§3.24.1Ἐπιδαύρου δὲ σταδίους ἑκατὸν ἀπέχει Ζάραξ, ἄλλως μὲν εὐλίμενον χωρίον, τῶν δὲ Ἐλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται, ἐπεὶ καὶ Κλεώνυμος ὁ Κλεομένους τοῦ Ἀγησιπόλιδος μόνον τοῦτο τῶν Λακωνικῶν πολισμάτων ἐποίησεν ἀνάστατον·
エピダウロスから100スタディオン離れてザラクスがある。 他の点では良い港を持つ土地であるが、自由ラコニア人の都市のうちでこれが最も困窮している。 というのも、アゲシポリスのクレオメネスの子クレオニュモスが、ラコニアの町々のうちでこれだけを荒廃させたからである。
καί μοι τὰ ἐς τὸν Κλεώνυμον ἑτέρωθί ἐστιν εἰρημένα.
そして私にとって、クレオニュモスに関する事柄は別の場所で語られている。
ἐν Ζάρακι δὲ ἄλλο μὲν οὐδέν, πρὸς δὲ τοῦ λιμένος τῷ πέρατι Ἀπόλλωνος ναός ἐστι καὶ ἄγαλμα κιθάραν ἔχον.
ザラクスには他に何もないが、港の端にアポロンの神殿とキタラを持った像がある。
§3.24.2προελθόντι δὲ ἀπὸ Ζάρακος παρὰ τὴν θάλασσαν ἑκατόν που στάδια καὶ ἐπιστρέψαντι αὐτόθεν ἐς μεσόγαιαν καὶ ἐπαναβάντι σταδίους ὡς δέκα, Κυφάντων καλουμένων ἐρείπιά ἐστιν, ἐν δὲ αὐτοῖς σπήλαιον ἱερὸν Ἀσκληπιοῦ, λίθου δὲ τὸ ἄγαλμα.
ザラクスから海沿いに100スタディオンほど進み、そこから内陸へと向きを変えて10スタディオンほど登った者にとって、キュパンタと呼ばれる場所の遺跡があり、その中にはアスクレピオスの神聖な洞窟があって、その像は石造りである。
ἔστι δὲ καὶ ὕδατος ψυχροῦ κρουνὸς ἐκβάλλων ἐκ πέτρας·
また、岩から湧き出る冷たい水の泉がある。
Ἀταλάντην θηρεύουσαν ἐνταῦθά φασιν, ὡς ἠνιᾶτο ὑπὸ δίψης, παῖσαι τῇ λόγχῃ τὴν πέτραν καὶ οὕτω ῥυῆναι τὸ ὕδωρ.
ここで狩りをしていたアタランテが、喉の渇きに苦しんだとき、槍で岩を叩き、そのようにして水が湧き出たのだと彼らは言っている。
§3.24.3Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντων δὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων.
ブラシアイはこの方面における自由ラコニア人の最後の海沿いの町であり、キュパンタからは200スタディオンの航路の距離にある。
οἱ δὲ ἄνθρωποι λέγουσιν οἱ ἐνταῦθα, οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμου φωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη·
そこに住む人々は、ギリシア人の誰とも合意しない話として、セメレがゼウスによって男児を産み、カドモスに見つかって、彼女自身とディオニュソスが箱に投げ入れられたのだと言う。
καὶ τὴν λάρνακα ὑπὸ τοῦ κλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴν περιοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν.
そして、その箱が波によって自分たちの土地に打ち上げられたのだと彼らは言っている。 さらに、セメレは――というのも、彼女はもはや生きては見つからなかったからであるが――丁重に葬り、ディオニュソスは育てたのだと言っている。
§3.24.4ἐπὶ τούτῳ δὲ αὐτοῖς καὶ τὴν πόλιν, Ὀρειάτας ἐς ἐκεῖνο ὀνομαζομένην, μετονομασθῆναι Βρασιὰς ἐπὶ τῇ ἐκβολῇ τῇ ἐς τὴν γῆν τῆς λάρνακος·
このことのために、それまではオレイアタイと呼ばれていた彼らの都市が、箱が陸地へ打ち上げられたことにちなんでブラシアイと改名されたのだという。
ὡσαύτως δὲ καὶ ἐφʼ ἡμῶν τὰ ὑπὸ τοῦ κλύδωνος ἀπωθούμενα ἐς τὴν γῆν ἐκβεβράσθαι καλοῦσιν οἱ πολλοί.
同様に、私たちの時代においても、波によって陸地に押し流されたものを、多くの人々は「打ち上げられた(エクセブラスタイ)」と呼んでいる。
Βρασιᾶται δὲ καὶ τάδε ἐπιλέγουσιν, Ἰνώ σφισιν ἐς τὴν χώραν ἀφικέσθαι πλανωμένην, ἐλθοῦσαν δὲ ἐθελῆσαι τοῦ Διονύσου γενέσθαι τροφόν·
ブラシアイの人々はさらに次のことも付け加えている。 イノが彷徨いながら彼らの土地にやって来て、来てからディオニュソスの乳母になることを望んだのだと。
καὶ ἀποφαίνουσι μὲν τὸ ἄντρον ἔνθα τὸν Διόνυσον ἔθρεψεν Ἰνώ, καλοῦσι δὲ καὶ τὸ πεδίον Διονύσου κῆπον.
そして彼らは、イノがディオニュソスを育てた洞窟を示し、平野を「ディオニュソスの庭」と呼んでいる。
§3.24.5ἱερὰ δὲ αὐτόθι τὸ μέν ἐστιν Ἀσκληπιοῦ, τὸ δὲ Ἀχιλλέως, καὶ ἑορτὴν κατὰ ἔτος ἄγουσιν Ἀχιλλεῖ.
そこには、一つはアスクレピオスの、もう一つはアキレウスの聖域があり、毎年アキレウスのために祭りを行う。
ἄκρα δέ ἐστιν ἐν ταῖς Βρασιαῖς μικρά, προέχουσα ἠρέμα ἐς τὴν θάλασσαν, καὶ ἐπʼ αὐτῇ χαλκοῖ ποδιαίων ἑστήκασιν οὐ μείζονες, πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντες, οὐκ οἶδα εἰ Διοσκούρους σφᾶς ἢ Κορύβαντας νομίζουσι· τρεῖς δʼ οὖν εἰσί, τέταρτον δὲ Ἀθηνᾶς ἄγαλμα.
ブラシアイには小さな岬があり、海へと穏やかに突き出ている。 そしてその上には、1プース以下の大きさの、頭にピロス帽をかぶった青銅の像が立っている。 彼らがこれらをディオスクロイと考えているのかコリバスたちと考えているのかは私にはわからないが、とにかく3体あり、4番目のものはアテナの像である。
§3.24.6τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκοντα ἀπέχουσα.
ギュティオンの右側にはラスがあり、海から10スタディオン、ギュティオンから40スタディオン離れている。
ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶν τούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ·
現在は、イリオン、アシア、クナカディオンと呼ばれるこれらの山々の間の場所を占めて築かれているが、以前はアシア山の山頂に位置していた。
καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμα Ἡρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν, ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰ παραθαλάσσια ἐλεηλάτουν τῆς χώρας.
そして今なお古代の都市の遺跡があり、城壁の前にはヘラクレスの像と、フィリッポスの軍隊の一部であったマケドニア人たちからの戦利記念碑がある。 彼らはフィリッポスがラコニアに侵入した際、本隊から離れて、その地方の沿岸地域を略奪していた者たちである。