Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.23.1-3.23.11

库忒拉岛与埃皮达夫罗斯利梅拉的圣域

第 133 段,共 465 段 · 希腊语

内容简介

记述了库忒拉岛、埃皮德里翁的阿波罗圣域及其神像从提洛岛漂流而来的历史,以及埃皮达夫罗斯·利梅拉的建立及其城内外的神殿。

§3.23.1Κύθηρα δὲ κεῖται μὲν ἀπαντικρὺ Βοιῶν, ἐς δὲ Πλατανιστοῦντα—ἐλάχιστον γὰρ τῆς ἠπείρου ταύτῃ διέστηκεν ἡ νῆσος—ἐς ταύτην τὴν ἄκραν τὸν Πλατανιστοῦντα ἀπὸ ἄκρας τῆς ἠπείρου, καλουμένης δὲ Ὄνου γνάθου, σταδίων πλοῦς τεσσαράκοντά ἐστιν.
库忒拉位于波亚的对面,而到普拉塔尼斯图斯岬角——因为在这个地方,岛屿与大陆的距离最短——从被称为“驴之颚”的大陆岬角到普拉塔尼斯图斯这个岬角,有四十斯塔迪翁的航程。
ἐν Κυθήροις δὲ ἐπὶ θαλάσσης Σκάνδειά ἐστιν ἐπίνειον, Κύθηρα δὲ ἡ πόλις ἀναβάντι ἀπὸ Σκανδείας στάδια ὡς δέκα.
在库忒拉,海边有斯坎德亚外港,而库忒拉城对于从斯坎德亚上去的人来说大约有十斯塔迪翁的路程。
τὸ δὲ ἱερὸν τῆς Οὐρανίας ἁγιώτατον καὶ ἱερῶν ὁπόσα Ἀφροδίτης παρʼ Ἕλλησίν ἐστιν ἀρχαιότατον· αὐτὴ δὲ ἡ θεὸς ξόανον ὡπλισμένον.
天界(乌拉尼亚)阿芙洛迪特的圣域极其神圣,是希腊人中所有阿芙洛迪特圣域里最古老的一座;女神自身是一尊武装的木雕神像。
§3.23.2πλέοντι δὲ ἐκ Βοιῶν τὴν ὑπὸ τὴν ἄκραν τῆς Μαλέας λιμήν ἐστιν ὀνομαζόμενον Νύμφαιον καὶ Ποσειδῶνος ἄγαλμα ὀρθὸν καὶ σπήλαιον θαλάσσης ἐγγύτατα, ἐν δὲ αὐτῷ γλυκέος ὕδατος πηγή· καὶ ἄνθρωποι περιοικοῦσι πολλοί.
从波亚出发沿马勒亚岬角下方航行的人,会看到一个被称为宁法伊翁的港口,一尊直立的波塞冬雕像,以及一处极靠近海边的洞窟,洞窟内有一口淡水泉;周围还居住着许多人。
περιπλεύσαντι δὲ τὴν ἄκραν τῆς Μαλέας καὶ ἑκατὸν στάδια ἀποσχόντι, ἐπὶ θαλάσσῃ χωρίον ἐν ὅροις Βοιατῶν Ἀπόλλωνος μὲν ἱερόν ἐστιν, Ἐπιδήλιον δὲ ὀνομαζόμενον· §3.23.3τὸ γὰρ τοῦ Ἀπόλλωνος ξόανον, ὃ νῦν ἐστιν ἐνταῦθα, ἐν Δήλῳ ποτὲ ἵδρυτο.
绕过马勒亚岬角并航行一百斯塔迪翁后,在波亚人境内的海边,有一处阿波罗的圣域,被称为埃皮德里翁;因为现在那里的阿波罗木雕神像,曾几何时是安置在提洛岛的。
