§3.7.1γένους μὲν δὴ τοῦ Εὐρυσθένους, καλουμένων δὲ Ἀγιαδῶν, Κλεομένης ὁ Λεωνίδου βασιλεὺς ὕστατος ἐγένετο ἐν Σπάρτῃ· τὰ δὲ ἐς τὴν οἰκίαν τὴν ἑτέραν τοιάδε ἤκουσα εἶναι.
在欧律斯梯尼家族中,也就是被称为阿吉斯家族中,列奥尼达之子克莱奥梅内斯是斯巴达最后一位国王;而关于另一个家族,我听到的是这样的。
Προκλῆς ὁ Ἀριστοδήμου τῷ παιδὶ ὄνομα τίθεται Σόον.
阿里斯托德摩斯之子普罗克勒斯给他的儿子起名叫索奥斯。
Εὐρυπῶντα δὲ τὸν Σόου φασὶν ἐς τοσοῦτον ἀφικέσθαι δόξης ὡς καὶ τὴν οἰκίαν ταύτην Εὐρυπωντίδας ὄνομα ἀπʼ αὐτοῦ λαβεῖν, Προκλείδας ἐς ἐκεῖνον καλουμένους.
据称,索奥斯之子欧律蓬获得了如此高的名望,以至于这个家族也因他而被称为欧律蓬家族,而在此之前,他们被称为普罗克勒斯家族。
§3.7.2Εὐρυπῶντος δὲ υἱὸς γίνεται Πρύτανις.
欧律蓬生子普鲁塔尼斯。
ἐπὶ μὲν δὴ Πρυτάνιδος τοῦ Εὐρυπῶντος τὸ ἔχθος τε Λακεδαιμονίοις ἤρξατο τὸ ἐς Ἀργείους καὶ ἔτι τοῦ ἐγκλήματος τούτου πρότερον Κυνουρεῦσιν ἐπολέμησαν· τὰς δὲ ἐφεξῆς ταύτῃ γενεάς, Εὐνόμου τε τοῦ Πρυτάνιδος καὶ Πολυδέκτου τοῦ Εὐνόμου βασιλευόντων, ἐν εἰρήνῃ διετέλεσεν οὖσα ἡ Σπάρτη.
在欧律蓬之子普鲁塔尼斯统治时期,拉acedaemonian人与阿耳戈斯人的敌对关系开始了,而且甚至在这起争端之前,他们就与库诺里亚人开战;但在其后的世代中,即普鲁塔尼斯之子欧诺摩斯和欧诺摩斯之子聚德克特斯统治时期,斯巴达一直处于和平之中。
§3.7.3Χάριλλος δὲ ὁ Πολυδέκτου τήν τε γῆν ἐδῄωσεν Ἀργείοις— οὗτος γὰρ καὶ ὁ ἐς τὴν Ἀργολίδα ἐσβαλών—καὶ ἔτεσιν οὐ πολλοῖς ὕστερον ὑπὸ ἡγεμόνι Χαρίλλῳ γίνεται καὶ ἡ Σπαρτιατῶν ἐπὶ Τεγεάτας ἔξοδος, ὅτε οἱ Λακεδαιμόνιοι Τεγεάτας αἱρήσειν ἤλπισαν καὶ ἀποτεμεῖσθαι τῆς Ἀρκαδίας τὸ Τεγεατῶν πεδίον, ὑπούλῳ μαντεύματι ἐπελθόντες.
聚德克特斯之子哈里洛斯荒废了阿耳戈斯人的土地——他正是那个入侵阿耳戈利斯的人——而且在不几年后,在哈里洛斯的统帅下,斯巴达人也向特革亚人出征,当时拉acedaemonian人企图根据一个暗含玄机的神谕攻占特革亚,并将特革亚平原从阿卡迪亚中割裂出来。
§3.7.4μετὰ δὲ Χάριλλον τελευτήσαντα Νίκανδρος ὁ Χαρίλλου διαδέχεται τὴν ἀρχήν· καὶ τὰ Μεσσηνίων ἐς Τήλεκλον τὸν τῆς ἑτέρας βασιλέα οἰκίας ἐν τῷ ἱερῷ τῆς Λιμνάδος συμβάντα ἐπὶ Νικάνδρου γίνεται βασιλεύοντος.
