§3.3.1τελευτήσαντος δὲ Ἀλκαμένους Πολύδωρος τὴν βασιλείαν παρέλαβεν ὁ Ἀλκαμένους, καὶ ἀποικίαν τε ἐς Ἰταλίαν Λακεδαιμόνιοι τὴν ἐς Κρότωνα ἔστειλαν καὶ ἐς Λοκροὺς τοὺς πρὸς ἄκρᾳ Ζεφυρίῳ, καὶ ὁ πόλεμος ὁ καλούμενος Μεσσηνιακὸς Πολυδώρου βασιλεύοντος μάλιστα ἐς ἀκμὴν προῆλθε.
阿尔卡梅内斯去世后,阿尔卡梅内斯之子波吕多罗斯继承了王权,拉克代蒙人向意大利派遣了殖民地,一处前往克罗托内,另一处前往泽菲里翁角附近的洛克里人那里,而所谓的麦塞尼亚战争在波吕多罗斯执政期间达到了顶峰。
λέγουσι δὲ οὐ τὰς αὐτὰς Λακεδαιμόνιοί τε αἰτίας καὶ Μεσσήνιοι τοῦ πολέμου.
然而,关于战争的原因,拉克代蒙人和麦塞尼亚人的说法并不相同。
§3.3.2τὰ οὖν λεγόμενα ὑπʼ αὐτῶν, καὶ ὁποῖον ὁ πόλεμος ἔσχεν οὗτος πέρας, τοῦ λόγου μοι τὰ ἐφεξῆς δηλώσει· τοσοῦτον δὲ ἐν τῷ παρόντι μνησθησόμεθα αὐτῶν, τὰ πολλὰ ἡγήσασθαι Λακεδαιμονίοις ἐν τῷ προτέρῳ πρὸς Μεσσηνίους πολέμῳ Θεόπομπον τὸν Νικάνδρου, βασιλέα ὄντα τῆς ἑτέρας οἰκίας.
至于他们所说的话,以及这场战争有着怎样的结局,我随后的 ¦0 叙述将会予以说明;但在目前,我们仅对此提及这么多:即在先前对麦塞尼亚人的战争中,另一个家族的国王、尼坎德罗斯之子推奥蓬波斯在大部分时间里领导着拉克代蒙人。
διαπεπολεμημένου δὲ τοῦ πρὸς Μεσσήνην πολέμου καὶ ἤδη Λακεδαιμονίοις δορικτήτου τῆς Μεσσηνίας οὔσης, Πολύδωρον εὐδοκιμοῦντα ἐν Σπάρτῃ καὶ κατὰ γνώμην Λακεδαιμονίων μάλιστα ὄντα τῷ δήμῳ—οὔτε γὰρ ἔργον βίαιον οὔτε ὑβριστὴν λόγον παρείχετο ἐς οὐδένα, ἐν δὲ ταῖς κρίσεσι τὰ δίκαια ἐφύλασσεν οὐκ ἄνευ φιλανθρωπίας, ἔχοντος δὲ ἤδη Πολυδώρου λαμπρὸν
当对麦塞尼亚的战争已经打完,且麦塞尼亚已成为拉克代蒙人以武力征服的土地时,波吕多罗斯在斯巴达享有盛名,且最得拉克代蒙人平民的欢心——因为他对任何人都既不表现出暴力的行为,也不使用侮辱性的言辞,而且在审判中,他守卫正义,并且不乏仁慈,而当波吕多罗斯已经拥有了响彻整个希腊的名声。
§3.3.3ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ὄνομα, Πολέμαρχος οἰκίας ἐν Λακεδαίμονι ἀνὴρ οὐκ ἀδόξου, θρασύτερος δὲ ὡς ἐδήλωσε γνώμην, φονεύει τὸν Πολύδωρον·
此时,在拉克代蒙一个并非不显赫的家族中,有一个名叫波勒马科斯的人,他的性格正如其意图所表明的那样鲁莽,杀害了波吕多罗斯。
ἀποθανόντι δὲ αὐτῷ πολλά τε παρὰ Λακεδαιμονίων δέδοται καὶ ἀξιόλογα ἐς τιμήν.