τῆς γὰρ Δήλου τότε ἐμπορίου τοῖς Ἕλλησιν οὔσης καὶ ἄδειαν τοῖς ἐργαζομένοις διὰ τὸν θεὸν δοκούσης παρέχειν, Μηνοφάνης Μιθριδάτου στρατηγὸς εἴτε αὐτὸς ὑπερφρονήσας εἴτε καὶ ὑπὸ Μιθριδάτου προστεταγμένον —ἀνθρώπῳ γὰρ ἀφορῶντι ἐς κέρδος τὰ θεῖα ὕστερα λημμάτων—, οὗτος οὖν ὁ Μηνοφάνης, ἅτε οὔσης §3.23.4ἀτειχίστου τῆς Δήλου καὶ ὅπλα οὐ κεκτημένων τῶν ἀνδρῶν, τριήρεσιν ἐσπλεύσας ἐφόνευσε μὲν τοὺς ἐπιδημοῦντας τῶν ξένων, ἐφόνευσε δὲ αὐτοὺς τοὺς Δηλίους· κατασύρας δὲ πολλὰ μὲν ἐμπόρων χρήματα, πάντα δὲ τὰ ἀναθήματα, προσεξανδραποδισάμενος δὲ καὶ γυναῖκας καὶ τέκνα, καὶ αὐτὴν ἐς ἔδαφος κατέβαλε τὴν Δῆλον.
当时提洛岛是希腊人的贸易中心,并且因神灵的缘故,似乎给在那里工作的人提供了安全保障,而米特里达梯的将军梅诺法内斯,不知是他自己傲慢自大,还是受了米特里达梯的命令——因为对于一个一心唯利是图的人来说,神圣的事物是排在利益之后的——这位梅诺法内斯,鉴于提洛岛没有城墙,且人们没有拥有武器,便乘着三列桨战船驶入,不仅杀害了逗留那里的外邦人,也杀害了提洛人自己;他洗劫了商人的许多财富和所有的奉纳品,还把妇女和儿童卖为奴隶,并将提洛岛本身夷为平地。
ἅτε δὲ πορθουμένης τε καὶ ἁρπαζομένης, τῶν τις βαρβάρων ὑπὸ ὕβρεως τὸ ξόανον τοῦτο ἀπέρριψεν ἐς τὴν θάλασσαν· ὑπολαβὼν δὲ ὁ κλύδων ἐνταῦθα τῆς Βοιατῶν ἀπήνεγκε, καὶ τὸ χωρίον διὰ τοῦτο Ἐπιδήλιον ὀνομάζουσι.
在提洛岛被蹂躏和掠夺之时,蛮族中的一人出于狂妄,将这尊木雕神像扔进了大海;而波浪托起它,将其带到了波亚人土地的这里,因此人们把这个地方命名为埃皮德里翁。
§3.23.5τὸ μέντοι μήνιμα τὸ ἐκ τοῦ θεοῦ διέφυγεν οὔτε Μηνοφάνης οὔτε αὐτὸς Μιθριδάτης· ἀλλὰ Μηνοφάνην μὲν παραυτίκα, ὡς ἀνήγετο ἐρημώσας τὴν Δῆλον, λοχήσαντες ναυσὶν οἱ διαπεφευγότες τῶν ἐμπόρων καταδύουσι, Μιθριδάτην δὲ ὕστερον τούτων ἠνάγκασεν ὁ θεὸς αὐτόχειρα αὑτοῦ καταστῆναι, τῆς τε ἀρχῆς οἱ καθῃρημένης καὶ ἐλαυνόμενον πανταχόθεν ὑπὸ Ῥωμαίων· εἰσὶ δὲ οἵ φασιν αὐτὸν παρά του τῶν μισθοφόρων θάνατον βίαιον ἐν μέρει χάριτος εὕρασθαι.
然而,无论是梅诺法内斯还是米特里达梯本人,都未能逃脱神灵的惩罚;对于梅诺法内斯,就在他蹂躏了提洛岛并启航时,幸免于难的商人们用船伏击了他,将其击沉;而对于米特里达梯,在这些事情之后,由于他的统治被推翻,且被罗马人四处追击,神强迫他亲手结束了自己的生命;不过也有人说,他是从一个雇佣兵那里,作为一种恩惠,得到了暴死。
§3.23.6τούτοις μὲν τοιαῦτα ἀπήντησεν ἀσεβήσασι·
