Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.2.1-3.2.7

アギアダイ王家の系譜と初期スパルタの対外戦争

103 / 465 箇所 · ギリシア語

要旨

アギスから始まるスパルタの共同王家(アギアダイ)の系譜に沿って、歴代の王たちの事績や、隣国アルゴス、周辺民、およびメッセニアとの初期の対立や、植民活動、さらにリュクルゴスによる立法について説明する。

§3.2.1Εὐρυσθένει πρεσβυτέρῳ τῶν Ἀριστοδήμου παίδων ὄντι ἡλικίαν γενέσθαι λέγουσιν υἱὸν Ἆγιν·
アリストデモスの子らのうち年長であったエウリュステネスに、その年齢において、アギスという息子が生まれたと言われている。
ἀπὸ τούτου δὲ τὸ γένος τὸ Εὐρυσθένους καλοῦσιν Ἀγιάδας.
彼から、エウリュステネスの家系はアギアダイと呼ばれている。
ἐπὶ τούτου Πατρεῖ τῷ Πρευγένους κτίζοντι ἐν Ἀχαΐᾳ πόλιν, ἥντινα Πάτρας καὶ ἐς ἡμᾶς καλοῦσιν ἀπὸ τοῦ Πατρέως τούτου, συνεπελάβοντο Λακεδαιμόνιοι τοῦ οἰκισμοῦ.
このアギスの時代に、プレウゲネスの子パトレウスが、現在でもこのパトレウスにちなんでパトラスと私たちが呼んでいるアカイアの都市を創建していた際、ラケダイモン人たちはその植民の創建を共同で助けた。
συνήραντο δὲ καὶ Γρᾷ τῷ Ἐχέλα τοῦ Πενθίλου τοῦ Ὀρέστου στελλομένῳ ναυσὶν ἐς ἀποικίαν.
また彼らは、オレステスの子ペンティロスの子エケラスの子であるグラスが船で植民へ出発するのも共同で助けた。
καὶ ὁ μὲν τὴν τῆς Ἰωνίας μεταξὺ καὶ Μυσῶν, καλουμένην δὲ Αἰολίδα ἐφʼ ἡμῶν, καθέξειν ἔμελλεν·
そしてグラスは、イオニアとミュシアの間にあり、私たちの時代にはアイオリスと呼ばれている地を占領することになっていた。
ὁ δέ οἱ πρόγονος Πενθίλος Λέσβον τὴν ὑπὲρ τῆς ἠπείρου ταύτης νῆσον εἷλεν ἔτι πρότερον.
一方、彼の先祖であるペンティロスは、これよりさらに前に、この大陸の対岸にある島レスボスをすでに奪取していた。
§3.2.2ἐπὶ δὲ Ἐχεστράτου τοῦ Ἄγιδος βασιλεύοντες ἐν Σπάρτῃ Κυνουρέας τοὺς ἐν ἡλικίᾳ Λακεδαιμόνιοι ποιοῦσιν ἀναστάτους, αἰτίαν ἐπενεγκόντες ὡς τὴν Ἀργολίδα συγγενῶν σφισιν ὄντων Ἀργείων λῃσταί τε ἐκ τῆς Κυνουριακῆς κακουργοῖεν καὶ αὐτοὶ καταδρομὰς ἐκ τοῦ φανεροῦ ποιοῖντο ἐς τὴν γῆν.
アギスの子エケストラトスがスパルタで王であったとき、ラケダイモン人たちは、自分たちと同族であるアルゴス人の土地アルゴリスを、キュヌリア地方出身の盗賊たちが荒らし、またキュヌリア人自身も公然と不意打ちでその土地へ襲撃を行っているという非難を口実にして、兵役年齢にあるキュヌリア人を追放した。
λέγονται δὲ οἱ Κυνουρεῖς Ἀργεῖοι τὸ ἀνέκαθεν εἶναι, καὶ οἰκιστήν φασιν αὐτῶν Κύνουρον γενέσθαι τὸν Περσέως.
キュヌリア人はもともとアルゴス人であると言われており、彼らの創建者はペルセウスの子キュヌロスであったと人々は言っている。
§3.2.3ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς Λαβώτας ὁ Ἐχεστράτου τὴν ἀρχὴν ἔσχεν ἐν Σπάρτῃ.
それから何年も経たないうちに、エケストラトスの子ラボタスがスパルタで王権を得た。
τοῦτον τὸν Λαβώταν Ἡρόδοτος ἐν τῷ λόγῳ τῷ ἐς Κροῖσον ὑπὸ Λυκούργου τοῦ θεμένου τοὺς νόμους φησὶν ἐπιτροπευθῆναι παῖδα ὄντα·
このラボタスについて、ヘロドトスはクロイソスに関する記述の中で、彼が子供であったときに法律を制定したリュクルゴスの後見を受けたと述べている。
