Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.22.1-3.22.7

ギュティオン近郊の聖所とアクリアイおよびゲロンスライ

131 / 465 箇所 · ギリシア語

要旨

ギュティオン近郊のゼウス・カッポタスの石やクラナエ島、ミゴニオンのアプロディテ聖域について述べた後、アクリアイにある神々の母の最古の聖域、およびゲロンスライの歴史とアレスの神殿について記述する。

§3.22.1Γυθίου δὲ τρεῖς μάλιστα ἀπέχει σταδίους ἀργὸς λίθος·
ギュティオンからおよそ3スタディオン離れたところに、自然石がある。
Ὀρέστην λέγουσι καθεσθέντα ἐπʼ αὐτοῦ παύσασθαι τῆς μανίας·
オレステスがその上に腰掛けて、狂気から回復したと言われている。
διὰ τοῦτο ὁ λίθος ὠνομάσθη Ζεὺς Καππώτας κατὰ γλῶσσαν τὴν Δωρίδα.
それゆえ、この石はドーリス方言でゼウス・カッポタスと名付けられた。
ἡ δὲ νῆσος ἡ Κρανάη πρόκειται Γυθίου, καὶ Ὅμηρος Ἀλέξανδρον ἁρπάσαντα Ἑλένην ἐνταῦθα ἔφη συγγενέσθαι οἱ πρῶτον.
クラナエという島がギュティオンの前に横たわっており、ホメロスは、アレクサンドロスがヘレネを誘拐したときに、ここで最初に彼女と結ばれたと述べている。
κατὰ δὲ τὴν νῆσον ἱερόν ἐστιν Ἀφροδίτης ἐν τῇ ἠπείρῳ Μιγωνίτιδος, καὶ ὁ τόπος οὗτος ἅπας καλεῖται Μιγώνιον.
その島の向かいの本土には、アプロディテ・ミゴニティスの聖域があり、この地域全体がミゴニオンと呼ばれている。
§3.22.2τοῦτο μὲν δὴ τὸ ἱερὸν ποιῆσαι λέγουσιν Ἀλέξανδρον·
この聖域を創建したのはアレクサンドロスであると言われている。
Μενέλαος δὲ Ἴλιον ἑλὼν καὶ ἔτεσιν ὕστερον ὀκτὼ μετὰ Τροίας πόρθησιν οἴκαδε ἀνασωθεὶς ἄγαλμα Θέτιδος καὶ θεὰς Πραξιδίκας ἱδρύσατο ἐγγὺς τῆς Μιγωνίτιδος.
しかしメネラオスは、イリオンを攻略し、トロイア略奪の8年後に無事帰郷を遂げた際、テティスの像とプラクシディケ女神の像をミゴニティスの近くに建立した。
Διονύσου δὲ ὄρος ἱερὸν Λαρύσιον καλούμενόν ἐστιν ὑπὲρ τοῦ Μιγωνίου·
ミゴニオンの上には、ラリュシオンと呼ばれるディオニュソスの聖なる山がある。
καὶ ἦρος ἀρχομένου Διονύσῳ τὴν ἑορτὴν ἄγουσιν ἄλλα τε ἐς τὰ δρώμενα λέγοντες καὶ ὡς βότρυν ἐνταῦθα ἀνευρίσκουσιν ὡραῖον.
春の初めに人々はディオニュソスのために祭りを催すが、その儀式で行われることについて様々に語るとともに、そこで熟した葡萄の房を見つけるのだと言っている。
§3.22.3ἐν ἀριστερᾷ δὲ Γυθίου στάδια προελθόντι ὡς τριάκοντα ἔστιν ἐν τῇ ἠπείρῳ Τρινασοῦ καλουμένης τείχη, φρουρίου ποτὲ ἐμοὶ δοκεῖν καὶ οὐ πόλεως.
ギュティオンの左手におよそ30スタディオン進んだところの本土には、トリナソスと呼ばれる城壁があり、私の見るところ、これはかつて砦であって都市ではなかった。
γενέσθαι δέ οἱ δοκῶ τὸ ὄνομα ἀπὸ τῶν νησίδων, αἳ ταύτῃ πρόκεινται τῆς ἠπείρου τρεῖς ἀριθμόν.
その名前は、この辺りの本土の前に横たわる、数にして3つの小島に由来すると私には思われる。
προελθόντι δὲ ἀπὸ Τρινασοῦ στάδια ὡς ὀγδοήκοντα τοῦ Ἕλους τὰ ἐρείπια ὑπόλοιπα ἦν, καὶ μετὰ ταῦτα τριάκοντα
トリナソスからおよそ80スタディオン進んだところに、ヘロスの遺跡が残されており、その先30 スタディオンほど進んだ海沿いにアクリアイという都市がある。
§3.22.4προελθόντι που σταδίους ἐπὶ θαλάσσης πόλις ἐστὶν Ἀκρίαι· θέας δὲ αὐτόθι ἄξια Μητρὸς θεῶν ναὸς καὶ ἄγαλμα λίθου.
そこにある見ものとしては、神々の母の神殿と石造りの神像がある。