面对他的去世,拉克代蒙人给予了他许多值得称道的荣誉。
ἔστι μέντοι καὶ Πολεμάρχου μνῆμα ἐν Σπάρτῃ, εἴτε ἀγαθοῦ τὰ πρότερα ἀνδρὸς εἶναι νομισθέντος εἴτε καὶ κρύφα οἱ προσήκοντες θάπτουσιν αὐτόν.
此外,在斯巴达也有波勒马科斯的坟墓,这或许是因为他在此前被认为是一个好人,又或者是他的亲属暗中埋葬了他。
§3.3.4ἐπὶ μὲν δὴ Εὐρυκράτους τοῦ Πολυδώρου βασιλεύοντος Μεσσήνιοί τε ἠνείχοντο ὑπήκοοι Λακεδαιμονίων ὄντες καὶ παρὰ τοῦ δήμου τοῦ Ἀργείων οὐδέν σφισιν ἀπήντησε νεώτερον· ἐπὶ δὲ Ἀναξάνδρου τοῦ Εὐρυκράτους—τὸ γὰρ χρεὼν ἤδη Μεσσηνίους ἤλαυνεν ἐκτὸς Πελοποννήσου πάσης—ἀφίστανται Λακεδαιμονίων οἱ Μεσσήνιοι.
在波吕多罗斯之子欧里克拉底执政期间,麦塞尼亚人忍受着作为拉克代蒙人属民的地位,而阿耳戈斯人也没有对他们采取任何新的敌对行动;但在欧里克拉底之子阿纳克桑德罗斯统治期间——因为命运已然将麦塞尼亚人逐出整个伯罗奔尼撒——麦塞尼亚人背叛了拉克代蒙人。
καὶ χρόνον μὲν ἀντέσχον πολεμοῦντες· ὑπόσπονδοι δὲ ὡς ἐκρατήθησαν ἀπῄεσαν ἐκ Πελοποννήσου, τὸ δὲ αὐτῶν ἐγκαταλειφθὲν τῇ γῇ Λακεδαιμονίων ἐγένοντο οἰκέται πλὴν οἱ τὰ ἐπὶ τῇ θαλάσσῃ πολίσματα ἔχοντες.
他们在一段时间内通过战争进行抵抗;但在战败后,他们通过协约撤离了伯罗奔尼撒,而他们中被留在该 ¦0 土地上的部分,除了占领着沿海城镇的人之外,都成为了拉克代蒙人的奴仆。
§3.3.5τὰ μὲν δὴ ἐπὶ τοῦ πολέμου συμβάντα, ὃν οἱ Μεσσήνιοι Λακεδαιμονίων ἀποστάντες ἐπολέμησαν, οὔ μοι κατὰ καιρὸν ἦν ἐν τῇ συγγραφῇ τῇ παρούσῃ δηλῶσαι· Ἀναξάνδρου δὲ υἱὸς Εὐρυκράτης γίνεται, Εὐρυκράτους δὲ τοῦ δευτέρου Λέων.
至于麦塞尼亚人背叛拉克代蒙人并与之作战时所发生的事情,在目前的这篇著作中予以详述并非适宜的时机;而阿纳克桑德罗斯的儿子是欧里克拉底,第二位欧里克拉底的儿子是莱昂。
ἐπὶ τούτων βασιλευόντων Λακεδαιμόνιοι προσέπταιον ἐν τῷ πρὸς Τεγεάτας πολέμῳ τὰ πλείονα.
在这些国王统治期间,拉克代蒙人在与特格亚人的战争中大多遭遇了挫折。
ἐπὶ δὲ Ἀναξανδρίδου τοῦ Λέοντος ἐπικρατέστεροι Τεγεατῶν γίνονται τῷ πολέμῳ· γίνονται δὲ οὕτως.
