§3.3.1τελευτήσαντος δὲ Ἀλκαμένους Πολύδωρος τὴν βασιλείαν παρέλαβεν ὁ Ἀλκαμένους, καὶ ἀποικίαν τε ἐς Ἰταλίαν Λακεδαιμόνιοι τὴν ἐς Κρότωνα ἔστειλαν καὶ ἐς Λοκροὺς τοὺς πρὸς ἄκρᾳ Ζεφυρίῳ, καὶ ὁ πόλεμος ὁ καλούμενος Μεσσηνιακὸς Πολυδώρου βασιλεύοντος μάλιστα ἐς ἀκμὴν προῆλθε.
アルカメネスが亡くなると、アルカメネスの子ポリュドロスが王権を引き継いだ。 そしてラケダイモン人たちは、イタリアのクロトンへの植民、およびゼピュリオン岬の近くのロクロイ人たちのもとへの植民を派遣し、またいわゆるメッセニア戦争は、ポリュドロスの治世においてとりわけ最高潮に達した。
λέγουσι δὲ οὐ τὰς αὐτὰς Λακεδαιμόνιοί τε αἰτίας καὶ Μεσσήνιοι τοῦ πολέμου.
しかし、ラケダイモン人とメッセニア人はこの戦争の原因について同じことを述べていない。
§3.3.2τὰ οὖν λεγόμενα ὑπʼ αὐτῶν, καὶ ὁποῖον ὁ πόλεμος ἔσχεν οὗτος πέρας, τοῦ λόγου μοι τὰ ἐφεξῆς δηλώσει·
したがって、彼らによって語られていること、およびこの戦争がどのような結末を迎えたかは、私の記述のこれに続く部分が明らかにするであろう。
τοσοῦτον δὲ ἐν τῷ παρόντι μνησθησόμεθα αὐτῶν, τὰ πολλὰ ἡγήσασθαι Λακεδαιμονίοις ἐν τῷ προτέρῳ πρὸς Μεσσηνίους πολέμῳ Θεόπομπον τὸν Νικάνδρου, βασιλέα ὄντα τῆς ἑτέρας οἰκίας.
しかし、現時点では彼らについて次のことだけを言及しておく。 すなわち、先のメッセニア人との戦争において、ラケダイモン人を大いに率いたのは、もう一方の王家の王であったニカンドロスの子テオポンポスであったということである。
διαπεπολεμημένου δὲ τοῦ πρὸς Μεσσήνην πολέμου καὶ ἤδη Λακεδαιμονίοις δορικτήτου τῆς Μεσσηνίας οὔσης, Πολύδωρον εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ κατὰ γνώμην Λακεδαιμονίων μάλιστα ὄντα τῷ δήμῳ—οὔτε γὰρ ἔργον βίαιον οὔτε ὑβριστὴν λόγον παρείχετο ἐς οὐδένα, ἐν δὲ ταῖς κρίσεσι τὰ δίκαια ἐφύλασσεν οὐκ ἄνευ φιλανθρωπίας, ἔχοντος δὲ ἤδη Πολυδώρου λαμπρὸν §3.3.3ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὄνομα, Πολέμαρχος οἰκίας ἐν Λακεδαίμονι ἀνὴρ οὐκ ἀδόξου, θρασύτερος δὲ ὡς ἐδήλωσε γνώμην, φονεύει τὸν Πολύδωρον·
メッセニアに対する戦争が戦い抜かれ、すでにメッセニアがラケダイモン人の槍によって獲得された土地となっていたとき、スパルタで名声が高く、ラケダイモン人の民衆の意に最も適っていたポリュドロスは――彼は誰に対しても暴力的な行為をすることも傲慢な言葉をかけることもなく、また裁判においては慈悲を伴った正義を守っていたのであり、すでにポリュドロスがその輝かしい名を全ギリシアに轟かせていたときに、ラケダイモンで不名誉ならぬ家系の出身であるが、みずからの意志が示したようにきわめて無謀な男であったポレマルコスが、ポリュドロスを暗殺した。
ἀποθανόντι δὲ αὐτῷ πολλά τε παρὰ Λακεδαιμονίων δέδοται καὶ ἀξιόλογα ἐς τιμήν.