哈里洛斯去世后,哈里洛斯之子尼坎德罗斯继承了王位;在尼坎德罗斯统治期间,梅塞尼亚人在利姆纳提斯神庙中,对另一王家的国王泰勒克洛斯所犯下的行径发生了。
ἐσέβαλε δὲ καὶ ἐς τὴν Ἀργολίδα ὁ Νίκανδρος στρατιᾷ καὶ τὰ πολλὰ ἐκάκωσε τῆς χώρας· μετασχόντες δὲ Ἀσιναῖοι Λακεδαιμονίοις τοῦ ἔργου δίκην μετʼ οὐ πολὺ Ἀργείοις ἀπέδοσαν σὺν μεγάλῳ πατρίδος τε ὀλέθρῳ καὶ φυγῇ τῇ σφετέρᾳ.
尼坎德罗斯还率军入侵阿耳戈利斯,破坏了该地区的大部分土地;而与拉acedaemonian人共同参与此事的阿西内人,没过多久就向阿耳戈斯人付出了代价,其代价便是他们祖国的巨大毁灭和他们自己的流亡。
§3.7.5Θεόπομπον δὲ τὸν Νικάνδρου βασιλεύσαντα μετὰ Νίκανδρον μέλλει καὶ αὖθις ὁ λόγος μοι προσθήσειν προελθόντι ἐς τὴν Μεσσηνίαν συγγραφήν.
关于在尼坎德罗斯之后统治的尼坎德罗斯之子提奥波姆波斯,我的叙述在后面进入梅塞尼亚历史时会再次提到他。
Θεοπόμπου δὲ ἔτι ἔχοντος τὴν ἀρχὴν ἐν Σπάρτῃ γίνεται καὶ ὁ περὶ τῆς Θυρεάτιδος καλουμένης χώρας Λακεδαιμονίοις ἀγὼν πρὸς Ἀργείους, Θεόπομπος δὲ αὐτὸς οὐ μετέσχε τοῦ ἔργου γήρᾳ καὶ ὑπὸ λύπης τὸ πλέον· Ἀρχίδαμον γὰρ Θεοπόμπου ζῶντος ἔτι ἐπιλαμβάνει τὸ χρεών.
在提奥波姆波斯仍然在斯巴达掌权时,拉acedaemonian人与阿耳戈斯人之间为了被称为苏里亚蒂斯的土地发生了争夺;但提奥波姆波斯本人由于年迈,尤其是因为悲伤,没有亲自参加这次行动,因为在提奥波姆波斯还活着的时候,命运就已经夺走了阿尔基达莫斯的生命。
§3.7.6οὐ μὴν ἄπαις ἐτελεύτησεν ὁ Ἀρχίδαμος, Ζευξίδαμον δὲ ἀπολιπὼν υἱόν.
然而阿尔基达莫斯并非无嗣而终,他留下了儿子泽乌克西达摩斯。
Ζευξιδάμου δὲ Ἀναξίδαμος ὁ παῖς ἐκδέχεται τὴν ἀρχήν· ἐπὶ τούτου Μεσσήνιοι φεύγουσιν ἐκ Πελοποννήσου, πολέμῳ τὸ δεύτερον κρατηθέντες ὑπὸ Σπαρτιατῶν.
在泽乌克西达摩斯之后,其子阿纳克西达摩斯继承了王位;在他的时代,梅塞尼亚人在第二次战争中被斯巴达人击败,逃离了伯罗奔尼撒。
Ἀναξιδάμου δὲ υἱὸς ἐγένετο Ἀρχίδαμος, Ἀρχιδάμου δὲ Ἀγησικλῆς· καί σφισιν ὑπῆρξεν ἀμφοτέροις τὸν βίον διατελέσαι πάντα ἐν ἡσυχίᾳ καὶ πολέμων οὖσιν ἐκτός.
