Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.24.1-3.24.6

从扎拉克斯到拉斯的拉科尼亚城镇与传说

第 134 段,共 465 段 · 希腊语

内容简介

叙述了扎拉克斯、库凡塔、布拉西埃和拉斯等几个拉科尼亚城镇的地理、神殿及相关地方神话传说(如阿塔兰忒的泉水、狄奥尼索斯的漂流登陆地以及马其顿人对拉斯的袭击)。

§3.24.1Ἐπιδαύρου δὲ σταδίους ἑκατὸν ἀπέχει Ζάραξ, ἄλλως μὲν εὐλίμενον χωρίον, τῶν δὲ Ἐλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται, ἐπεὶ καὶ Κλεώνυμος ὁ Κλεομένους τοῦ Ἀγησιπόλιδος μόνον τοῦτο τῶν Λακωνικῶν πολισμάτων ἐποίησεν ἀνάστατον· καί μοι τὰ ἐς τὸν Κλεώνυμον ἑτέρωθί ἐστιν εἰρημένα.
扎拉克斯距离埃皮达夫罗斯一百斯塔迪翁;虽然在其他方面它是一个拥有优良港口的地方,但在自由拉科尼亚人的城镇中,这里最受蹂躏,因为阿格西波利斯之子克里奥美奈斯之子克里奥尼穆斯,在拉科尼亚的所有城镇中仅将此地夷为平地;关于克里奥尼穆斯的事,我已在别处叙述过。
ἐν Ζάρακι δὲ ἄλλο μὲν οὐδέν, πρὸς δὲ τοῦ λιμένος τῷ πέρατι Ἀπόλλωνος ναός ἐστι καὶ ἄγαλμα κιθάραν ἔχον.
扎拉克斯没有别的东西,但在港口的尽头有一座阿波罗神殿和一尊手持基塔拉琴的雕像。
§3.24.2προελθόντι δὲ ἀπὸ Ζάρακος παρὰ τὴν θάλασσαν ἑκατόν που στάδια καὶ ἐπιστρέψαντι αὐτόθεν ἐς μεσόγαιαν καὶ ἐπαναβάντι σταδίους ὡς δέκα, Κυφάντων καλουμένων ἐρείπιά ἐστιν, ἐν δὲ αὐτοῖς σπήλαιον ἱερὸν Ἀσκληπιοῦ, λίθου δὲ τὸ ἄγαλμα.
对于从扎拉克斯出发沿海前行大约一百斯塔迪翁,并从那里折入内陆,往上走大约十斯塔迪翁的人来说,有一处被称为库凡塔的地方的废墟,在这些废墟中有一处阿斯克勒庇俄斯的神圣洞窟,其神像是石质的。
ἔστι δὲ καὶ ὕδατος ψυχροῦ κρουνὸς ἐκβάλλων ἐκ πέτρας· Ἀταλάντην θηρεύουσαν ἐνταῦθά φασιν, ὡς ἠνιᾶτο ὑπὸ δίψης, παῖσαι τῇ λόγχῃ τὴν πέτραν καὶ οὕτω ῥυῆναι τὸ ὕδωρ.
那里还有一处从岩石中涌出冷水的泉口;他们说,阿塔兰忒在此打猎时,因口渴而痛苦,用长矛刺击岩石,水便这样流了出来。
§3.24.3Βρασιαὶ δὲ ἐσχάτη μὲν ταύτῃ τῶν Ἐλευθερολακώνων πρὸς θαλάσσῃ ἐστί, Κυφάντων δὲ ἀπέχουσι πλοῦν σταδίων διακοσίων.
布拉西埃是自由拉科尼亚人在这一方向上靠海的最后一座城镇,距离库凡塔有两百斯塔迪翁的航程。
οἱ δὲ ἄνθρωποι λέγουσιν οἱ ἐνταῦθα, οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων, ὡς Σεμέλη τέκοι τὸν παῖδα ἐκ Διὸς καὶ ὑπὸ τοῦ Κάδμου φωραθεῖσα ἐς λάρνακα αὐτὴ καὶ Διόνυσος ἐμβληθείη· καὶ τὴν λάρνακα ὑπὸ τοῦ κλύδωνος ἐκπεσεῖν φασιν ἐς τὴν σφετέραν, καὶ Σεμέλην μὲν—οὐ γὰρ αὐτὴν περιοῦσαν ἔτι εὑρεῖν—ἐπιφανῶς θάψαι, Διόνυσον δὲ ἀναθρέψαι λέγουσιν.
那里的居民说——他们不与任何希腊人持相同看法——塞墨勒为宙斯生下了孩子,被卡德摩斯发现后,她自己和狄奥尼索斯被投入一个木箱中;他们说,木箱被波浪冲到了他们的土地上,他们隆重地安葬了塞墨勒——因为他们发现她时她已不再活着——但抚养了狄奥尼索斯。
§3.24.4ἐπὶ τούτῳ δὲ αὐτοῖς καὶ τὴν πόλιν, Ὀρειάτας ἐς ἐκεῖνο ὀνομαζομένην, μετονομασθῆναι Βρασιὰς ἐπὶ τῇ ἐκβολῇ τῇ ἐς τὴν γῆν τῆς λάρνακος· ὡσαύτως δὲ καὶ ἐφʼ ἡμῶν τὰ ὑπὸ τοῦ κλύδωνος ἀπωθούμενα ἐς τὴν γῆν ἐκβεβράσθαι καλοῦσιν οἱ πολλοί.
他们说,因此他们的城市——在那之前被称为奥雷阿泰——因木箱被冲上陆地而改名为布拉西埃;同样,在我们这个时代,被波浪推上陆地的东西也被大多数人称为“被冲上岸”(ekbebrasthai)。
Βρασιᾶται δὲ καὶ τάδε ἐπιλέγουσιν, Ἰνώ σφισιν ἐς τὴν χώραν ἀφικέσθαι πλανωμένην, ἐλθοῦσαν δὲ ἐθελῆσαι τοῦ Διονύσου γενέσθαι τροφόν· καὶ ἀποφαίνουσι μὲν τὸ ἄντρον ἔνθα τὸν Διόνυσον ἔθρεψεν Ἰνώ, καλοῦσι δὲ καὶ τὸ πεδίον Διονύσου κῆπον.
布拉西埃人还补充了这一点:伊诺在流浪中来到了他们的土地,来到之后她希望成为狄奥尼索斯的乳母;他们指出了伊诺抚养狄奥尼索斯的洞穴,并且还将那片平原称为“狄奥尼索斯的果园”。
§3.24.5ἱερὰ δὲ αὐτόθι τὸ μέν ἐστιν Ἀσκληπιοῦ, τὸ δὲ Ἀχιλλέως, καὶ ἑορτὴν κατὰ ἔτος ἄγουσιν Ἀχιλλεῖ.
那里有两处圣域,一处是阿斯克勒庇俄斯的,另一处是阿喀琉斯的,他们每年都为阿喀琉斯举行节日。
ἄκρα δέ ἐστιν ἐν ταῖς Βρασιαῖς μικρά, προέχουσα ἠρέμα ἐς τὴν θάλασσαν, καὶ ἐπʼ αὐτῇ χαλκοῖ ποδιαίων ἑστήκασιν οὐ μείζονες, πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντες, οὐκ οἶδα εἰ Διοσκούρους σφᾶς ἢ Κορύβαντας νομίζουσι· τρεῖς δʼ οὖν εἰσί, τέταρτον δὲ Ἀθηνᾶς ἄγαλμα.
在布拉西埃有一处微小的岬角,微微伸入海中,岬角上立着不超过一普斯大小的青铜像,头戴圆顶毡帽(piloi);我不知道他们是把这些铜像当成迪奥斯库洛伊还是科律班忒斯,但总之有三尊,而第四尊是阿芙娜的雕像。
§3.24.6τὰ δὲ ἐν δεξιᾷ Γυθίου Λᾶς ἐστι, θαλάσσης μὲν δέκα στάδια, Γυθίου δὲ τεσσαράκοντα ἀπέχουσα.
在吉提翁的右侧是拉斯,距离海边十斯塔迪翁,距离吉提翁四十斯塔迪翁。
ᾤκισται δὲ νῦν μὲν Ἰλίου καλουμένου καὶ Ἀσίας καὶ Κνακαδίου, τῶν ὀρῶν τούτων τὸ μεταξὺ ἐπέχουσα, πρότερον δὲ τῆς Ἀσίας τοῦ ὄρους ἔκειτο ἐπὶ τῇ κορυφῇ·
城市现在建在被称为伊利翁、阿西亚和克纳卡迪翁的这些山峦之间的地带,但以前它位于阿西亚山的顶峰;现在那里仍有古代城市的废墟,城墙前有一尊赫拉克勒斯的雕像,以及一座用马其顿人的战利品筑成的纪念碑。
καὶ νῦν ἔτι τῆς πόλεώς ἐστι τῆς ἀρχαίας ἐρείπια καὶ πρὸ τῶν τειχῶν ἄγαλμα Ἡρακλέους καὶ ἀπὸ τῶν Μακεδόνων τρόπαιον, οἳ μοῖρα τῆς Φιλίππου στρατιᾶς ἦσαν, ἡνίκα ἐς τὴν Λακωνικὴν ἐσέβαλεν, ἀποτραπόμενοι δὲ ἀπὸ τῶν ἄλλων τὰ παραθαλάσσια ἐλεηλάτουν τῆς χώρας.
这些马其顿人是腓力入侵拉科尼亚时其军队的一部分,他们脱离了主力,掠夺了该地区沿海的土地。

