Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.25.1-3.25.10

皮里科斯与泰纳农岬的圣域与传说

第 136 段,共 465 段 · 希腊语

内容简介

介绍皮里科斯和泰纳农岬角的地形,详述当地的圣域、关于西勒诺斯的传说,以及赫卡泰俄斯对赫拉克勒斯捕捉冥府之犬(刻耳柏洛斯)传说的合理解释。

§3.25.1προελθόντι δὲ ἀπὸ τοῦ μνήματος ἐκδίδωσιν ἐς θάλασσαν ποταμός, ὄνομα δέ οἱ Σκύρας, ὅτι κατὰ τοῦτον ἀνώνυμον τέως ὄντα Πύρρος ὁ Ἀχιλλέως ἔσχε ταῖς ναυσίν, ἡνίκα ἐπὶ τὸν Ἑρμιόνης γάμον ἔπλευσεν ἐκ Σκύρου.
从这座墓前行,有一条河注入大海,其名为斯克拉斯河。 因为在这条此前一直没有名字的河边,阿喀琉斯之子皮鲁斯从斯库罗斯岛航行来娶赫耳弥俄涅时,曾在此停泊船只。
διαβάντων δὲ τὸν ποταμὸν ἔστιν ἱερὸν ἀρχαῖον ἀπωτέρω Διὸς βωμοῦ.
渡过这条河后,在距离宙斯祭坛稍远的地方有一座古老的圣域。
τοῦ ποταμοῦ δὲ σταδίους τεσσαράκοντα ἀπέχει Πύρριχος ἐν μεσογαίᾳ.
从这条河向内陆走四十斯塔迪翁,就是皮里科斯。
τὸ δὲ ὄνομα τῇ πόλει γενέσθαι φασὶν ἀπὸ Πύρρου τοῦ Ἀχιλλέως, οἱ δὲ εἶναι θεὸν Πύρριχον τῶν καλουμένων §3.25.2Κουρήτων· εἰσὶ δὲ οἳ Σιληνὸν ἐκ Μαλέας ἐλθόντα ἐνταῦθα λέγουσιν οἰκῆσαι.
有人说,这座城市的名字得自阿喀琉斯之子皮鲁斯,但也有人说,它得自被称为库雷特斯的诸神之一皮里科斯;还有人说,是从马里亚来的西勒诺斯曾在此居住。
τραφῆναι μὲν δὴ τὸν Σιληνὸν ἐν τῇ Μαλέᾳ δηλοῖ καὶ τάδε ἐξ ᾄσματος Πινδάρου " ὁ ζαμενὴς δὲ ὁ χοροιτύπος, ὃν Μαλέας ὄρος ἔθρεψε, Ναΐδος ἀκοίτας, Σιληνός· " ὡς δὲ καὶ Πύρριχος ὄνομα ἦν αὐτῷ, Πινδάρῳ μὲν οὐκ ἔστιν εἰρημένον, λέγουσι δὲ οἱ περὶ τὴν Μαλέαν οἰκοῦντες.
西勒诺斯在马里亚长大,这一点从品达的一首诗歌中也可以看出: "那狂暴的舞者,马里亚山所养育,水神奈伊丝的丈夫,西勒诺斯; "但品达并未提到他的名字也叫皮里科斯,而是住在马里亚周围的人们这样说的。
§3.25.3ἔστι δὲ ἐν τῇ Πυρρίχῳ φρέαρ ἐν τῇ ἀγορᾷ, δοῦναι δέ σφισι τὸν Σιληνὸν νομίζουσι· σπανίζοιέν τʼ ἂν ὕδατος, εἰ τὸ φρέαρ τοῦτο ἐπιλείποι.
在皮里科斯的广场上有一口井,人们相信那是西勒诺斯赐给他们的;如果这口井枯竭了,他们就会缺水。
θεῶν δὲ ἐν τῇ γῇ σφισιν ἱερά ἐστιν Ἀρτέμιδός τε ἐπίκλησιν Ἀστρατείας, ὅτι τῆς ἐς τὸ πρόσω στρατείας ἐνταῦθα ἐπαύσαντο Ἀμαζόνες, καὶ Ἀπόλλων Ἀμαζόνιος·
在他们的土地上有神明的圣域,其中一处是别名为“阿斯特拉特亚”的阿耳忒弥斯圣域,因为亚马逊人在这里停止了进一步的远征,还有一处是亚马逊阿波罗圣域。
ξόανα μὲν ἀμφότερα, ἀναθεῖναι δὲ λέγουσιν αὐτὰ τὰς ἀπὸ Θερμώδοντος γυναῖκας.
两座都是木雕神像,据说是由来自瑟尔莫顿河的女人们奉纳的。
§3.25.4ἀπὸ δὲ Πυρρίχου καταβάντι ἐς θάλασσαν ἔστι Τευθρώνη· τὸν δὲ οἰκιστὴν οἱ ταύτῃ Τεύθραντα Ἀθηναῖον ὄντα ἀποφαίνουσι, τιμῶσι δὲ θεῶν μάλιστα Ἰσσωρίαν Ἄρτεμιν, καὶ πηγή σφισίν ἐστι Ναΐα.