亡くなった彼に対して、ラケダイモン人からは名誉として多くの注目すべきものが与えられた。
ἔστι μέντοι καὶ Πολεμάρχου μνῆμα ἐν Σπάρτῃ, εἴτε ἀγαθοῦ τὰ πρότερα ἀνδρὸς εἶναι νομισθέντος εἴτε καὶ κρύφα οἱ προσήκοντες θάπτουσιν αὐτόν.
しかしながら、スパルタにはポレマルコスの墓もあり、それは彼がそれ以前には良き男と見なされていたためか、あるいは親族たちが密かに彼を葬ったためである。
§3.3.4ἐπὶ μὲν δὴ Εὐρυκράτους τοῦ Πολυδώρου βασιλεύοντος Μεσσήνιοί τε ἠνείχοντο ὑπήκοοι Λακεδαιμονίων ὄντες καὶ παρὰ τοῦ δήμου τοῦ Ἀργείων οὐδέν σφισιν ἀπήντησε νεώτερον·
ポリュドロスの子エウリュクラテスの治世においては、メッセニア人たちはラケダイモン人の配下であることを耐え忍び、またアルゴス人の民衆からも彼らに対して何ら敵対的な動きは生じなかった。
ἐπὶ δὲ Ἀναξάνδρου τοῦ Εὐρυκράτους—τὸ γὰρ χρεὼν ἤδη Μεσσηνίους ἤλαυνεν ἐκτὸς Πελοποννήσου πάσης—ἀφίστανται Λακεδαιμονίων οἱ Μεσσήνιοι.
しかし、エウリュクラテスの子アナクサンドロスの時代には――死の運命がすでにメッセニア人たちをペロポネソス全土の外へと駆り立てていたのであるが――メッセニア人たちはラケダイモン人から離反した。
καὶ χρόνον μὲν ἀντέσχον πολεμοῦντες·
そして彼らはしばらくの間、戦って持ちこたえた。
ὑπόσπονδοι δὲ ὡς ἐκρατήθησαν ἀπῄεσαν ἐκ Πελοποννήσου, τὸ δὲ αὐτῶν ἐγκαταλειφθὲν τῇ γῇ Λακεδαιμονίων ἐγένοντο οἰκέται πλὴν οἱ τὰ ἐπὶ τῇ θαλάσσῃ πολίσματα ἔχοντες.
しかし、彼らは敗北すると、休戦協定を結んでペロポネソスから立ち去り、その土地に後に残された彼らは、海沿いの町々を保持していた者たちを除いて、ラケダイモン人の奴隷となった。
§3.3.5τὰ μὲν δὴ ἐπὶ τοῦ πολέμου συμβάντα, ὃν οἱ Μεσσήνιοι Λακεδαιμονίων ἀποστάντες ἐπολέμησαν, οὔ μοι κατὰ καιρὸν ἦν ἐν τῇ συγγραφῇ τῇ παρούσῃ δηλῶσαι·
メッセニア人たちがラケダイモン人から離反して戦った戦争において生じた出来事を明らかにすることは、現在の私の記述においては適切な時期ではない。
Ἀναξάνδρου δὲ υἱὸς Εὐρυκράτης γίνεται, Εὐρυκράτους δὲ τοῦ δευτέρου Λέων.
アナクサンドロスの子はエウリュクラテスであり、第二のエウリュクラテスの子はレオンであった。
ἐπὶ τούτων βασιλευόντων Λακεδαιμόνιοι προσέπταιον ἐν τῷ πρὸς Τεγεάτας πολέμῳ τὰ πλείονα.
彼らの治世において、ラケダイモン人たちはテゲア人との戦争において多くの場合、挫折を味わった。
ἐπὶ δὲ Ἀναξανδρίδου τοῦ Λέοντος ἐπικρατέστεροι Τεγεατῶν γίνονται τῷ πολέμῳ·
しかし、レオンの子アナクサンドリダスの時代には、彼らは戦争においてテゲア人よりも優勢になった。
γίνονται δὲ οὕτως.