但在莱昂之子阿纳克桑德里达斯统治期间,他们在战争中变得比特格亚人更为强大;其过程如下。
ἀνὴρ Λακεδαιμόνιος Λίχας ὄνομα ἀφίκετο ἐς Τεγέαν· §3.3.6τηνικαῦτα δὲ αἱ πόλεις ἄγουσαι σπονδὰς ἔτυχον.
一个名叫利卡斯的拉克代蒙人来到了特格亚;当时,两座城市恰好处于休战状态。
ἀφικομένου δὲ τοῦ Λίχα Ὀρέστου τὰ ὀστᾶ ἀνεζήτουν· ἀνεζήτουν δὲ αὐτὰ ἐκ θεοπροπίου Σπαρτιᾶται.
在利卡斯到达时,斯巴达人正在寻找奥瑞斯特斯的遗骨;他们是根据神谕在寻找这些遗骨。
συνῆκεν οὖν ὁ Λίχας ὡς ἔστι κατακείμενα ἐν οἰκίᾳ χαλκέως, συνῆκε δὲ οὕτως· ὁπόσα ἐν τῇ τοῦ χαλκέως ἑώρα, παρέβαλεν αὐτὰ πρὸς τὸ ἐκ Δελφῶν μάντευμα, ἀνέμοις μὲν τοῦ χαλκέως εἰκάζων τὰς φύσας, ὅτι καὶ αὐταὶ βίαιον πνεῦμα ἠφίεσαν, τύπον δὲ τὴν σφῦραν καὶ τὸν ἄκμονα ἀντίτυπον ταύτῃ, πῆμα δὲ εἰκότως ἀνθρώπῳ τὸν σίδηρον, ὅτι ἐχρῶντο ἐς τὰς μάχας ἤδη τῷ σιδήρῳ· τὰ δὲ ἐπὶ τῶν ἡρώων καλουμένων ἂν εἶπεν ὁ θεὸς ἀνθρώπῳ πῆμα εἶναι τὸν χαλκόν.
于是,利卡斯领悟到这些遗骨正安置在一位铁匠的屋里,他是这样领悟的:他将在铁匠铺里看到的一切事物,与来自德尔斐的神谕进行比对,他将铁匠的皮风箱比作风,因为它们也吐出猛烈的气流,将铁锤比作“打击”,将铁砧比作与之对应的“反击”,并且很自然地将铁比作对人类的“祸害”,因为他们当时已经开始在战斗中使用铁;至于在所谓的英雄时代,神明大概会说青铜才是人类的祸害。
§3.3.7τῷ χρησμῷ δὲ τῷ γενομένῳ Λακεδαιμονίοις ἐς τοῦ Ὀρέστου τὰ ὀστᾶ καὶ Ἀθηναίοις ὕστερον ἐοικότα ἐχρήσθη κατάγουσιν ἐς Ἀθήνας ἐκ Σκύρου Θησέα, ἄλλως δὲ οὐκ εἶναί σφισιν ἑλεῖν Σκῦρον· ἀνεῦρε δὲ τὰ ὀστᾶ τοῦ Θησέως Κίμων ὁ Μιλτιάδου, σοφίᾳ χρησάμενος καὶ οὗτος, καὶ μετʼ οὐ πολὺ εἷλε τὴν Σκῦρον.
后来,在雅典人将忒修斯从斯库罗斯岛迎回雅典时,他们也得到了与此前给予拉克代蒙人关于奥瑞斯特斯遗骨相似的神谕,即在其他情况下,他们是无法攻取斯库罗斯的;米尔提亚德之子客蒙同样运用了 ¦0 智慧,找到了忒修斯的遗骨,并于不久之后攻取了斯库罗斯。
§3.3.8ὅτι δὲ ἐπὶ τῶν ἡρώων τὰ ὅπλα ὁμοίως χαλκᾶ ἦν πάντα, μαρτυρεῖ μοι καὶ Ὁμήρου τῶν ἐπῶν τὰ ἔς τε ἀξίνην ἔχοντα τὴν Πεισάνδρου καὶ ἐς τοῦ Μηριόνου τὸν ὀιστόν.