从皮里科斯下到海边,就是忒乌特罗涅;这里的人们宣称其建国者是雅典人忒乌特拉斯,他们在诸神中特别崇拜伊索里亚·阿耳忒弥斯,并且他们有一口名为奈亚的泉。
Τευθρώνης δὲ ἀπέχει πεντήκοντα καὶ ἑκατὸν σταδίους ἐς θάλασσαν ἀνέχουσα ἄκρα Ταίναρον, καὶ λιμένες ὅ τε Ἀχίλλειός ἐστι καὶ Ψαμαθοῦς, ἐπὶ δὲ τῇ ἄκρᾳ ναὸς εἰκασμένος σπηλαίῳ καὶ πρὸ αὐτοῦ Ποσειδῶνος ἄγαλμα.
从忒乌特罗涅前行一百五十斯塔迪翁,是向大海延伸的泰纳农岬角,港口有阿喀里俄斯和普萨马图斯,岬角上有一座模仿洞穴而建的神殿,神殿前立着波塞冬的像。
§3.25.5ἐποίησαν δὲ Ἑλλήνων τινὲς ὡς Ἡρακλῆς ἀναγάγοι ταύτῃ τοῦ Ἅιδου τὸν κύνα, οὔτε ὑπὸ γῆν ὁδοῦ διὰ τοῦ σπηλαίου φερούσης οὔτε ἕτοιμον ὂν πεισθῆναι θεῶν ὑπόγαιον εἶναί τινα οἴκησιν ἐς ἣν ἀθροίζεσθαι τὰς ψυχάς.
有些希腊人在诗作中写道,赫拉克勒斯曾在这里把冥府之犬带到了地面上,尽管并没有通过洞穴通往地下的道路,人们也不容易相信存在某个神明的地下居所,可以让灵魂聚集于此。
ἀλλὰ Ἑκαταῖος μὲν ὁ Μιλήσιος λόγον εὗρεν εἰκότα, ὄφιν φήσας ἐπὶ Ταινάρῳ τραφῆναι δεινόν, κληθῆναι δὲ Ἅιδου κύνα, ὅτι ἔδει τὸν δηχθέντα τεθνάναι παραυτίκα ὑπὸ τοῦ ἰοῦ, καὶ τοῦτον ἔφη τὸν ὄφιν ὑπὸ Ἡρακλέους ἀχθῆναι παρʼ Εὐρυσθέα·
但米利都的赫卡泰俄斯找到了一个合理的解释,他说泰纳农养着一条可怕的蟒蛇,被称为冥府之犬,因为被它咬伤的人由于毒性发作必须立即死去,而他说这条蛇被赫拉克勒斯带到了欧律斯透斯面前。
§3.25.6Ὅμηρος δὲ— πρῶτος γὰρ ἐκάλεσεν Ἅιδου κύνα ὅντινα Ἡρακλῆς ἦγεν —οὔτε ὄνομα ἔθετο οὐδὲν οὔτε συνέπλασεν ἐς τὸ εἶδος ὥσπερ ἐπὶ τῇ Χιμαίρᾳ·
然而荷马——因为他是第一个把赫拉克勒斯带走的那只野兽称为冥府之犬的人——既没有给它起任何名字,也没有像在写凯美拉时那样塑造它的外貌。
οἱ δὲ ὕστερον Κέρβερον ὄνομα ἐποίησαν καὶ κυνὶ τἄλλα εἰκάζοντες κεφαλὰς τρεῖς φασιν ἔχειν αὐτὸν, οὐδέν τι μᾶλλον Ὁμήρου κύνα τὸν ἀνθρώπῳ σύντροφον εἰρηκότος ἢ εἰ δράκοντα ὄντα ἐκάλεσεν Ἅιδου κύνα.
但后来的人们给它起了“刻耳柏洛斯”的名字,在其他方面把它比作狗的同时,说它有三个头。 这倒不是因为荷马说它是人类的伴侣犬,就像虽然它其实是一条大蛇,他却称之为冥府之犬一样。
§3.25.7ἀναθήματα δὲ ἄλλα τέ ἐστιν ἐπὶ Ταινάρῳ καὶ Ἀρίων ὁ κιθαρῳδὸς χαλκοῦς ἐπὶ δελφῖνος.
在泰纳农还有其他一些奉纳品,其中一尊是骑在海豚上的青铜制基他拉琴手阿里翁像。
τὰ μὲν οὖν ἐς αὐτὸν Ἀρίονα καὶ τὰ ἐπὶ τῷ δελφῖνι Ἡρόδοτος εἶπεν ἀκοὴν ἐν τῇ Λυδίᾳ συγγραφῇ·
关于阿里翁本人和海豚的故事,希罗多德在《吕底亚史》中作为传闻叙述过。
τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο.
但我曾在波罗塞勒涅亲眼见过一条向少年报答救命之恩的海豚,因为它曾被渔民砍伤而被该少年治愈;我看到这条海豚听从少年的呼唤,并在少年想骑它的时候驮着他走。