そして次のようにして優勢になったのである。
ἀνὴρ Λακεδαιμόνιος Λίχας ὄνομα ἀφίκετο ἐς Τεγέαν·
リカスという名のラケダイモン人の男がテゲアにやって来た。
§3.3.6τηνικαῦτα δὲ αἱ πόλεις ἄγουσαι σπονδὰς ἔτυχον.
当時、両都市は偶然にも休戦条約を結んでいた。
ἀφικομένου δὲ τοῦ Λίχα Ὀρέστου τὰ ὀστᾶ ἀνεζήτουν·
リカスがやって来たとき、スパルタ人たちはオレステスの遺骨を捜し求めていた。
ἀνεζήτουν δὲ αὐτὰ ἐκ θεοπροπίου Σπαρτιᾶται.
彼らは神託に従ってそれを捜し求めていたのである。
συνῆκεν οὖν ὁ Λίχας ὡς ἔστι κατακείμενα ἐν οἰκίᾳ χαλκέως, συνῆκε δὲ οὕτως·
そこでリカスは、それが鍛冶屋の家の中に横たわっていることを理解した。 彼は次のようにして理解したのである。
ὁπόσα ἐν τῇ τοῦ χαλκέως ἑώρα, παρέβαλεν αὐτὰ πρὸς τὸ ἐκ Δελφῶν μάντευμα, ἀνέμοις μὲν τοῦ χαλκέως εἰκάζων τὰς φύσας, ὅτι καὶ αὐταὶ βίαιον πνεῦμα ἠφίεσαν, τύπον δὲ τὴν σφῦραν καὶ τὸν ἄκμονα ἀντίτυπον ταύτῃ, πῆμα δὲ εἰκότως ἀνθρώπῳ τὸν σίδηρον, ὅτι ἐχρῶντο ἐς τὰς μάχας ἤδη τῷ σιδήρῳ·
鍛冶屋の家の中で見たものすべてを、彼はデルポイからの神託と比較し、鍛冶屋のふいごを風になぞらえたのは、それらもまた激しい息を吹き出していたからであり、ハンマーを打撃とし、金敷をこれに対する反撃とし、また、鉄を人間にとっての災いとしたのはもっともなことで、なぜなら彼らはその時すでに戦闘において鉄を使用していたからである。
τὰ δὲ ἐπὶ τῶν ἡρώων καλουμένων ἂν εἶπεν ὁ θεὸς ἀνθρώπῳ πῆμα εἶναι τὸν χαλκόν.
一方、いわゆる英雄たちの時代については、神は青銅を人間にとっての災いと言ったであろう。
§3.3.7τῷ χρησμῷ δὲ τῷ γενομένῳ Λακεδαιμονίοις ἐς τοῦ Ὀρέστου τὰ ὀστᾶ καὶ Ἀθηναίοις ὕστερον ἐοικότα ἐχρήσθη κατάγουσιν ἐς Ἀθήνας ἐκ Σκύρου Θησέα, ἄλλως δὲ οὐκ εἶναί σφισιν ἑλεῖν Σκῦρον·
ラケダイモン人にオレステスの遺骨に関して下された神託と、のちにアテナイ人に対して、テセウスをスカイロス島からアテナイへと連れ戻す際、同様の神託が下された。 すなわち、そうする以外には彼らがスカイロスを占領することはできないというものであった。
ἀνεῦρε δὲ τὰ ὀστᾶ τοῦ Θησέως Κίμων ὁ Μιλτιάδου, σοφίᾳ χρησάμενος καὶ οὗτος, καὶ μετʼ οὐ πολὺ εἷλε τὴν Σκῦρον.
ミルティアデスのキモンが、彼もまた知恵を用いてテセウスの遺骨を発見し、間もなくスカイロスを占領した。
§3.3.8ὅτι δὲ ἐπὶ τῶν ἡρώων τὰ ὅπλα ὁμοίως χαλκᾶ ἦν πάντα, μαρτυρεῖ μοι καὶ Ὁμήρου τῶν ἐπῶν τὰ ἔς τε ἀξίνην ἔχοντα τὴν Πεισάνδρου καὶ ἐς τοῦ Μηριόνου τὸν ὀιστόν.