那些犯下不敬之罪的人遭到了这样的报应。
τῇ δὲ Βοιαῶν ὅμορος Ἐπίδαυρός ἐστιν ἡ Λιμηρά, σταδίους ὡς διακοσίους ἀπέχουσα Ἐπιδηλίου.
与波亚接壤的是埃皮达夫罗斯·利梅拉,距离埃皮德里翁大约两百斯塔迪翁。
φασὶ δὲ οὐ Λακεδαιμονίων, τῶν δὲ ἐν τῇ Ἀργολίδι Ἐπιδαυρίων εἶναι, πλέοντες δὲ ἐς Κῶν παρὰ τὸν Ἀσκληπιὸν ἀπὸ τοῦ κοινοῦ προσσχεῖν τῆς Λακωνικῆς ἐνταῦθα καὶ ἐξ ἐνυπνίων γενομένων σφίσι καταμείναντες οἰκῆσαι.
人们说,那里的居民不是拉刻代蒙人,而是阿耳戈利斯地区的埃皮达夫罗斯人,他们在为了阿斯克勒庇俄斯而代表公家乘船前往科斯岛途中,在拉科尼亚的这里停靠,并因为他们所做的梦而留下来居住。
§3.23.7λέγουσι δὲ καὶ ὡς οἴκοθεν ἐκ τῆς Ἐπιδαύρου δράκοντα ἐπαγομένοις αὐτοῖς ἐξέφυγεν ἐκ τῆς νεὼς ὁ δράκων, ἐκφυγὼν δὲ οὐ πόρρω κατέδυ θαλάσσης, καί σφισιν ὁμοῦ τῶν ὀνειράτων τῇ ὄψει καὶ ἀπὸ τοῦ σημείου τοῦ κατὰ τὸν δράκοντα ἔδοξεν αὐτόθι καταμείναντας οἰκῆσαι.
他们说,当他们从家乡埃皮达夫罗斯带来一条蛇时,这条蛇从船上逃脱了,逃脱后在离海不远的地方钻进了土里;对他们来说,梦境的视觉显现与关于蛇的这一征兆相结合,使他们决定留在那里定居。
καὶ ἔνθα ὁ δράκων κατέδυ, βωμοί τέ εἰσιν Ἀσκληπιοῦ καὶ ἐλαῖαι περὶ αὐτοὺς πεφύκασιν.
而在这条蛇钻进土里的地方,设有阿斯克勒庇俄斯的祭坛,周围长着橄榄树。
§3.23.8προελθόντι δὲ ἐν δεξιᾷ δύο που σταδίους, ἔστιν Ἰνοῦς καλούμενον ὕδωρ, μέγεθος μὲν κατὰ λίμνην μικράν, τῆς γῆς δὲ ἐν βάθει μᾶλλον· ἐς τοῦτο τὸ ὕδωρ ἐν τῇ ἑορτῇ τῆς Ἰνοῦς ἐμβάλλουσιν ἀλφίτων μάζας.
向右前行大约两斯塔迪翁的地方,有一处被称为伊诺之水的水源,面积如同一个小湖,但在大地的更深处;在伊诺的节日里,人们将大麦面饼扔进这水中。
ταύτας ἐπὶ μὲν αἰσίῳ τοῦ ἐμβαλόντος καταδεξάμενον ἔχει τὸ ὕδωρ· εἰ δὲ ἀναπέμψαιτο σφᾶς, πονηρὸν κέκριται σημεῖον.
如果水接纳并留住了这些面饼,对投掷者来说就是吉兆;但如果水将它们送回水面,就被判定为凶兆。
§3.23.9τὸ δὲ αὐτὸ καὶ ἐν Αἴτνῃ δηλοῦσιν οἱ κρατῆρες· καὶ γὰρ χρυσοῦ ἐς αὐτοὺς καὶ ἀργύρου ποιήματα, ἔτι δὲ καὶ ἱερεῖα τὰ πάντα ἀφιᾶσι·
埃特纳火山的喷火口也显示出同样的事情;因为人们向其中投入金银制品,甚至还有各种祭品。
ταῦτα δὲ ἢν μὲν ὑπολαβὸν ἀπενέγκῃ τὸ πῦρ, οἱ δὲ χαίρουσιν ὡς ἐπὶ πεφηνότι ἀγαθῷ, ἀπωσαμένου δὲ τὰ ἐμβληθέντα συμφορὰν ἔσεσθαι τούτῳ τῷ ἀνδρὶ νομίζουσι.
