§3.4.1Δωριεὺς μὲν δὴ—οὐ γὰρ ἠνείχετο ὑπακούειν Κλεομένει μένων ἐν Λακεδαίμονι—ἐς ἀποικίαν στέλλεται· Κλεομένης δὲ ὡς ἐβασίλευσεν, αὐτίκα ἐσέβαλεν ἐς τὴν Ἀργολίδα, Λακεδαιμονίων τε αὐτῶν ἀθροίσας καὶ τῶν συμμάχων στρατιάν.
多里欧斯——因为他无法忍受留在拉克代蒙并服从克莱奥美尼斯——出发前往殖民地;而克莱奥美尼斯即位后,随即召集了拉克代蒙人自己联军的军队,侵入了阿耳戈利斯。
ὡς δὲ ἐπεξῆλθον οἱ Ἀργεῖοι σὺν ὅπλοις, ὁ Κλεομένης ἐνίκα τῇ μάχῃ· καὶ —ἦν γὰρ πλησίον ἄλσος ἱερὸν Ἄργου τοῦ Νιόβης— καταφεύγουσιν ὡς ἐτράποντο ὅσον τε πεντακισχίλιοι τῶν Ἀργείων ἐς τὸ ἄλσος.
当阿耳戈斯人武装出击时,克莱奥美尼斯在战斗中获胜;并且——因为附近有一处属于尼俄柏之子阿耳戈斯的圣林——当他们败退时,大约有五千名阿耳戈斯人逃进圣林避难。
Κλεομένης δὲ—ἐξώρμει γὰρ τὰ πολλὰ ἐκ τοῦ νοῦ—κελεύει καὶ τότε ἐνεῖναι πῦρ τοῖς εἵλωσιν ἐς τὸ ἄλσος, καὶ τό τε ἄλσος ἡ φλὸξ ἐπέλαβεν ἅπαν καὶ ὁμοῦ τῷ ἄλσει καιομένῳ συγκατεκαύθησαν οἱ ἱκέται.
但克莱奥美尼斯——因为他大多时候神志不清——在那时也命令黑劳士们向圣林放火,于是火焰吞噬了整片圣林,随着圣林被烧毁,避难者们也一同被烧死。
§3.4.2ἐστράτευσε δὲ καὶ ἐπὶ Ἀθήνας, τὸ μὲν πρότερον Ἀθηναίοις τε ἐλευθερίαν ἀπὸ τῶν Πεισιστράτου παίδων καὶ αὑτῷ καὶ Λακεδαιμονίοις δόξαν ἐν τοῖς Ἕλλησιν ἀγαθὴν κτώμενος, ὕστερον δὲ Ἀθηναίου χάριτι ἀνδρὸς Ἰσαγόρου τυραννίδα οἱ συγκατεργασόμενος Ἀθηνῶν.
他也曾对雅典发动远征,起初是为了让雅典人从佩西斯特拉托斯的儿子们手中获得自由,并为自己和拉克代蒙人在希腊人中赢得良好的声誉,后来则是出于对雅典人伊萨哥拉斯的恩惠,企图与他共同为他在雅典建立僭主统治。
ὡς δὲ ἡμάρτανε τῆς ἐλπίδος καὶ οἱ Ἀθηναῖοι περὶ τῆς ἐλευθερίας ἐμαχέσαντο ἐρρωμένως, ἐνταῦθα ὁ Κλεομένης ἄλλα τε ἐδῄωσε τῆς χώρας καὶ τῆς καλουμένης Ὀργάδος θεῶν τε τῶν ἐν Ἐλευσῖνι ἱερᾶς, καὶ ταύτης τεμεῖν φασιν αὐτόν.
但是,当他的希望落空,且雅典人为自由而奋力战斗时,克莱奥美尼斯便蹂躏了该国的其他地方,以及属于埃勒乌西斯众神、被称为“奥尔加斯”的圣地,据说他还砍伐了其中的树木。
ἀφίκετο δὲ καὶ ἐς Αἴγιναν, καὶ Αἰγινητῶν τοὺς δυνατοὺς συνελάμβανεν ὅσοι μηδισμοῦ τε αὐτῶν μετέσχον καὶ βασιλεῖ Δαρείῳ τῷ Ὑστάσπου γῆν δοῦναι καὶ ὕδωρ τοὺς πολίτας ἔπεισαν.
