§3.23.1Κύθηρα δὲ κεῖται μὲν ἀπαντικρὺ Βοιῶν, ἐς δὲ Πλατανιστοῦντα—ἐλάχιστον γὰρ τῆς ἠπείρου ταύτῃ διέστηκεν ἡ νῆσος—ἐς ταύτην τὴν ἄκραν τὸν Πλατανιστοῦντα ἀπὸ ἄκρας τῆς ἠπείρου, καλουμένης δὲ Ὄνου γνάθου, σταδίων πλοῦς τεσσαράκοντά ἐστιν.
キュテラはボイアイの真向かいに位置しており、プラタニストゥス岬へは――というのも、この場所において島は本土から最も狭い距離で隔てられているからであるが――、「ロバの顎」と呼ばれる本土の岬から、このプラタニストゥス岬まで40スタディオンの航路である。
ἐν Κυθήροις δὲ ἐπὶ θαλάσσης Σκάνδειά ἐστιν ἐπίνειον, Κύθηρα δὲ ἡ πόλις ἀναβάντι ἀπὸ Σκανδείας στάδια ὡς δέκα.
キュテラには、海沿いにスカンデイアという外港があり、キュテラの都市は、スカンデイアから上る者にとって10スタディオンほど離れている。
τὸ δὲ ἱερὸν τῆς Οὐρανίας ἁγιώτατον καὶ ἱερῶν ὁπόσα Ἀφροδίτης παρʼ Ἕλλησίν ἐστιν ἀρχαιότατον·
ウラニアの聖域はきわめて神聖であり、ギリシア人の間にあるアプロディテのすべての聖域の中で最も古い。
αὐτὴ δὲ ἡ θεὸς ξόανον ὡπλισμένον.
女神自身は武装した木彫像である。
§3.23.2πλέοντι δὲ ἐκ Βοιῶν τὴν ὑπὸ τὴν ἄκραν τῆς Μαλέας λιμήν ἐστιν ὀνομαζόμενον Νύμφαιον καὶ Ποσειδῶνος ἄγαλμα ὀρθὸν καὶ σπήλαιον θαλάσσης ἐγγύτατα, ἐν δὲ αὐτῷ γλυκέος ὕδατος πηγή·
ボイアイからマレア岬のふもとを航海する者にとって、ニュンパイオンと呼ばれる港があり、ポセイドンの直立像と、海のすぐ近くに洞窟があって、その中には真水の泉がある。
καὶ ἄνθρωποι περιοικοῦσι πολλοί.
また、多くの人々がその周囲に住んでいる。
περιπλεύσαντι δὲ τὴν ἄκραν τῆς Μαλέας καὶ ἑκατὸν στάδια ἀποσχόντι, ἐπὶ θαλάσσῃ χωρίον ἐν ὅροις Βοιατῶν Ἀπόλλωνος μὲν ἱερόν ἐστιν, Ἐπιδήλιον δὲ ὀνομαζόμενον·
マレア岬を周航して100スタディオン離れたところ、ボイアイの境界内にある海沿いの土地にアポロンの聖域があり、エピデリオンと呼ばれている。
§3.23.3τὸ γὰρ τοῦ Ἀπόλλωνος ξόανον, ὃ νῦν ἐστιν ἐνταῦθα, ἐν Δήλῳ ποτὲ ἵδρυτο.
というのも、現在そこにあるアポロンの木彫像は、かつてデロス島に安置されていたからである。
τῆς γὰρ Δήλου τότε ἐμπορίου τοῖς Ἕλλησιν οὔσης καὶ ἄδειαν τοῖς ἐργαζομένοις διὰ τὸν θεὸν δοκούσης παρέχειν, Μηνοφάνης Μιθριδάτου στρατηγὸς εἴτε αὐτὸς ὑπερφρονήσας εἴτε καὶ ὑπὸ Μιθριδάτου προστεταγμένον —ἀνθρώπῳ γὰρ ἀφορῶντι ἐς κέρδος τὰ θεῖα ὕστερα λημμάτων—, οὗτος οὖν ὁ Μηνοφάνης, ἅτε οὔσης §3.23.4ἀτειχίστου τῆς Δήλου καὶ ὅπλα οὐ κεκτημένων τῶν ἀνδρῶν, τριήρεσιν ἐσπλεύσας ἐφόνευσε μὲν τοὺς ἐπιδημοῦντας τῶν ξένων, ἐφόνευσε δὲ αὐτοὺς τοὺς Δηλίους·
当時デロス島はギリシア人にとって交易地であり、神のおかげでそこで働く人々に安全を与えていると考えられていたが、ミトリダテスの将軍メノパネスは、彼自身が不遜になったためか、あるいはミトリダテスから命じられたためか――というのも、利益に目を奪われている人間にとって、神聖な事柄は利得の二の次だからである――、このメノパネスは、デロスが城壁を持たず、人々が武器を所有していなかったため、三段櫂船で攻め入り、滞在中だった異邦人たちを虐殺し、デロス人自身をも虐殺した。
κατασύρας δὲ πολλὰ μὲν ἐμπόρων χρήματα, πάντα δὲ τὰ ἀναθήματα, προσεξανδραποδισάμενος δὲ καὶ γυναῖκας καὶ τέκνα, καὶ αὐτὴν ἐς ἔδαφος κατέβαλε τὴν Δῆλον.