Λεωβώτην δέ οἱ τίθεται τὸ ὄνομα καὶ οὐ Λαβώταν.
ただし、彼はその名をラボタスではなくレオボテスと表記している。
Λακεδαιμονίοις δὲ πρῶτον τότε ἔδοξεν ἄρασθαι πρὸς Ἀργείους πόλεμον·
このとき、ラケダイモン人にとって初めて、アルゴス人に対して戦争を起こすことが決定された。
ἐποιοῦντο δὲ ἐς αὐτοὺς ἐγκλήματα τήν τε Κυνουριακὴν ἑλόντων αὑτῶν ἀποτέμνεσθαι τοὺς Ἀργείους καὶ τοὺς περιοίκους σφῶν ὑπηκόους ὄντας ἀφιστάναι.
彼らがアルゴス人に対して申し立てた不満は、自分たちがキュヌリア地方を占領したにもかかわらず、アルゴス人がその一部を切り取り、また自分たちの配下にある周辺民(ペリオイコイ)を反乱させているというものであった。
τότε μὲν δὴ παρὰ οὐδετέρων πολεμησάντων ὅμως μνήμης ἄξιον πραχθῆναί φασιν οὐδέν·
そのとき、双方が戦争を行ったものの、記憶に値することは何も行われなかったと言われている。
§3.2.4τοὺς δὲ ἐφεξῆς βασιλεύσαντας τῆς οἰκίας ταύτης Δόρυσσον τὸν Λαβώτα καὶ Ἀγησίλαον Δορύσσου διʼ ὀλίγου σφᾶς τὸ χρεὼν ἐπέλαβεν ἀμφοτέρους.
この王家に属し、そののちに次々と王となったラボタスの子ドリュッソスと、ドリュッソスの子アゲシラオスは、間もなく二人の上に死の運命が訪れた。
ἔθηκε δὲ καὶ Λυκοῦργος Λακεδαιμονίοις τοὺς νόμους ἐπὶ τῆς Ἀγησιλάου βασιλείας·
リュクルゴスがラケダイモン人のために法律を制定したのも、アゲシラオスの治世のときであった。
θεῖναι δὲ αὐτὸν λέγουσιν οἱ μὲν παρὰ τῆς Πυθίας διδαχθέντα ὑπὲρ αὐτῶν, οἱ δὲ ὡς Κρητικὰ ὄντα νόμιμα ἐπαγάγοιτο.
彼がこれらを制定したことについて、ある人々は彼がピュティアからそれらについて教えを受けたと述べ、他の人々は彼がクレタの慣習を導入したのだと言っている。
τούτους δὲ οἱ Κρῆτες τοὺς νόμους τεθῆναί σφισιν ὑπὸ Μίνω λέγουσι, βουλεύσασθαι δὲ ὑπὲρ τῶν νόμων οὐκ ἄνευ θεοῦ τὸν Μίνω.
クレタ人自身は、これらの法律がミノスによって自分たちに制定されたものであり、ミノスは神の関与なしに法律について思案したのではないと言っている。
ᾐνίξατο δὲ καὶ Ὅμηρος ἐμοὶ δοκεῖν περὶ τοῦ Μίνω τῆς νομοθεσίας ἐν τοῖσδε τοῖς ἔπεσι·
ホメロスもまた、私に思われるところでは、次の詩行においてミノスの立法について暗に示している。
" τῇσι δʼ ἐνὶ Κνωσσός, μεγάλη πόλις, ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής.
"彼らの中にはクノッソスという大いなる都があり、そこではミノスが、九年の間、偉大なるゼウスの語らいの友として王を務めた。
" §3.2.5Λυκούργου μὲν οὖν καὶ ἐν τοῖς ἔπειτα τοῦ λόγου ποιήσομαι μνήμην·
"リュクルゴスについては、こののちの記述においても言及することにする。
Ἀγησιλάου δὲ παῖς ἐγένετο Ἀρχέλαος.
アゲシラオスの子はアルケラオスであった。
ἐπὶ τούτου Λακεδαιμόνιοι πολέμῳ κρατήσαντες πόλιν τῶν περιοικίδων ἠνδραποδίσαντο Αἴγυν, ὑποπτεύσαντες ὡς οἱ Αἰγῦται φρονοῦσι τὰ Ἀρκάδων.
彼の時代に、ラケダイモン人たちは戦争で勝利し、周辺都市の一つであるアイギュスを奴隷とし、それはアイギュスの人々がアルカディア人の味方をしていると疑ったからであった。
Χαρίλαος δὲ ὁ τῆς ἑτέρας οἰκίας βασιλεὺς συνεξεῖλε μὲν καὶ Ἀρχελάῳ τὴν Αἴγυν, ὁπόσα δὲ καὶ ἰδίᾳ Λακεδαιμονίων αὐτὸς ἔδρασεν ἡγούμενος, μνήμην καὶ τῶνδε ποιησόμεθα ὁμοῦ τῷ λόγῳ μεταβάντι ἐς τοὺς Εὐρυπωντίδας καλουμένους.