此外,他还去了埃吉纳,逮捕了埃吉纳人中那些参与亲波斯活动、并说服公民向海斯塔斯佩斯之子大流士国王献上土和水的有力人士。
§3.4.3διατρίβοντος δὲ ἐν Αἰγίνῃ Κλεομένους Δημάρατος ὁ τῆς οἰκίας βασιλεὺς τῆς ἑτέρας διέβαλλεν αὐτὸν ἐς τῶν Λακεδαιμονίων τὸ πλῆθος· Κλεομένης δὲ ὡς ἀνέστρεψεν ἐξ Αἰγίνης, ἔπρασσεν ὅπως Δημάρατον παύσειε βασιλεύοντα, καὶ τήν τε ἐν Δελφοῖς πρόμαντιν ὠνήσατο, Λακεδαιμονίοις αὐτὴν ὁπόσα αὐτὸς ἐδίδασκεν ἐς Δημάρατον χρῆσαι, καὶ Λεωτυχίδην ἄνδρα τοῦ βασιλικοῦ γένους καὶ οἰκίας Δημαράτῳ τῆς αὐτῆς ἐπῆρεν ἀμφισβητεῖν ὑπὲρ τῆς ἀρχῆς.
在克莱奥美尼斯滞留埃吉纳期间,另一个家族的国王德马拉托斯向拉克代蒙平民诽谤他;克莱奥美尼斯从埃吉纳返回后,便设法废黜德马拉托斯的王位,并收买了德尔斐的女祭司,让她把克莱奥美尼斯自己教给她的、关于德马拉托斯的一切,作为神谕宣告给拉克代蒙人,并且怂恿出身王室、与德马拉托斯同族的莱奥提基德斯对王位提出异议。
§3.4.4εἴχετο δὲ Λεωτυχίδης λόγων οὓς Ἀρίστων ποτὲ ἐς Δημάρατον τεχθέντα ἐξέβαλεν ὑπὸ ἀμαθίας οὐχ αὑτοῦ παῖδα εἶναι φήσας.
莱奥提基德斯所依据的,是阿里斯托恩以前在德马拉托斯出生时,由于无知而随口说出的那些话,即声称德马拉托斯不是他自己的儿子。
τότε δὲ οἱ μὲν ἐς τὸ χρηστήριον οἱ Λακεδαιμόνιοι τὸ ἐν Δελφοῖς, ὥσπερ καὶ τὰ ἄλλα εἰώθεσαν, ἀνάγουσι καὶ τὸ ἀμφισβήτημα τὸ ὑπὲρ Δημαράτου· ἡ δέ σφισιν ἔχρησεν ἡ πρόμαντις ὁπόσα ἦν Κλεομένει κατὰ γνώμην.
当时,拉克代蒙人就像平时处理其他事情一样,把关于德马拉托斯的争议呈报给德尔斐的神谕所;而女祭司向他们宣示了完全符合克莱奥美尼斯心意的一切神谕。
§3.4.5Δημάρατος μὲν δὴ κατὰ ἔχθος τὸ Κλεομένους καὶ οὐ σὺν τῷ δικαίῳ βασιλείας ἐπαύθη, Κλεομένην δὲ ὕστερον τούτων ἐπέλαβεν ἡ τελευτὴ μανέντα· ὡς γὰρ δὴ ἐλάβετο ξίφους, ἐτίτρωσκεν αὐτὸς αὑτὸν καὶ διεξῄει τὸ σῶμα ἅπαν κόπτων τε καὶ λυμαινόμενος.
德马拉托斯确实因为克莱奥美尼斯的仇恨且不公正地被废黜了王位,但在这些事情之后,死于狂乱的结局降临在克莱奥美尼斯身上;因为当他拿到一把剑时,他开始伤害自己,并残忍地割裂自己的身体,直到最后。
Ἀργεῖοι μὲν δὴ τοῖς ἱκέταις τοῦ Ἄργου διδόντα αὐτὸν δίκην τέλος τοῦ βίου φασὶν εὑρέσθαι τοιοῦτον, Ἀθηναῖοι δὲ ὅτι ἐδῄωσε τὴν Ὀργάδα, Δελφοὶ δὲ τῶν δώρων ἕνεκα ὧν τῇ προμάντιδι ἔδωκεν, ἀναπείσας ἐψευσμένα εἰπεῖν ἐς Δημάρατον.
阿耳戈斯人说他得到这样的生命终结,是因为他向阿耳戈斯的避难者付出了代价(受到了惩罚),雅典人说是由于他蹂躏了奥尔加斯,而德尔斐人则说是由于他给女祭司送了礼物,说服她对德马拉托斯说谎。