§3.24.7ἔστι δὲ ἐν τοῖς ἐρειπίοις ναὸς Ἀθηνᾶς ἐπίκλησιν Ἀσίας, ποιῆσαι δὲ Πολυδεύκην καὶ Κάστορά φασιν ἀνασωθέντας ἐκ Κόλχων·
遺跡の中には「アシア」という異名を持つアテナの神殿があり、これはコルキスから無事に帰還したポリュデウケスとカストルが建てたのだと言われている。
εἶναι γὰρ καὶ Κόλχοις Ἀθηνᾶς Ἀσίας ἱερόν.
というのも、コルキス人にとっても「アシア」のアテナの聖域があるからである。
μετασχόντας μὲν οὖν οἶδα Ἰάσονι τοῦ στόλου τοὺς Τυνδάρεω παῖδας· ὅτι δὲ Ἀθηνᾶν Ἀσίαν τιμῶσιν οἱ Κόλχοι, παρὰ Λακεδαιμονίων ἀκούσας γράφω.
さて、チュンダレオスの子らがイアソンの遠征に参加したことは私も知っているが、コルキス人が「アシア」のアテナを崇拝しているということは、スパルタ人から聞いて書いているのである。
τῆς δὲ ἐφʼ ἡμῶν οἰκουμένης πόλεως κρήνη τέ ἐστι πλησίον διὰ τὴν χρόαν τοῦ ὕδατος καλουμένη Γαλακὼ καὶ πρὸς τῇ κρήνῃ γυμνάσιον·
私たちの時代に人が住んでいる都市の近くには、その水の色からガラコと呼ばれる泉があり、その泉の近くには体育場がある。
Ἑρμοῦ δὲ ἕστηκεν ἄγαλμα ἀρχαῖον.
また、ヘルメスの古い像が立っている。
§3.24.8τῶν δὲ ὀρῶν ἐπὶ μὲν τοῦ Ἰλίου Διονύσου τέ ἐστι καὶ ἐπʼ ἄκρας τῆς κορυφῆς Ἀσκληπιοῦ ναός, πρὸς δὲ τῷ Κνακαδίῳ Κάρνειος καλούμενος Ἀπόλλων.
山々のうち、イリオン山の上にはディオニュソスの神殿があり、その頂上の端にはアスクレピオスの神殿がある。 一方、クナカディオン山にはカルネイオスと呼ばれるアポロンの神殿がある。
ἀπὸ δὲ τοῦ Καρνείου σταδίους προελθόντι ὡς τριάκοντα, ἔστιν ἐν χωρίῳ Ὕψοις ἐν ὅροις ἤδη Σπαρτιατῶν ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀρτέμιδος ἐπίκλησιν Δαφναίας.
カルネイオスの聖域から30スタディオンほど進んだところには、すでにスパルタの境界内にあるヒュプソイという場所に、アスクレピオスと「ダプナイア」という異名を持つアルテミスの聖域がある。
§3.24.9πρὸς θαλάσσῃ δὲ ἐπὶ ἄκρας ναός ἐστι Δικτύννης Ἀρτέμιδος, καί οἱ κατὰ ἔτος ἕκαστον ἑορτὴν ἄγουσι.
海に面した岬の上にはディクテュンナ・アルテミスの神殿があり、毎年彼女のために祭りを行う。
ταύτης δὲ ἐν ἀριστερᾷ τῆς ἄκρας ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν Σμῆνος, ὕδωρ πιεῖν ἡδὺ εἴπερ ἄλλος τις παρασχόμενος ποταμός·
この岬の左手には、スメノス川が海へと注いでいる。 その水は、他のどの川と比較しても劣らず、飲むのに甘美なものである。
ἔχει δὲ ἐν τῷ ὄρει τῷ Ταϋγέτῳ τὰς πηγάς, ἀπέχει δὲ τῆς πόλεως σταδίους οὐ πλέον πέντε.
