§3.6.1Ἀγησιπόλιδος δὲ ἄπαιδος τελευτήσαντος ἐς Κλεόμβροτον περιῆλθεν ἡ ἀρχή, καὶ ὑπὸ ἡγεμόνι τούτῳ Βοιωτοῖς ἐναντία ἠγωνίσαντο ἐν Λεύκτροις· Κλεόμβροτος δὲ αὐτὸς γενόμενος ἀνὴρ ἀγαθὸς ἀρχομένης ἔτι ἔπεσε τῆς μάχης.
由于阿格西波利斯无嗣而终,王位传到了克莱奥姆布罗托斯手中。 在此统帅下,斯巴达人在留克特拉与波奥蒂亚人交战;克莱奥姆布罗托斯本人表现得十分勇敢,但在战斗刚开始时便牺牲了。
μάλιστα δέ πως ἐπὶ πταίσμασιν ἐθέλει μεγάλοις προαφαιρεῖσθαι τὸν ἡγεμόνα ὁ δαίμων, καθὰ δὴ καὶ Ἀθηναίων ἀπῆγεν Ἱπποκράτην τε τὸν Ἀρίφρονος στρατηγοῦντα ἐπὶ Δηλίῳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ Λεωσθένην.
神灵不知为何,尤其喜欢在大败临头之前先夺走统帅,正如他夺走在德利翁统帅雅典人的阿里夫隆之子希波克拉底,以及后来在色萨利夺走莱奥斯梯尼一样。
§3.6.2Κλεομβρότου δὲ ὁ μὲν πρεσβύτερος τῶν παίδων Ἀγησίπολις παρέσχετο μέγα οὐδὲν ἐς μνήμην, Κλεομένης δὲ ὁ νεώτερος μετὰ τὸν ἀδελφὸν τελευτήσαντα ἔσχε τὴν ἀρχήν.
克莱奥姆布罗托斯的子嗣中,长子阿格西波利斯没有留下任何值得纪念的伟业,而次子克莱奥梅内斯在兄长去世后继承了王位。
γενομένων δὲ αὐτῷ παίδων Ἀκροτάτου καὶ ἐπʼ αὐτῷ Κλεωνύμου κατήγαγε τὸ χρεὼν Ἀκρότατον ἔτι πρότερον ἢ αὐτὸν Κλεομένην, καὶ ὡς Κλεομένης ἀπέθανεν ὕστερον, ἐς ἀντιλογίαν ἀφίκοντο ὑπὲρ τῆς βασιλείας Κλεώνυμός τε ὁ Κλεομένους καὶ Ἀρεὺς ὁ Ἀκροτάτου.
他生有阿克罗塔托斯和克莱奥尼摩斯两个儿子,但命运在克莱奥梅内斯本人去世之前便夺走了阿克罗塔托斯的生命。 后来克莱奥梅内斯去世时,克莱奥梅内斯之子克莱奥尼摩斯与阿克罗塔托斯之子阿柔斯为了王位产生争执。
δικάζουσιν οὖν οἱ γέροντες Ἀρεῖ τῷ Ἀκροτάτου καὶ οὐχὶ Κλεωνύμῳ πατρῴαν εἶναι τὴν τιμήν.
于是长老们判定阿克罗塔托斯之子阿柔斯而非克莱奥尼摩斯拥有祖传的王位荣耀。
§3.6.3Κλεωνύμῳ δὲ ἀπελαθέντι τῆς βασιλείας περισσῶς δή τι ὁ θυμὸς ᾤδει, καὶ αὐτὸν οἱ ἔφοροι καὶ ἄλλοις γέρασι ψυχαγωγοῦντες καὶ ἐπὶ ταῖς δυνάμεσιν ἐφιστάντες ἄρχοντα παρῆγον μή ποτε πολέμιον γενέσθαι τῇ Σπάρτῃ.
被剥夺王位的克莱奥尼摩斯极其愤怒,而监督官们通过给予他其他特权并任命他为军队统帅来安抚他,以此引导他,免得他成为斯巴达的敌人。
τέλος δὲ ὁ μὲν πολλά τε καὶ ἐχθρὰ ἐς τὴν πατρίδα ἐτόλμησε καὶ Πύρρον τὸν Αἰακίδου σφίσιν ἐπηγάγετο ἐς τὴν χώραν·
但最终,他还是对祖国犯下了许多敌对的恶行,并将埃阿基德斯之子皮洛斯引狼入室。
§3.6.4Ἀρέως δὲ ἐν Σπάρτῃ τοῦ Ἀκροτάτου βασιλεύοντος Ἀντίγονος ὁ Δημητρίου πεζῷ τε καὶ ναυσὶν ἐπὶ Ἀθήνας στρατεύει.