如果火接纳并带走了这些东西,他们就会为显现出来的吉兆而高兴;但如果火推开了投进去的东西,他们就认为灾祸将会降临到那个人身上。
§3.23.10κατὰ δὲ τὴν ὁδὸν τὴν ἐκ Βοιῶν ἐς Ἐπίδαυρον τὴν Λιμηρὰν ἄγουσαν Ἀρτέμιδος ἱερόν ἐστιν ἐν τῇ Ἐπιδαυρίων Λιμνάτιδος.
在从波亚通往埃皮达夫罗斯·利梅拉的道路上,在埃皮达夫罗斯人的境内,有一处被称为利姆纳提斯的阿耳忒弥斯圣域。
ἡ πόλις δὲ ἀπέχουσα οὐ πολὺ ἀπὸ θαλάσσης ἐπὶ μετεώρῳ μὲν ᾤκισται, θέας δὲ αὐτόθι ἄξια τὸ μὲν Ἀφροδίτης ἐστὶν ἱερόν, τὸ δὲ Ἀσκληπιοῦ καὶ ἄγαλμα ὀρθὸν λίθου, καὶ Ἀθηνᾶς ἐν τῇ ἀκροπόλει ναός, πρὸ δὲ τοῦ λιμένος Διὸς ἐπίκλησιν Σωτῆρος.
城市距离海边不远,建在高地之上,那里值得一看的有阿芙洛迪特的圣域、阿斯克勒庇俄斯的圣域及其石质直立雕像、卫城上的阿芙娜神殿,以及港口前被称为“救主”的宙斯神殿。
§3.23.11ἄκρα δὲ ἐς τὸ πέλαγος κατὰ τὴν πόλιν ἀνέχει καλουμένη Μινῴα· καὶ ὁ μὲν κόλπος οὐδέν τι ἔχει διάφορον ἢ ὅσαι κατὰ τὴν Λακωνικὴν ἄλλαι θαλάσσης εἰσὶν ἐσβολαί, αἰγιαλὸς δὲ ὁ ταύτῃ παρέχεται ψηφῖδας σχῆμα εὐπρεπεστέρας καὶ χρόας παντοδαπῆς.
城市附近有一个被称为米诺阿的岬角伸入海中;海湾本身与拉科尼亚沿岸的其他海湾相比并无特别之处,但那里的海岸却产有形状更为优美、色彩各异的小石子。

词汇与语法注释

  1. 3.23.1ἀναβάντι — 表示视角或行为者的“判断者与格”(dative of the person judging)。意为“对于登上去的人来说”,是表示从港口到城市距离的希腊语惯用语。
  2. 3.23.3προστεταγμένον — 使用非人称动词分词的中性单数宾格形式的“宾格绝对”(accusative absolute)句式。表示“由于(受米特里达梯)命令”这一客观情况或原因。
  3. 3.23.5αὐτόχειρα αὑτοῦ καταστῆναι — 不定式 `καταστῆναι` 的逻辑主语与主句的宾格宾语 `Μιθριδάτην`(米特里达梯)一致,因此作为叙述补足语的 `αὐτόχειρα`(亲手杀害者)采用宾格形式。`αὑτοῦ` 为属格反身代词,意为“他自己的”。
  4. 3.23.8καταδεξάμενον ἔχει — 不定过去时分词与 `ἔχω` 结合的“分词叙述结构”(periphrastic construction)。与单纯的不定过去时或完成时相比,它强调了主语(此处指水)在完成动作后继续“保持”该状态的持续语义。

引用这一段

保萨尼亚斯, 希腊志 §3.23.1-3.23.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.23.1-3.23.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。