμος οὗτος εὖ τὴν Ἑλλάδα ἔτι βεβηκυῖαν διέσεισεν ἐκ βάθρων, καὶ ὕστερον Φίλιππος ὁ Ἀμύντου σαθρὰν ἤδη καὶ οὐ παντάπασιν ὑγιῆ προσκατήρειψεν αὐτήν.
そしてこの戦争は、それまで安定して存立していたギリシアを根本から揺るがし、後には、アミュンタスの子フィリッポスが、すでに崩れかかって完全に健全とは言えなくなっていたギリシアを、決定的に崩壊させた。