英雄たちの時代には、武器が同様にすべて青銅製であったことは、ホメロスの詩行のうち、ペイサンドロスの戦斧に関する部分や、メリオネスの矢に関する部分も私に証言してくれている。
βεβαιοῖ δὲ καὶ ἄλλως μοι τὸν λόγον ἐν Φασήλιδι ἀνακείμενον ἐν Ἀθηνᾶς ἱερῷ τὸ δόρυ Ἀχιλλέως καὶ Νικομηδεῦσιν ἐν Ἀσκληπιοῦ ναῷ μάχαιρα ὁ Μέμνονος·
また、ファセリスのアテナの神殿に奉納されているアキレウスの槍、およびニコメディアのアスクレピオスの神殿にあるメムノンの剣も、別の点から私の主張を裏付けている。
καὶ τοῦ μὲν ἥ τε αἰχμὴ καὶ ὁ σαυρωτήρ, ἡ μάχαιρα δὲ καὶ διὰ πάσης χαλκοῦ πεποίηται.
前者の穂先と石突、そして後者の剣は全体が青銅で作られているからである。
§3.3.9ταῦτα μὲν δὴ ἴσμεν ἔχοντα οὕτως·
さて、これらのことがこのようになっていることを私たちは知っている。
Ἀναξανδρίδης δὲ ὁ Λέοντος Λακεδαιμονίων μόνος γυναῖκάς τε δύο ἅμα ἔσχε καὶ οἰκίας δύο ἅμα ᾤκησε.
しかし、レオンの子アナクサンドリダスは、ラケダイモン人のうち唯一、同時に二人の妻を娶り、同時に二つの家庭を営んだ。
τὴν γάρ οἱ πρότερον συνοικοῦσαν ἀρίστην τὰ ἄλλα οὖσαν συνέβαινεν οὐ τίκτειν·
というのも、彼と以前から同居していた妻は、他の点では極めて優れていたものの、子供を産まないということが起こっていたからである。
ἀποπέμψασθαι δὲ αὐτὴν κελευόντων τῶν ἐφόρων τοῦτο μὲν οὐδαμῶς ἐπαγγέλλεται, τοσοῦτον δέ σφισιν εἴκει γυναῖκα ἑτέραν λαβεῖν πρὸς ταύτῃ.
エフォロイが彼女を離縁するように命じたとき、彼はこのことは決して約束しなかったが、彼女に加えてもう一人の妻を娶ることについては彼らに譲歩した。
καὶ ἥ τε ἐπεισελθοῦσα Κλεομένην παῖδα ἔσχε καὶ ἡ προτέρα τέως οὐ σχοῦσα ἐν γαστρὶ ἐπὶ γεγονότι ἤδη Κλεομένει τίκτει Δωριέα καὶ αὖθις Λεωνίδαν, ἐπὶ δὲ αὐτοῖς Κλεόμβροτον.
そして、後から入ってきた妻がクレオメネスという子を産み、先の妻も、それまでは身籠もることがなかったが、クレオメネスがすでに生まれた後に、ドリエウスを産み、さらにレオニダスを、そして彼らの後にクレオンブロトスを産んだ。
§3.3.10ἐπεὶ δὲ ἀπέθανεν Ἀναξανδρίδης, Λακεδαιμόνιοι Δωριέα καὶ γνώμην Κλεομένους καὶ τὰ ἐς πόλεμον ἀμείνονα εἶναι νομίζοντες τὸν μὲν ἀπώσαντο ἄκοντες, Κλεομένει δὲ διδόασιν ἐκ τῶν νόμων πρεσβεῖα τὴν ἀρχήν.
アナクサンドリダスが亡くなると、ラケダイモン人たちは、ドリエウスの方が思慮においても戦争に関する事柄においてもクレオメネスより優れていると考えたが、気は進まないながらも彼を退け、法律に従って、長子の特権としてクレオメネスに王権を与えた。