もう一方の王家の王であるカリラオスも、アルケラオスと共同してアイギュスを陥落させたが、彼が自らラケダイモン人を率いて単独で行った事績については、記述がエウリュポンティダイと呼ばれる者たちへと移行する際に、合わせて言及することにする。
§3.2.6Ἀρχελάου δὲ ἦν Τήλεκλος·
アルケラオスの子はテレクロスであった。
ἐπὶ τούτου πόλεις Λακεδαιμόνιοι τῶν περιοικίδων πολέμῳ κρατήσαντες ἐξεῖλον Ἀμύκλας καὶ Φᾶριν καὶ Γεράνθρας, ἐχόντων ἔτι Ἀχαιῶν.
彼の時代に、ラケダイモン人たちは周辺都市のうち、アカイア人たちがまだ保持していたアミュクライ、パリス、ゲラントラスを戦争で勝利して占領した。
τούτων Φαρῖται καὶ Γερανθρᾶται τὴν ἔφοδον τῶν Δωριέων καταπλαγέντες ἀπελθεῖν ἐκ Πελοποννήσου συγχωροῦνται ὑπόσπονδοι·
これらのうち、パリスとゲラントラスの住民は、ドリス人の襲来に恐れおののき、講和条約を結んでペロポネソスから立ち去ることを許された。
τοὺς δὲ Ἀμυκλαιεῖς οὐκ ἐξ ἐπιδρομῆς ἐκβάλλουσιν, ἀλλὰ ἀντισχόντας τε ἐπὶ πολὺ τῷ πολέμῳ καὶ ἔργα οὐκ ἄδοξα ἐπιδειξαμένους.
しかしアミュクライの住民については、不意の急襲によって追い払われたのではなく、戦争において長く持ちこたえ、不名誉ならぬ数々の働きを示したのちのことであった。
δηλοῦσι δὲ καὶ οἱ Δωριεῖς τρόπαιον ἐπὶ τοῖς Ἀμυκλαιεῦσιν ἀναστήσαντες, ὡς ἐν τῷ τότε λόγου μάλιστα ἄξιον τοῦτο ὑπάρξαν σφίσιν.
ドリス人たちがアミュクライ人に対してトロフィーを打ち立てたこともそのことを示しており、当時の彼らにとってこれが最も言及に値する出来事であったからである。
οὐ πολλῷ δὲ ὕστερον τούτων ἀπέθανεν ὑπὸ Μεσσηνίων Τήλεκλος ἐν Ἀρτέμιδος ἱερῷ·
これらの出来事から間もなくして、テレクロスはメッセニア人によってアルテミスの神殿で殺害された。
τὸ δὲ ἱερὸν τοῦτο ἐν μεθορίῳ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας ἐπεποίητο ἐν χωρίῳ καλουμένῳ Λίμναις.
この神殿は、ラコニア地方とメッセニアの国境の、リムナイと呼ばれる場所に建てられていた。
§3.2.7Τηλέκλου δὲ ἀποθανόντος Ἀλκαμένης ἔσχεν ὁ Τηλέκλου τὴν ἀρχήν·
テレクロスが死ぬと、テレクロスの子供であるアルカメネスが王権を得た。
καὶ Λακεδαιμόνιοι πέμπουσιν ἐς Κρήτην Χαρμίδαν τὸν Εὔθυος, ἄνδρα ἐν Σπάρτῃ τῶν δοκίμων, στάσεις τε καταπαύσοντα τοῖς Κρησὶ καὶ τὰ πολίσματα, ὁπόσα ἦν ἀπωτέρω θαλάσσης καὶ ἄλλως ἀσθενῆ, ταῦτα μὲν τοὺς Κρῆτας πείσοντα ἐκλιπεῖν, τὰ δὲ ἐν ἐπικαίρῳ τοῦ παράπλου συνοικιοῦντα ἀντʼ αὐτῶν.
そしてラケダイモン人たちは、スパルタの有力者の一人であったエウテュスの子カルミダスをクレタへと派遣した。 それはクレタ人たちの内紛を鎮めるとともに、海から遠く、かつ他の点でも脆弱な町々については、クレタ人たちを説得して立ち退かせ、その代わりに、沿岸航路の要衝にある町々へと彼らを共同入植させるためであった。
ἀνέστησαν δὲ καὶ Ἕλος ἐπὶ θαλάσσῃ πόλισμα Ἀχαιῶν ἐχόντων καὶ Ἀργείους τοῖς εἵλωσιν ἀμύναντας μάχῃ νικῶσιν.
また彼らは、アカイア人たちが保持していた海沿いの小さな町ヘロスを破壊し、ヘロット(国家奴隷)たちを救援しに来たアルゴス人を戦闘において破った。

