Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.4.1-3.4.5

クレオメネス1世の遠征と狂気による死

105 / 465 箇所 · ギリシア語

要旨

クレオメネスはアルゴリスに侵攻してアルゴス人たちを聖林ごと焼き殺し、さらにアテナイやアイギナにも介入したが、デマラトスとの対立から神託の買収を画策し、後に狂気によって悲惨な最期を遂げた。

§3.4.1Δωριεὺς μὲν δὴ—οὐ γὰρ ἠνείχετο ὑπακούειν Κλεομένει μένων ἐν Λακεδαίμονι—ἐς ἀποικίαν στέλλεται·
ドリエウスは――ラケダイモンに留まってクレオメネスに従うことに耐えられなかったからであるが――植民のために出発した。
Κλεομένης δὲ ὡς ἐβασίλευσεν, αὐτίκα ἐσέβαλεν ἐς τὴν Ἀργολίδα, Λακεδαιμονίων τε αὐτῶν ἀθροίσας καὶ τῶν συμμάχων στρατιάν.
一方、クレオメネスは王になると、すぐにラケダイモン人自身と同盟軍の軍勢を集めてアルゴリス地方へ侵攻した。
ὡς δὲ ἐπεξῆλθον οἱ Ἀργεῖοι σὺν ὅπλοις, ὁ Κλεομένης ἐνίκα τῇ μάχῃ·
アルゴス人たちが武装して出撃すると、クレオメネスは戦闘で勝利した。
καὶ —ἦν γὰρ πλησίον ἄλσος ἱερὸν Ἄργου τοῦ Νιόβης— καταφεύγουσιν ὡς ἐτράποντο ὅσον τε πεντακισχίλιοι τῶν Ἀργείων ἐς τὸ ἄλσος.
そして――近くにニオベの子アルゴスの聖なる森があったのだが――敗走したアルゴス人のうちおよそ五千人がその森へ逃げ込んだ。
Κλεομένης δὲ—ἐξώρμει γὰρ τὰ πολλὰ ἐκ τοῦ νοῦ—κελεύει καὶ τότε ἐνεῖναι πῦρ τοῖς εἵλωσιν ἐς τὸ ἄλσος, καὶ τό τε ἄλσος ἡ φλὸξ ἐπέλαβεν ἅπαν καὶ ὁμοῦ τῷ ἄλσει καιομένῳ συγκατεκαύθησαν οἱ ἱκέται.
しかし、クレオメネスは――というのも彼はしばしば正気を失っていたからであるが――その時もヘイロテスたちに、森に火を放つように命じた。 そして炎は森全体を包み込み、森が燃えるのと同時に、避難者たちも共に焼き殺された。
§3.4.2ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀθήνας, τὸ μὲν πρότερον Ἀθηναίοις τε ἐλευθερίαν ἀπὸ τῶν Πεισιστράτου παίδων καὶ αὑτῷ καὶ Λακεδαιμονίοις δόξαν ἐν τοῖς Ἕλλησιν ἀγαθὴν κτώμενος, ὕστερον δὲ Ἀθηναίου χάριτι ἀνδρὸς Ἰσαγόρου τυραννίδα οἱ συγκατεργασόμενος Ἀθηνῶν.
彼はアテナイに対しても遠征した。 最初は、アテナイ人たちにペイシストラトスの息子たちからの解放をもたらし、自身とラケダイモン人のためにはギリシア人の間で善い名声を獲得するためであり、後には、アテナイ人イサゴラスへの好意から、彼のためにアテナイの僭主政を共同で樹立しようとしてであった。
ὡς δὲ ἡμάρτανε τῆς ἐλπίδος καὶ οἱ Ἀθηναῖοι περὶ τῆς ἐλευθερίας ἐμαχέσαντο ἐρρωμένως, ἐνταῦθα ὁ Κλεομένης ἄλλα τε ἐδῄωσε τῆς χώρας καὶ τῆς καλουμένης Ὀργάδος θεῶν τε τῶν ἐν Ἐλευσῖνι ἱερᾶς, καὶ ταύτης τεμεῖν φασιν αὐτόν.
しかし、彼が期待通りにいかず、アテナイ人たちが自由のために力強く戦うと、そこでクレオメネスは、その国の他の場所を荒廃させただけでなく、エレウシスの神々に捧げられた「オルガス」と呼ばれる聖地をも荒廃させ、その樹木を切り倒したと言われている。
ἀφίκετο δὲ καὶ ἐς Αἴγιναν, καὶ Αἰγινητῶν τοὺς δυνατοὺς συνελάμβανεν ὅσοι μηδισμοῦ τε αὐτῶν μετέσχον καὶ βασιλεῖ Δαρείῳ τῷ Ὑστάσπου γῆν δοῦναι καὶ ὕδωρ τοὺς πολίτας ἔπεισαν.
また、彼はアイギナにも赴き、アイギナ人のうち、親ペルシアの立場をとり、市民を説得してヒュスタスペスの子ダレイオス王に土と水を与えるよう仕向けた有力者たちを捕らえた。
§3.4.3διατρίβοντος δὲ ἐν Αἰγίνῃ Κλεομένους Δημάρατος ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας διέβαλλεν αὐτὸν ἐς τῶν Λακεδαιμονίων τὸ πλῆθος·