词汇与语法注释

  1. 3.24.1τῶν δὲ Ἐλευθερολακώνων μάλιστα τοῦτο ἐκτετρύχωται — 部分属格的解析。`τῶν Ἐλευθερολακώνων` 作为部分属格,意为“在自由拉科尼亚人的(城镇)中”。被动语态完了时动词 `ἐκτετρύχωται`(源自 `τρύχω`,意为消耗、使荒废)以 `τοῦτο`(指扎拉克斯)为主语,表明此地受到的蹂躏或衰败最为严重。
  2. 3.24.2προελθόντι δὲ ... ἐπιστρέψαντι ... ἐπαναβάντι — 地理性与格(判断者与格)。这一系列与格分词在地理描述中用于设定视角,意为“对于前行……折向……并登上去的人来说”,作为关系与格修饰主句的 `ἐρείπιά ἐστιν`。
  3. 3.24.3οὐδέσιν ὁμολογοῦντες Ἑλλήνων — 分词 `ὁμολογοῦντες`(同意、持相同意见)支配与格 `οὐδέσιν`(不与任何人)。`Ἑλλήνων` 是修饰 `οὐδέσιν` 的部分属格,整句意为“不与任何希腊人持相同意见(主张其独特的传说)”。
  4. 3.24.5ποδιαίων ἑστήκασιν οὐ μείζονες — 比较属格。形容词 `ποδιαίων`(一普斯大小的)是受比较级形容词 `μείζονες`(更大的)支配的比较属格,表示“不大于一普斯(约30厘米)”。

引用这一段

保萨尼亚斯, 希腊志 §3.24.1-3.24.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.24.1-3.24.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。