語釈・文法注

  1. 3.2.1ἡλικίαν — 対格形 `ἡλικίαν` は「年齢に関して」を表す観点の対格。比較級 `πρεσβυτέρῳ`(年長である)の比較の基準や領域を限定している。
  2. 3.2.2βασιλεύοντες — 写本によっては `βασιλεύοντος`(属格独立格、エケストラトスが王であったとき)とするが、伝承された `βασιλεύοντες` は主格複数分詞として主語 `Λακεδαιμόνιοι` に一致し、「スパルタで王位にあったラケダイモン人たちは」という意味になる。
  3. 3.2.2ὡς τὴν Ἀργολίδα συγγενῶν σφισιν ὄντων Ἀργείων λῃσταί τε ἐκ τῆς Κυνουριακῆς κακουργοῖεν — 間接話法を導く `ὡς` 節の中の `συγγενῶν σφισιν ὄντων Ἀργείων` は属格独立。`σφισιν`(彼ら自身、すなわちラケダイモン人)と血縁関係(`συγγενῶν`)にあるアルゴス人の地アルゴリス(`τὴν Ἀργολίδα`)を、キュヌリアの盗賊が害しているという告発の内容を表す。
  4. 3.2.3ἐποιοῦντο δὲ ἐς αὐτοὺς ἐγκλήματα τήν τε Κυνουριακὴν ἑλόντων αὑτῶν ἀποτέμνεσθαι τοὺς Ἀργείους — `ἑλόντων αὑτῶν` は属格独立(ラケダイモン人自身がキュヌリアを占領したにもかかわらず)。不定詞 `ἀποτέμνεσθαι`(切り取る、奪い去る)は主節の `ἐποιοῦντο ... ἐγκλήματα`(告発/不満の申し立てを行う)にかかる、非難の内容を示す対格不定詞構文(主語は `τοὺς Ἀργείους`)。
  5. 3.2.4ἐμοὶ δοκεῖν — 不定詞 `δοκεῖν` を用いた「私に思われるところでは」という絶対不定詞の慣用句で、主節全体を親族的に修飾する挿入表現として機能する。
  6. 3.2.7στάσεις τε καταπαύσοντα... πείσοντα... συνοικιοῦντα — これらはすべて未来能動態分詞の対格男性単数で、直前の `Χαρμίδαν` に一致し、派遣された目的(「〜するために」)を表している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.2.1-3.2.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.2.1-3.2.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。