そして、商人の多くの財産とすべての奉納品を強奪し、さらに女子供を奴隷にし、デロスそのものを地にならした。
ἅτε δὲ πορθουμένης τε καὶ ἁρπαζομένης, τῶν τις βαρβάρων ὑπὸ ὕβρεως τὸ ξόανον τοῦτο ἀπέρριψεν ἐς τὴν θάλασσαν·
島が略奪され荒らされているとき、異民族の一人が不遜さからこの木彫像を海に投げ捨てたが、波がこれを受け止めてボイアイの地のここに運び去った。
ὑπολαβὼν δὲ ὁ κλύδων ἐνταῦθα τῆς Βοιατῶν ἀπήνεγκε, καὶ τὸ χωρίον διὰ τοῦτο Ἐπιδήλιον ὀνομάζουσι.
そのため、人々はこの場所をエピデリオンと呼んでいる。
§3.23.5τὸ μέντοι μήνιμα τὸ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτε Μηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης·
しかしながら、神による怒りをメノパネスもミトリダテス自身も免れることはできなかった。
ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα, ὡς ἀνήγετο ἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες τῶν ἐμπόρων καταδύουσι, Μιθριδάτην δὲ ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι, τῆς τε ἀρχῆς οἱ καθῃρημένης καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων·
メノパネスは、デロスを荒廃させて出航したとき、難を逃れた商人たちが船で待ち伏せしてただちに船を沈め、ミトリダテスは、これらのことの後に、支配権が崩壊し、ローマ人によってあらゆる場所から追い詰められて、神によって自ら手を下して死ぬ(自害する)ことを余余儀なくされた。
εἰσὶ δὲ οἵ φασιν αὐτὸν παρά του τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι.
もっとも、彼が傭兵の一人から恩恵として非業の死を授けられたと言う者たちもいる。
§3.23.6τούτοις μὲν τοιαῦτα ἀπήντησεν ἀσεβήσασι·
不敬を働いた彼らには、このようなことが降りかかった。
τῇ δὲ Βοιαῶν ὅμορος Ἐπίδαυρός ἐστιν ἡ Λιμηρά, σταδίους ὡς διακοσίους ἀπέχουσα Ἐπιδηλίου.
ボイアイに隣接しているのはエピダウロス・リメラであり、エピデリオンからおよそ200スタディオン離れている。
φασὶ δὲ οὐ Λακεδαιμονίων, τῶν δὲ ἐν τῇ Ἀργολίδι Ἐπιδαυρίων εἶναι, πλέοντες δὲ ἐς Κῶν παρὰ τὸν Ἀσκληπιὸν ἀπὸ τοῦ κοινοῦ προσσχεῖν τῆς Λακωνικῆς ἐνταῦθα καὶ ἐξ ἐνυπνίων γενομένων σφίσι καταμείναντες οἰκῆσαι.
彼らはラケダイモン人の入植者ではなく、アルゴリス地方のエピダウロス人であり、共同体からアスクレピオスのもとへとコス島へ航海している途中に、ラコニアのこの地に寄港し、自分たちに現れた夢のお告げに従って留まり、そこに定住したのだと言われている。
§3.23.7λέγουσι δὲ καὶ ὡς οἴκοθεν ἐκ τῆς Ἐπιδαύρου δράκοντα ἐπαγομένοις αὐτοῖς ἐξέφυγεν ἐκ τῆς νεὼς ὁ δράκων, ἐκφυγὼν δὲ οὐ πόρρω κατέδυ θαλάσσης, καί σφισιν ὁμοῦ τῶν ὀνειράτων τῇ ὄψει καὶ ἀπὸ τοῦ σημείου τοῦ κατὰ τὸν δράκοντα ἔδοξεν αὐτόθι καταμείναντας οἰκῆσαι.
また、彼らが故郷のエピダウロスから蛇を連れてきていたところ、蛇が船から逃げ出し、逃げ出した後に海から遠くない場所に潜り込んだとも言われている。 そして彼らには、夢の現れと、蛇に関するその前兆が重なり、そこに留まって定住するのがよいと思われたのである。
καὶ ἔνθα ὁ δράκων κατέδυ, βωμοί τέ εἰσιν Ἀσκληπιοῦ καὶ ἐλαῖαι περὶ αὐτοὺς πεφύκασιν.