§3.25.8ἔστι δὲ ἐπὶ Ταινάρῳ καὶ πηγή, νῦν μὲν οὐδὲν ὥστε καὶ θαῦμα εἶναι παρεχομένη, πρότερον δὲ τοῖς ἐνιδοῦσιν ἐς τὸ ὕδωρ τοὺς λιμένας—φασὶ— καὶ τὰς ναῦς θεάσασθαι παρεῖχε.
在泰纳农也有一口泉,现在它没有什么能让人惊奇的,但据说以前它会让那些往水里看的人看到港口和船只。
τοῦτο ἔπαυσε γυνὴ τὸ ὕδωρ μὴ καὶ τοῦ λοιποῦ τοιαῦτα ἐπιδείκνυσθαι, μεμιασμένην ἐναποπλύνασα ἐσθῆτα.
一个女人在里面清洗了一件不洁的衣服,从而使这水以后不再显现这样的景象。
§3.25.9Ταινάρου δὲ τῆς ἄκρας πλοῦν ὅσον τεσσαράκοντα σταδίων ἀφέστηκε Καινήπολις· ὄνομα δὲ ἦν πάλαι καὶ ταύτῃ Ταίναρον.
从泰纳农岬角航行大约四十斯塔迪翁是凯内波利斯;这里古时候的名字也叫泰纳农。
ἐν αὐτῇ δὲ μέγαρον Δήμητρος καὶ ἐπὶ θαλάσσῃ ναός ἐστιν Ἀφροδίτης καὶ ἄγαλμα ὀρθὸν λίθου.
城里有一座德墨忒尔的殿堂,在海边有一座阿佛洛狄忒的神殿和一尊石质直立像。
ἐντεῦθεν ἀποσχόντι τριάκοντα σταδίους Θυρίδες ἄκρα Ταινάρου καὶ πόλεως ἐρείπια Ἱππόλας ἐστίν, ἐν δὲ αὐτοῖς Ἀθηνᾶς ἱερὸν Ἱππολαΐτιδος· ὀλίγον δὲ ἀπωτέρω Μέσσα πόλις καὶ λιμήν.
从那里隔开三十斯塔迪翁是泰纳农的泰里德斯岬角,以及希波拉城的遗迹,遗迹中有一座希波莱蒂斯·雅典娜的圣域;再往前走一点是梅萨城和港口。
§3.25.10ἀπὸ τούτου στάδια τοῦ λιμένος πεντήκοντά ἐστι καὶ ἑκατὸν ἐπὶ Οἴτυλον·
从这个港口前行一百五十斯塔迪翁到奥伊堤洛斯。
ὁ δὲ ἥρως ἀφʼ οὗ τῇ πόλει τὸ ὄνομα ἐγένετο, Ἀργεῖος τὸ ἀνέκαθεν, Ἀμφιάνακτος υἱὸς ὢν τοῦ Ἀντιμάχου.
这座城市得名的那位英雄,其祖先是阿耳戈斯人,是安提马科斯之子阿姆菲阿纳克斯的儿子。
θέας δὲ ἄξια ἐν Οἰτύλῳ Σαράπιδός ἐστιν ἱερὸν καὶ ἐν τῇ ἀγορᾷ Καρνείου ξόανον Ἀπόλλωνος.
在奥伊堤洛斯值得一看的是萨拉皮斯的圣域,在广场上有卡涅乌斯·阿波罗的木质神像。

词汇与语法注释

  1. 3.25.1προελθόντι — 单数与格分词,在地理指引中用以指示视角或假设条件(“对于前行的人而言”)。
  2. 3.25.1διαβάντων — 省略逻辑主语的复数属格绝对句,用于过渡,意为“在人们渡河后”。
  3. 3.25.3σπανίζοιέν τʼ ἂν ... ἐπιλείποι — 主句为 ἄν + 祈愿语气,条件从句为 εἰ + 祈愿语气,构成潜在的(或针对未来的假设性)条件句。
  4. 3.25.6οὐδέν τι μᾶλλον ... ἢ εἰ ... — 比较句型(“并不比……更多,就像如果……一样”)。意在指出荷马称其为“狗”并不见得就是人类的伴侣犬,完全有可能即使它其实是一条大蛇,也被称为“冥府之犬”,以此质疑后世将其塑造为三头犬的做法。
  5. 3.25.8ἔπαυσε ... μὴ ... ἐπιδείκνυσθαι — 阻碍或制止动词(ἔπαυσε)后接带有冗余否定词 μὴ 的不定式结构,意为“阻止了水今后展现(此类景象)”。

引用这一段

保萨尼亚斯, 希腊志 §3.25.1-3.25.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.25.1-3.25.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。