至于在英雄时代,他们的武器同样全部由青铜制成,荷马史诗中关于佩桑德罗斯的战斧以及梅里奥内斯的箭的诗行,也为我作了见证。
βεβαιοῖ δὲ καὶ ἄλλως μοι τὸν λόγον ἐν Φασήλιδι ἀνακείμενον ἐν Ἀθηνᾶς ἱερῷ τὸ δόρυ Ἀχιλλέως καὶ Νικομηδεῦσιν ἐν Ἀσκληπιοῦ ναῷ μάχαιρα ὁ Μέμνονος· καὶ τοῦ μὲν ἥ τε αἰχμὴ καὶ ὁ σαυρωτήρ, ἡ μάχαιρα δὲ καὶ διὰ πάσης χαλκοῦ πεποίηται.
此外,奉献在法塞利斯雅典娜神庙里的阿基琉斯之矛,以及在尼科美底亚阿斯克勒庇俄斯神庙里的门农之剑,也从其他方面证实了我的论点;因为前者的矛头与底端尖铤,以及后者的整把剑,都是用青铜制成的。
§3.3.9ταῦτα μὲν δὴ ἴσμεν ἔχοντα οὕτως· Ἀναξανδρίδης δὲ ὁ Λέοντος Λακεδαιμονίων μόνος γυναῖκάς τε δύο ἅμα ἔσχε καὶ οἰκίας δύο ἅμα ᾤκησε.
既然我们知道这些情况确是如此;而莱翁之子阿纳克桑德里达斯是拉克代蒙人中唯一一个同时拥有两个妻子并同时操持两个家庭的人。
τὴν γάρ οἱ πρότερον συνοικοῦσαν ἀρίστην τὰ ἄλλα οὖσαν συνέβαινεν οὐ τίκτειν· ἀποπέμψασθαι δὲ αὐτὴν κελευόντων τῶν ἐφόρων τοῦτο μὲν οὐδαμῶς ἐπαγγέλλεται, τοσοῦτον δέ σφισιν εἴκει γυναῖκα ἑτέραν λαβεῖν πρὸς ταύτῃ.
因为他先前的妻子虽然在其他方面极其优秀,却恰好不能生育;当监察官们命令他休掉她时,他绝不同意这样做,但在这一点上他向他们做出了让步:在这位妻子之外,再娶另一个妻子。
καὶ ἥ τε ἐπεισελθοῦσα Κλεομένην παῖδα ἔσχε καὶ ἡ προτέρα τέως οὐ σχοῦσα ἐν γαστρὶ ἐπὶ γεγονότι ἤδη Κλεομένει τίκτει Δωριέα καὶ αὖθις Λεωνίδαν, ἐπὶ δὲ αὐτοῖς Κλεόμβροτον.
于是,后来娶进来的那个妻子生了一个孩子克莱奥美尼斯,而先前的妻子,虽然此前从未怀胎,但在克莱奥美尼斯出生之后,也产下了多里欧斯,随后又生下了莱奥尼达斯,最后生下了克莱翁布罗托斯。
§3.3.10ἐπεὶ δὲ ἀπέθανεν Ἀναξανδρίδης, Λακεδαιμόνιοι Δωριέα καὶ γνώμην Κλεομένους καὶ τὰ ἐς πόλεμον ἀμείνονα εἶναι νομίζοντες τὸν μὲν ἀπώσαντο ἄκοντες, Κλεομένει δὲ διδόασιν ἐκ τῶν νόμων πρεσβεῖα τὴν ἀρχήν.
阿纳克桑德里达斯去世后,拉克代蒙人虽然认为多里欧斯在智慧和军事才能方面都更为出色,但还是违心地排斥了他,并根据法律将长子的统治权赐予了克莱奥美尼斯。