在阿克罗塔托斯之子阿柔斯统治斯巴达期间,德米特里之子安提柯率领步兵和战船攻打雅典。
τοῖς δὲ Ἀθηναίοις ἀμυνοῦντες ἀφίκοντο μὲν ὁ Αἰγυπτίων ὁμοῦ Πατρόκλῳ στόλος, ἐξίασι δὲ καὶ οἱ Λακεδαιμόνιοι πανδημεί, τὸν βασιλέα ἡγεῖσθαί σφισιν Ἀρέα ἐπιτάξαντες.
为了援助雅典人,埃及人的舰队与帕特罗克洛斯一同抵达,拉acedaemonian人也全军出击,并命令他们的国王阿柔斯统帅他们。
§3.6.5περικαθημένου δὲ Ἀντιγόνου τὰς Ἀθήνας καὶ τῆς ἐσόδου τῆς ἐς τὴν πόλιν τὰ Ἀθηναίων συμμαχικὰ εἴργοντος, Πάτροκλος ἀποστέλλων ἀγγέλους προέτρεπε Λακεδαιμονίους καὶ Ἀρέα ἄρχειν πρὸς Ἀντίγονον μάχης, ἐκείνων δὲ ἀρξάντων οὕτω καὶ αὐτὸς κατὰ νώτου τοῖς Μακεδόσιν ἔφασκεν ἐπικείσεσθαι· πρότερον δὲ οὐκ εἰκὸς εἶναι σφᾶς Αἰγυπτίους τε ὄντας καὶ ναύτας Μακεδόσιν ἐπιέναι πεζῇ.
在安提柯包围雅典、阻断雅典同盟军进入城市时,帕特罗克洛斯派遣使者,敦促拉acedaemonian人和阿柔斯向安提柯发动战斗,声称如果他们开战,他自己也将从后方袭击马其顿人;但在此之前,他们作为埃及人和水手,在陆地上进攻马其顿人是不合情理的。
Λακεδαιμόνιοι μὲν δὴ παρακινδυνεύειν ὥρμηντο Ἀθηναίων τε εὐνοίᾳ καί τι καὶ ἄξιον μνήμης ἐς τοὺς ἔπειτα ἐργάσασθαι προθυμούμενοι·
拉acedaemonian人由于对雅典人的好感,以及渴望为后世建树值得纪念的功绩,确实决心冒险一搏。
§3.6.6Ἀρεὺς δέ, ὥς σφισι τὰ ἐπιτήδεια ἐξανήλωτο, ἀπῆγεν ὀπίσω τὴν στρατιάν.
但当他们的给养耗尽时,阿柔斯便将军队撤回。
ταμιεύεσθαι γὰρ τὴν ἀπόνοιαν ἐς τὰ οἰκεῖα ἠξίου καὶ μὴ ἀφειδῶς ἐπʼ ἀλλοτρίοις ἀναρρῖψαι.
因为他认为应该把冒险留给他们自己的事务,而不是为他人无谓地牺牲。
τοῖς δὲ Ἀθηναίοις ἀντισχοῦσιν ἐπὶ μακρότατον ἐποιήσατο Ἀντίγονος εἰρήνην, ἐφʼ ᾧ τέ σφισιν ἐπαγάγῃ φρουρὰν ἐς τὸ Μουσεῖον.
对于坚守了极长时间的雅典人,安提柯与他们缔结了和平条约,条件是他要在穆塞翁驻军。
καὶ τοῖς μὲν ἀνὰ χρόνον αὐτὸς ἐξήγαγεν ἑκουσίως τὴν φρουρὰν ὁ Ἀντίγονος, Ἀρέως δὲ ἐγένετο υἱὸς Ἀκρότατος, τοῦ δὲ Ἀρεύς, ὃς ὀκτὼ μάλιστα ἔτη γεγονὼς τελευτᾷ νόσῳ.
