Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.22.8-3.22.13

マリオスからアソポスとボイアイに至る町々

132 / 465 箇所 · ギリシア語

要旨

パウサニアスは、ゲロンスライの近隣にあるマリオスやグリュッピアといった内陸の町々について記述し、次いで海沿いのアソポスとその周辺の聖域、さらにボイアイの創建伝説やその市街とエティスの遺跡について案内する。

§3.22.8Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸν ἀφέστηκεν.
マリオスは、ゲロンスライから100スタディオン離れたところにある、エレウテロラコネスのもう一つの町である。
ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσος παρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί·
そこには万神のための古い共同の聖域があり、その周囲には泉を提供する聖林がある。 またアルテミスの聖域にも泉がある。
ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός.
マリオスは、他のどの土地にも劣らず、豊富な水を提供している。
κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳ καὶ αὐτή, Γλυππία· καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸς σταδίων εἴκοσι.
この町の上方の内陸部には、やはり村であるグリュッピアがあり、またゲロンスライから別の村セリヌスまでは20スタディオンの道がある。
§3.22.9τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον·
これらはアクリアイから内陸へ上る方向のものである。
τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα.
一方、海側のものとしては、アソポスという都市がアクリアイから60スタディオン離れている。
ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα ἱερόν ἐστιν Ἀσκληπιοῦ·
その都市の中にはローマ皇帝たちの神殿があり、都市の上方におよそ12スタディオン進んだところにアスクレピオスの聖域がある。
Φιλόλαον τὸν θεὸν ὀνομάζουσι.
彼らはその神をピロラオスと呼んでいる。
τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί.
体育場で崇拝されている骨は、大きさにおいては並外れているが、それでも人間の骨である。
καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν.
またアクロポリスにはクパリッシアという異名を持つアテナの聖域がある。
τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.
アクロポリスの麓には、パラクパリッシアのアカイア人と呼ばれる都市の遺跡がある。
§3.22.10ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδια ἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ·
またこの土地には、アソポスからおよそ50スタディオン離れたところにアスクレピオスの聖域もある。
τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατον ὀνομάζουσιν.
そのアスクレピエイオンがある場所を、人々はヒュペルテレアトンと呼んでいる。
ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια· καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν.
海に突き出た岬がアソポスから200スタディオン離れており、彼らはこの岬を「ロバの顎」と呼んでいる。
ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον, οὐδὲ ὄροφος ἔπεστιν ἐπʼ αὐτῷ·
そこにはアテナの聖域があるが、神像はなく、屋根もかかっていない。
λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη.
これはアガメムノンによって建てられたと言われている。
ἔστι δὲ καὶ μνῆμα Κινάδου·
またキナドスの記念碑もある。
νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν.
彼もまたメネラオスの船の舵手であった。
§3.22.11ἐσέχει δὲ μετὰ τὴν ἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί ἐστι τοῦ κόλπου.
岬の次にはボイアティコスと呼ばれる湾が入り込んでおり、湾の終端にはボイアイという都市がある。
ταύτην ᾤκισε μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ ἄνδρας ἀπὸ τριῶν ἐς αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης.
この都市を創建したのはヘラクレイダイの一人ボイオスであるが、彼は三つの都市、すなわちエティス、アプロディシアス、シデから人々をここに集めたと言われている。
τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθέντα ἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου θυγατέρα λέγοντες εἶναι·
これら古代の都市のうち二つについては、イタリアへと逃れ風によってこの湾に流されたアイネイアスが創建したと人々は言っているが、エティアスをアイネイアスの娘であると述べている。
τὴν τρίτην δὲ κληθῆναι τῶν πόλεων λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης.
またこれら都市の三つ目は、ダナオスの娘シデにちなんで名付けられたと彼らは言っている。
§3.22.12ἀπὸ δὴ τούτων τῶν πόλεων ἀναστάντες ἐζήτουν ἔνθα οἰκῆσαι σφᾶς χρεὼν εἴη·
かくしてこれらの都市から立ち退いた人々は、自分たちがどこに住むべきかを捜し求めた。
καί τι καὶ μάντευμα ἦν αὐτοῖς Ἄρτεμιν ἔνθα οἰκήσουσιν ἐπιδείξειν.
そして、アルテミスが彼らの住むべき場所を示すだろうという神託が彼らに下されていた。
ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται, τὸν λαγὼν ἐποιήσαντο ἡγεμόνα τῆς ὁδοῦ·
そこで彼らが土地に上陸したとき、一匹の野ウサギが現れたので、彼らはその野ウサギを旅の先導者とした。
καταδύντος δὲ ἐς μυρσίνην πόλιν τε οἰκίζουσιν ἐνταῦθα, οὗπερ ἡ μυρσίνη ἦν, καὶ τὸ δένδρον ἔτι ἐκείνην σέβουσι τὴν μυρσίνην καὶ Ἄρτεμιν ὀνομάζουσι Σώτειραν.
そして野ウサギがミルトスの茂みに入り込んだとき、彼らはそのミルトスがあった場所に都市を創建し、今日でもそのミルトスの木を崇拝し、アルテミスを「救い主」と呼んでいる。
§3.22.13καὶ Ἀπόλλωνος ναὸς ἐν τῇ Βοιατῶν ἀγορᾷ ἐστι καὶ ἑτέρωθι Ἀσκληπιοῦ καὶ Σαράπιδός τε καὶ Ἴσιδος.
また、ボイアイの人々の広場にはアポロンの神殿があり、別の場所にはアスクレピオス、ならびにサラピスとイシスの神殿がある。
Ἤτιδος δʼ ἐρείπια ἀπέχει μὲν Βοιῶν οὐ πλέον ἢ σταδίους ἑπτά·
エティスの遺跡はボイアイから7スタディオン以下しか離れていない。
ἰόντι δὲ ἐς αὐτὰ ἄγαλμα Ἑρμοῦ λίθινον ἕστηκεν ἐν ἀριστερᾷ, καὶ ἐν τοῖς ἐρειπίοις ἱερὸν Ἀσκληπιοῦ καὶ Ὑγείας ἐστὶν οὐκ ἀφανές.
そこへ向かう者にとって、左手にヘルメスの石像が立っており、遺跡の中には、よく知られたアスクレピオスとヒュギエイアの聖域がある。

語釈・文法注

  1. §3.22.8ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός — 比較の慣用表現である。εἴπερ ἄλλο τι χωρίον(「もし他のどの土地が[豊かな水を提供して]いるとしても」)は「他のどの土地にも劣らず」という最上級に準ずる強調の意味を表し、καὶ Μαριός(「マリオスもまた[提供している]」)が主節となる。παρέχεται(中動態)は能動態と同様に「供給する、提供する」の意味で用いられている。
  2. §3.22.11τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο... οἰκίσαι φασί — 文頭の τῶν δὲ πόλεων τῶν ἀρχαίων は属格であるが、φασί(「人々は言う」)に導かれる対格不定詞句(Aeneas... οἰκίσαι)における、対格の目的語である τὰς μὲν δύο の部分的な所属を示す「部分属格」が前置されたものである。
  3. §3.22.12ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται — ἐκβᾶσιν は aorist 分詞 ἐκβάς の与格複数形で、ここでは「彼らが上陸したとき」という時の状況を示す。これは文脈上の主語(ἀναστάντες「立ち退いた人々」)に対する「与格の関係者(dativus referentis)」として機能し、出来事が誰に対して起こったのかを示している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.22.8-3.22.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.22.8-3.22.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。