阿纳克西达摩斯生子阿尔基达莫斯,阿尔基达莫斯生阿格西克勒斯;他们两人都得以在平静中度过一生,并远离战争。
§3.7.7Ἀρίστωνι δὲ τῷ Ἀγησικλέους ἀγαγομένῳ γυναῖκα ἥντινα παρθένον μὲν τῶν ἐν Λακεδαίμονι εἶναί φασιν αἰσχίστην, γυναικῶν δὲ τὸ εἶδος καλλίστην ὑπὸ Ἑλένης γενέσθαι, ταύτην ἀγαγομένῳ τῷ Ἀρίστωνι ἐγένετο υἱὸς Δημάρατος ἐν μόνοις μησὶν ἑπτά·
阿格西克勒斯之子阿里斯顿娶了一位据说是拉acedaemon中最为丑陋的少女,但由于海伦的作用,她成为了容貌最美的妇女。
καὶ αὐτῷ μετὰ τῶν ἐφόρων καθημένῳ τηνικαῦτα ἐν βουλῇ ἦλθεν οἰκέτης ἀπαγγέλλων τετέχθαι οἱ παῖδα.
阿里斯顿娶了这位女子后,仅在七个月内就生下了儿子德马拉托斯;当时他正与监督官们一起坐在议事会中,一名家仆前来向他报告说,他的孩子出生了。
Ἀρίστων δὲ ἐπῶν τῶν ἐν Ἰλιάδι ἐς τὴν Εὐρυσθέως γένεσιν πεποιημένος λήθην ἢ μηδὲ ἀρχὴν συνεὶς αὐτῶν οὐκ ἔφη τῶν μηνῶν ἕνεκα αὑτοῦ τὸν παῖδα εἶναι.
但阿里斯顿由于忘记了《伊利亚特》中关于欧律斯透斯诞生的诗句,或者根本不理解它们,说由于月数不足,这个孩子不是他的。
§3.7.8τοῦτον μὲν δὴ τῶν εἰρημένων μετάνοια ἔλαβεν ὕστερον· Δημάρατον δὲ βασιλεύοντα καὶ τά τε ἄλλα εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν Κλεομένει συνελευθερώσαντα Ἀθηναίους ἥ τε Ἀρίστωνος ἀγνωμοσύνη καὶ τὸ ἔχθος τὸ Κλεομένους ἐποίησεν ἰδιώτην.
后来他确实对所说的这些话感到后悔;而德马拉托斯在担任国王且在斯巴达其他方面名声显赫,并与克莱奥梅内斯一起帮助雅典人摆脱庇西特拉图家族的僭主统治时,却由于阿里斯顿的无知和克莱奥梅内斯的敌意,被降为普通公民。
καὶ τοῦ μὲν παρὰ βασιλέα Δαρεῖον ἐλθόντος ἐς Πέρσας ἐπὶ πολὺν ἐν τῇ Ἀσίᾳ χρόνον διαμεῖναι τοὺς ἀπογόνους φασί·
据说他前往波斯觐见大流士国王后,他的子嗣在亚洲居留了很长时间。
§3.7.9Λεωτυχίδης δὲ ἀντὶ Δημαράτου γενόμενος βασιλεὺς μετέσχε μὲν Ἀθηναίοις καὶ Ἀθηναίων τῷ στρατηγῷ Ξανθίππῳ τῷ Ἀρίφρονος τοῦ ἔργου τοῦ πρὸς Μυκάλῃ, ἐστράτευσε δὲ ὕστερον τούτων καὶ ἐπὶ τοὺς Ἀλευάδας ἐς Θεσσαλίαν·
代替德马拉托斯成为国王的莱奥提基德斯,与雅典人及雅典将军、阿里夫隆之子克桑提波斯一起参与了米卡勒的战役。
καί οἱ καταστρέψασθαι Θεσσαλίαν πᾶσαν ἐξὸν ἅτε ἀεὶ νικῶντι ἐν ταῖς μάχαις, δῶρα ἔλαβε παρὰ τῶν Ἀλευαδῶν.