そしてその蛇が潜り込んだ場所には、アスクレピオスの祭壇があり、それらの周囲にはオリーブの木が生い茂っている。
§3.23.8προελθόντι δὲ ἐν δεξιᾷ δύο που σταδίους, ἔστιν Ἰνοῦς καλούμενον ὕδωρ, μέγεθος μὲν κατὰ λίμνην μικράν, τῆς γῆς δὲ ἐν βάθει μᾶλλον·
そこから右へ2スタディオンほど進む者にとって、イノの水と呼ばれる水があり、大きさは小さな湖ほどであるが、地中深くにある。
ἐς τοῦτο τὸ ὕδωρ ἐν τῇ ἑορτῇ τῆς Ἰνοῦς ἐμβάλλουσιν ἀλφίτων μάζας.
イノの祭りの際、人々はこの水に大麦の粉でできた団子を投げ入れる。
ταύτας ἐπὶ μὲν αἰσίῳ τοῦ ἐμβαλόντος καταδεξάμενον ἔχει τὸ ὕδωρ·
水がこれらを受け入れて引き留めれば、投げ入れた者にとって吉兆であるが、もしそれらを押し戻して浮かび上がらせれば、悪兆と判定される。
εἰ δὲ ἀναπέμψαιτο σφᾶς, πονηρὸν κέκριται σημεῖον.
エトナ山の噴火口も、これと同じことを示している。
§3.23.9τὸ δὲ αὐτὸ καὶ ἐν Αἴτνῃ δηλοῦσιν οἱ κρατῆρες·
というのも、彼らはそこへ金や銀の工芸品を投げ入れ、さらにあらゆる種類の生贄も投げ入れるからである。
καὶ γὰρ χρυσοῦ ἐς αὐτοὺς καὶ ἀργύρου ποιήματα, ἔτι δὲ καὶ ἱερεῖα τὰ πάντα ἀφιᾶσι· ταῦτα δὲ ἢν μὲν ὑπολαβὸν ἀπενέγκῃ τὸ πῦρ, οἱ δὲ χαίρουσιν ὡς ἐπὶ πεφηνότι ἀγαθῷ, ἀπωσαμένου δὲ τὰ ἐμβληθέντα συμφορὰν ἔσεσθαι τούτῳ τῷ ἀνδρὶ νομίζουσι.
火がこれらを受け止めて持ち去れば、人々は良い前兆が現れたとして喜ぶが、投げ入れられたものを押し戻したときには、その者に災難が降りかかるだろうと考える。
§3.23.10κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Βοιῶν ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν ἄγουσαν Ἀρτέμιδος ἱερόν ἐστιν ἐν τῇ Ἐπιδαυρίων Λιμνάτιδος.
ボイアイからエピダウロス・リメラへ通じる道沿いのエピダウロス人の領地の中に、リムナティスという異名を持つアルテミスの聖域がある。
ἡ πόλις δὲ ἀπέχουσα οὐ πολὺ ἀπὸ θαλάσσης ἐπὶ μετεώρῳ μὲν ᾤκισται, θέας δὲ αὐτόθι ἄξια τὸ μὲν Ἀφροδίτης ἐστὶν ἱερόν, τὸ δὲ Ἀσκληπιοῦ καὶ ἄγαλμα ὀρθὸν λίθου, καὶ Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει ναός, πρὸ δὲ τοῦ λιμένος Διὸς ἐπίκλησιν Σωτῆρος.
都市は海からそれほど離れておらず高台の上に築かれており、そこには見るに値するものとして、アプロディテの聖域、アスクレピオスの聖域と石の直立像、アクロポリスにあるアテナの神殿、そして港の手前には「救い主」と呼ばれるゼウスの神殿がある。
§3.23.11ἄκρα δὲ ἐς τὸ πέλαγος κατὰ τὴν πόλιν ἀνέχει καλουμένη Μινῴα·
都市のあたりで、ミノアと呼ばれる岬が海へと突き出ている。
καὶ ὁ μὲν κόλπος οὐδέν τι ἔχει διάφορον ἢ ὅσαι κατὰ τὴν Λακωνικὴν ἄλλαι θαλάσσης εἰσὶν ἐσβολαί, αἰγιαλὸς δὲ ὁ ταύτῃ παρέχεται ψηφῖδας σχῆμα εὐπρεπεστέρας καὶ χρόας παντοδαπῆς.
湾自体はラコニア沿岸の他の海の入り江と何ら異なるところはないが、この場所の海岸は、きわめて美しい形とさまざまな色彩の小石を提供している。