クレオメネスがアイギナに滞在している間、もう一方の王家の王であるデマラトスが、ラケダイモン人の民衆に対して彼を中傷した。
Κλεομένης δὲ ὡς ἀνέστρεψεν ἐξ Αἰγίνης, ἔπρασσεν ὅπως Δημάρατον παύσειε βασιλεύοντα, καὶ τήν τε ἐν Δελφοῖς πρόμαντιν ὠνήσατο, Λακεδαιμονίοις αὐτὴν ὁπόσα αὐτὸς ἐδίδασκεν ἐς Δημάρατον χρῆσαι, καὶ Λεωτυχίδην ἄνδρα τοῦ βασιλικοῦ γένους καὶ οἰκίας Δημαράτῳ τῆς αὐτῆς ἐπῆρεν ἀμφισβητεῖν ὑπὲρ τῆς ἀρχῆς.
クレオメネスはアイギナから帰還すると、デマラトスを王位から退けようと画策し、デルポイの巫女を買収して、彼自身がデマラトスに関して彼女に教えた通りの神託をラケダイモン人たちに下すようにさせ、また王族の出身でデマラトスと同じ王家の者であるレオテュキデスを唆して、王権をめぐって異議を申し立てさせた。
§3.4.4εἴχετο δὲ Λεωτυχίδης λόγων οὓς Ἀρίστων ποτὲ ἐς Δημάρατον τεχθέντα ἐξέβαλεν ὑπὸ ἀμαθίας οὐχ αὑτοῦ παῖδα εἶναι φήσας.
レオテュキデスは、かつてアリストンが、デマラトスが生まれたときに無知から、彼は自分の子ではないと言って口走った言葉を頼りにした。
τότε δὲ οἱ μὲν ἐς τὸ χρηστήριον οἱ Λακεδαιμόνιοι τὸ ἐν Δελφοῖς, ὥσπερ καὶ τὰ ἄλλα εἰώθεσαν, ἀνάγουσι καὶ τὸ ἀμφισβήτημα τὸ ὑπὲρ Δημαράτου·
その時、ラケダイモン人たちは、他の事柄でも通常そうしていたように、デマラトスをめぐる疑義をデルポイの神託所に諮った。
ἡ δέ σφισιν ἔχρησεν ἡ πρόμαντις ὁπόσα ἦν Κλεομένει κατὰ γνώμην.
すると、巫女は彼らに、クレオメネスの意に沿うすべてのことを神託として下した。
§3.4.5Δημάρατος μὲν δὴ κατὰ ἔχθος τὸ Κλεομένους καὶ οὐ σὺν τῷ δικαίῳ βασιλείας ἐπαύθη, Κλεομένην δὲ ὕστερον τούτων ἐπέλαβεν ἡ τελευτὴ μανέντα·
こうしてデマラトスはクレオメネスの敵意によって、また不当に王位を解かれた。 しかし、これらのことの後に、クレオメネスには狂気による最期が訪れた。
ὡς γὰρ δὴ ἐλάβετο ξίφους, ἐτίτρωσκεν αὐτὸς αὑτὸν καὶ διεξῄει τὸ σῶμα ἅπαν κόπτων τε καὶ λυμαινόμενος.
というのも、彼が剣を掴むと、自分で自分を傷つけ、全身を切り刻んで損ないながら切り裂いていったからである。
Ἀργεῖοι μὲν δὴ τοῖς ἱκέταις τοῦ Ἄργου διδόντα αὐτὸν δίκην τέλος τοῦ βίου φασὶν εὑρέσθαι τοιοῦτον, Ἀθηναῖοι δὲ ὅτι ἐδῄωσε τὴν Ὀργάδα, Δελφοὶ δὲ τῶν δώρων ἕνεκα ὧν τῇ προμάντιδι ἔδωκεν, ἀναπείσας ἐψευσμένα εἰπεῖν ἐς Δημάρατον.
アルゴス人たちは、彼がアルゴスの嘆願者たちに対する罰を受けてこのような生涯の最期を迎えたのだと言い、アテナイ人たちは彼がオルガスを荒廃させたからだと言い、デルポイの人々は、彼が巫女に贈り物を贈り、彼女を説得してデマラトスについて偽りを言わせたからだと言う。

語釈・文法注

  1. 3.4.1μένων ἐν Λακεδαίμονι — 従属節 `οὐ γὰρ ἠνείχετο ὑπακούειν Κλεομένει` にかかる現在分詞で、ここでは条件または随伴状況を表す。「ラケダイモンに留まりながらクレオメネスに従うこと」を意味する。
  2. 3.4.1ἐξώρμει — 「理性を失う」「正気から脱する」という慣用的な意味を表す。`τὰ πολλά` は副詞的に「大抵の場合」や「しばしば」の意味。
  3. 3.4.2τεμεῖν — 動詞 `τέμνω`(切り倒す、荒廃させる)のアオリスト不定詞で、間接話法の動詞 `φασίν` の補語。「聖地の樹木を切り倒した(神聖冒涜を行った)」ことを意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.4.1-3.4.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.4.1-3.4.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。