此后,他也率军前往色萨利讨伐阿勒乌阿斯家族;虽然他由于在战斗中始终获胜而有可能征服整个色萨利,但他还是收受了阿勒乌阿斯家族的礼物。
§3.7.10ὑπαγόμενος δὲ ἐν Λακεδαίμονι ἐς δίκην ἔφυγεν ἐθελοντὴς ἐς Τεγέαν.
他在拉acedaemon受到起诉,自愿逃亡到特革亚。
καὶ ὁ μὲν αὐτόθι τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευε, Λεωτυχίδου δὲ ὁ μὲν παῖς Ζευξίδαμος ζῶντος ἔτι Λεωτυχίδου καὶ οὐ πεφευγότος πω τελευτᾷ νόσῳ, Ἀρχίδαμος δὲ ὁ Ζευξιδάμου μετὰ Λεωτυχίδην ἀπελθόντα ἐς Τεγέαν ἔσχε τὴν ἀρχήν.
他在那里作为祈愿者依附于阿莱亚的雅典娜神庙;而莱奥提基德斯的儿子泽乌克西达摩斯在莱奥提基德斯还活着且尚未逃亡时就因病去世了,泽乌克西达摩斯之子阿尔基达莫斯在莱奥提基德斯前往特革亚后继承了王位。
οὗτος Ἀρχίδαμος Ἀθηναίοις μάλιστα ἐκάκωσε τὴν χώραν στρατῷ τε ἐσβάλλων ἐς γῆν τὴν Ἀττικὴν ἀνὰ πᾶν ἔτος καὶ ὁπότε ἐσβάλοι διὰ πάσης ἐπεξῄει φθείρων καὶ Πλαταιέων Ἀθηναίοις ὄντων εὔνων πολιορκίᾳ τὸ ἄστυ εἷλεν.
这位阿尔基达莫斯对雅典人的土地造成了最大的破坏,他每年都率军侵入阿提卡,且每次侵入时都横扫并毁灭各处,他还通过围攻攻占了对雅典人友好的普拉提亚人的城池。
§3.7.11οὐ μὴν τὸν πόλεμόν γε τὸν Πελοποννησίων καὶ Ἀθηναίων γενέσθαι συνέσπευσεν.
但他并没有急于促成伯罗奔尼撒人与雅典人之间的战争。
ἀλλὰ καὶ ἐς ὅσον δυνάμεως ἧκε, διαμεῖναί σφισιν ἔπρασσε τὰς σπονδάς.
相反,在他力所能及的范围内,他努力使双方的盟约得以维持。
Σθενελαΐδας δὲ ἔς τε ἄλλα ὢν οὐκ ἀδύνατος ἐν Λακεδαίμονι καὶ ἐφορεύων ἐν τῷ τότε τοῦ πολέμου μάλιστα ἐγένετο αἴτιος· καὶ ὁ πόλεμος οὗτος εὖ τὴν Ἑλλάδα ἔτι βεβηκυῖαν διέσεισεν ἐκ βάθρων, καὶ ὕστερον Φίλιππος ὁ Ἀμύντου σαθρὰν ἤδη καὶ οὐ παντάπασιν ὑγιῆ προσκατήρειψεν αὐτήν.
然而,在拉acedaemon其他方面也很有势力且当时担任监督官的斯塞内莱达斯,成了战争的最大起因;这场战争将仍旧稳固立足的希腊从根基上动摇,后来阿敏塔斯之子腓力在希腊已经破败且不完全健全时,将其彻底摧毁。