この川はタイゲトス山に水源を持ち、都市からは5スタディオンと離れていない。
§3.24.10ἐν δὲ Ἀραΐνῳ καλουμένῳ χωρίῳ τάφος Λᾶ καὶ ἀνδριὰς ἐπὶ τῷ μνήματι ἔπεστι.
アライノンと呼ばれる場所には、ラスの墓があり、その記念碑の上に立像がある。
τοῦτον τὸν Λᾶν οἰκιστὴν εἶναι λέγουσιν οἱ ταύτῃ, καὶ ἀποθανεῖν φασιν ὑπὸ Ἀχιλλέως, Ἀχιλλέα δὲ κατᾶραί σφισιν ἐς τὴν χώραν Ἑλένην παρὰ Τυνδάρεω γυναῖκα αἰτοῦντα.
このラスを、ここの人々は建国者であると言い、アキレウスによって殺されたのだと言っている。 アキレウスは、チュンダレオスにヘレネを妻として求めに彼らの土地へ下ってきたのだという。
λέγοντι δὲ ἐπʼ ἀληθείᾳ Πάτροκλός ἐστιν ὁ τὸν Λᾶν ἀποκτείνας·
しかし、真実に即して語るなら、ラスを殺したのはパトロクロスである。
οὗτος γὰρ καὶ ὁ μνηστευσάμενός ἐστιν Ἑλένην.
なぜなら、彼こそはヘレネに求婚した者でもあるからだ。
καὶ ὅτι μὲν τῶν Ἑλένης μνηστήρων Ἀχιλλεὺς οὐκ ἔστιν ἐν Καταλόγῳ γυναικῶν, μηδὲν τοῦτο ἔστω τεκμήριον οὐκ αἰτῆσαι Ἑλένην αὐτόν·
そして、ヘレネの求婚者たちのうちにアキレウスが『女性名簿』に名前がないからといって、このことが、彼自身がヘレネを求めなかったことのいささかの証拠にもなってはならない。
§3.24.11Ὅμηρος δὲ ἔγραψε μὲν τῆς ποιήσεως ἀρχόμενος ὡς Ἀχιλλεὺς χαριζόμενος τοῖς Ἀτρέως παισὶ καὶ οὐκ ἐνεχόμενος τοῖς ὅρκοις τοῖς Τυνδάρεω παραγένοιτο ἐς Τροίαν, ἐποίησε δὲ ἐν ἄθλοις λέγοντα Ἀντίλοχον ὡς Ὀδυσσεὺς πρεσβύτερός ἐστιν αὐτοῦ γενεᾷ, τὸν δὲ Ὀδυσσέα πρὸς Ἀλκίνουν περὶ τῶν ἐν Ἅιδου καὶ ἄλλα διηγούμενον καὶ ὅτι Θησέα ἰδεῖν ἐθελήσαι καὶ Πειρίθουν προτέρους ἄνδρας ἢ καθʼ ἡλικίαν τὴν αὑτοῦ·
ホメロスは、詩の初めで、アキレウスはアトレウスの子らに好意を尽くすためであって、チュンダレオスの誓約に縛られていたからではなくトロイアにやって来た、と書いている。 また、競技大会の場面において、オデュッセウスは自分より一世代年上であるとアンティロコスが語るように、さらにオデュッセウスがアルキノオスに対して冥府での出来事などを語る際に、自分の年代よりも前の人々であるテセウスとペイリトオスを見たいと願った、と語るように作っている。
Θησέα δὲ ἴσμεν ἁρπάσαντα Ἑλένην.
そして、テセウスがヘレネを掠奪したことを私たちは知っている。
οὕτως οὐδὲ ἐγχωροῦν ἐστιν ἀρχὴν Ἑλένης μνηστῆρα Ἀχιλλέα γενέσθαι.
このように、アキレウスがそもそもヘレネの求婚者となる余地は全くないのである。