后来,安提柯自己主动撤走了驻军。 而阿柔斯生子阿克罗塔托斯,阿克罗塔托斯生阿柔斯,后者在大约八岁时因病去世。
§3.6.7καὶ ἐλείπετο γὰρ τῆς Εὐρυσθένους οἰκίας γένος τὸ πρὸς ἀνδρῶν Λεωνίδας ὁ Κλεωνύμου, παντάπασιν ἤδη γέρων·
因为在欧律斯梯尼家族的男系后代中,只剩下了克莱奥尼摩斯之子列奥尼达,而他当时已经完全是个老人。
τούτῳ δὴ διδόασιν οἱ Λακεδαιμόνιοι τὴν ἀρχὴν.
拉acedaemonian人便将王位授予了他。
τῷ δὲ Λεωνίδᾳ διάφορος ἐτύγχανεν ὢν ἐς τὰ μάλιστα Λύσανδρος, ἀπόγονος Λυσάνδρου τοῦ Ἀριστοκρίτου.
然而,阿里斯托克里托斯之子赖桑德的后代赖桑德与列奥尼达极其不和。
οὗτος προσποιεῖται Κλεόμβροτον θυγατέρα ἔχοντα Λεωνίδου· τοῦτον δὲ οἰκειωσάμενος ἐπῆγε Λεωνίδᾳ καὶ ἄλλα ἐγκλήματα καὶ ὅρκους αὐτὸν Κλεωνύμῳ τῷ πατρὶ ὀμόσαι παῖδα ὄντα ἐπὶ ὀλέθρῳ τῆς Σπάρτης.
此人拉拢了娶了列奥尼达女儿的克莱奥姆布罗托斯;他与克莱奥姆布罗托斯结为死党后,对列奥尼达提出了其他指控,还指控他童年时曾向其父克莱奥尼摩斯发誓要毁灭斯巴达。
§3.6.8ἐπαύσθη τε δὴ Λεωνίδας βασιλείας καὶ ἀντʼ αὐτοῦ Κλεόμβροτος ἔσχε τὴν τιμήν.
于是列奥尼达被废黜,克莱奥姆布罗托斯取而代之获得了王位荣耀。
εἰ μὲν δὴ ὁ Λεωνίδας ἐπέτρεψε τῷ θυμῷ καὶ Δημαράτῳ τῷ Ἀρίστωνος κατὰ ταὐτὰ ἀπεχώρησεν ἤτοι παρὰ τὸν ἐν Μακεδονίᾳ βασιλεύοντα ἢ τὸν Αἰγύπτιον, ὁ δὲ καὶ μεταγνόντων ἂν Σπαρτιατῶν ὤνατο οὐδέν·
如果列奥尼达任由愤怒支配,像阿里斯顿之子德马拉托斯那样,逃往马其顿国王或埃及国王那里,那么即使斯巴达人后来后悔,他也得不到任何好处。
νῦν δὲ ἐπιβαλόντων οἱ φυγὴν τῶν πολιτῶν ἀφίκετο ἐς Ἀρκαδίαν, ἐκεῖθεν δὲ ἔτεσιν ὕστερον οὐ πολλοῖς κατάγουσί τε αὐτὸν Λακεδαιμόνιοι καὶ αὖθις βασιλέα ἐποιήσαντο.
但事实上,当公民们将他流放时,他前往了阿卡迪亚,几年后拉acedaemonian人将他接回,并再次立他为王。
§3.6.9Κλεομένει δὲ τῷ Λεωνίδους τά τε ἄλλα ὁποῖα ἐς τόλμαν ὁμοῦ καὶ ἀνδρείαν ὑπῆρξε καὶ ὡς ἐπαύσαντο ἐξ ἐκείνου Σπαρτιᾶται βασιλευόμενοι, πρότερον ἔτι ἐδήλωσέ μοι τὰ ἐς τὸν Σικυώνιον Ἄρατον· προσεπελάβετο δὲ ὁ λόγος μοι καὶ τρόπον ὅντινα ἐν Αἰγύπτῳ Κλεομένης ἐτελεύτησεν.
关于列奥尼达之子克莱奥梅内斯,他在英勇和胆识方面的其他事迹,以及在他之后斯巴达人如何不再由国王统治,我此前在关于西库翁的阿拉托斯的叙述中已经表明;而我的论述也涉及了克莱奥梅内斯在埃及死去的具体方式。