παλαιότατον δὲ τοῦτο εἶναί φασιν οἱ τὰς Ἀκρίας ἔχοντες, ὁπόσα τῆς θεοῦ ταύτης Πελοποννησίοις ἱερά ἐστιν, ἐπεὶ Μαγνησί γε, οἳ τὰ πρὸς Βορρᾶν νέμονται τοῦ Σιπύλου, τούτοις ἐπὶ Κοδδίνου πέτρᾳ Μητρός ἐστι θεῶν ἀρχαιότατον ἁπάντων ἄγαλμα·
アクリアイを領有する人々は、ペロポネソス人にあるこの女神の聖域のうちで、これが最も古いものであると言っている。 なぜなら、シピュロスの北に住むマグネス人にとって、コッディノスの岩の上にある神々の母の像こそが、すべてのうちで最も古いものだからである。
ποιῆσαι δὲ οἱ Μάγνητες αὐτὸ Βροτέαν λέγουσι τὸν Ταντάλου.
マグネス人たちは、それをタンタロスの息子ブロテアスが作ったのだと言っている。
§3.22.5Ἀκριᾶται δὲ καὶ ἄνδρα ποτὲ Ὀλυμπιονίκην παρέσχοντο Νικοκλέα, Ὀλυμπιάσι δύο ἀνελόμενον δρόμου νίκας πέντε·
またアクリアイの人々は、かつてニコクレスというオリンピア勝利者を輩出したが、彼はオリンピアにおいて2回の大会で、競走で5回の勝利を収めた。
πεποίηται δὲ καὶ μνῆμα τῷ Νικοκλεῖ τοῦ τε γυμνασίου μεταξὺ καὶ τοῦ τείχους τοῦ πρὸς τῷ λιμένι.
ニコクレスの記念碑が、体育場と港側の城壁との間に建てられている。
§3.22.6ἀπὸ θαλάσσης δὲ ἄνω Γερόνθραι σταδίους ἀπέχουσιν εἴκοσι καὶ ἑκατὸν Ἀκριῶν.
海から内陸に入ったゲロンスライは、アクリアイから120スタディオン離れている。
ταύτας οἰκουμένας πρὶν Ἡρακλείδας ἐλθεῖν ἐς Πελοπόννησον, ἐποίησαν ἀναστάτους Δωριεῖς οἱ Λακεδαίμονα ἔχοντες, ἀναστήσαντες δὲ Γερονθρῶν τοὺς Ἀχαιοὺς παρὰ σφῶν ἐποίκους ἀπέστειλαν·
ヘラクレイダイがペロポネソスに到来する前からこの都市には人が住んでいたが、ラケダイモンを領有するドーリス人たちがそこを滅ぼし、ゲロンスライからアカイア人を追い出した後、自らのもとから植民者を送り出した。
ἐπʼ ἐμοῦ δὲ Ἐλευθερολακώνων καὶ οὗτοι μοῖρα ἦσαν.
私の時代には、彼らもエレウテロラコネスの一部であった。
κατὰ μὲν δὴ τὴν ἐξ Ἀκριῶν ἐς Γερόνθρας ὁδὸν ἔστι Παλαιὰ καλουμένη κώμη, ἐν δὲ αὐταῖς Γερόνθραις Ἄρεως ναὸς καὶ ἄλσος·
アクリアイからゲロンスライへの道沿いには、パライアと呼ばれる村があり、ゲロンスライそのものの中には、アレスの神殿と聖林がある。
§3.22.7ἑορτὴν δὲ ἄγουσι τῷ θεῷ κατὰ ἔτος, ἐν ᾗ γυναιξίν ἐστιν ἀπηγορευμένον ἐσελθεῖν ἐς τὸ ἄλσος.
彼らは毎年この神のために祭りを催すが、その祭りでは、女性が聖林に立ち入ることは禁じられている。
περὶ δὲ τὴν ἀγοράν σφισιν αἱ πηγαὶ τῶν ποτίμων εἰσὶν ὑδάτων.
彼らの広場の周りには、飲料水の泉がある。
ἐν δὲ τῇ ἀκροπόλει ναός ἐστιν Ἀπόλλωνος καὶ ἀγάλματος ἐλέφαντος πεποιημένου κεφαλή·
アクロポリスにはアポロンの神殿があり、象牙で作られた神像の頭部がある。
τὰ δὲ λοιπὰ τοῦ ἀγάλματος πῦρ ἠφάνισεν ὁμοῦ τῷ προτέρῳ ναῷ.
その神像の残りの部分は、かつての神殿とともに火によって失われた。

語釈・文法注

  1. 3.22.3ἐμοὶ δοκεῖν — 独立用法(絶対不定詞)の不定詞で、「私の考えでは」「私から見れば」という著者の主観的判断を示す。通常、この用法は前置詞 ὡς を伴って ὡς ἐμοὶ δοκεῖν となるが、ここでは ὡς が省略されている。
  2. 3.22.3γενέσθαι δέ οἱ δοκῶ τὸ ὄνομα — 動詞 δοκῶ は非人称的(δοκεῖ μοι 「〜と思われる」)ではなく、人称的(主格不定詞構文、「私は〜と思う」)に用いられている。また、与格 οἱ は間接再帰代名詞単数与格(αὐτῇ に相当)で、先行する「城壁・砦(Trinasus)」を指し、「その砦にとって(名前が)生じた」という所有あるいは利害関係の与格である。
  3. 3.22.3καὶ μετὰ ταῦτα τριάκοντα — パウサニアスのテキストにおける不自然な文の途切れ。3.22.3 の文末「その先30[スタディオン]」が 3.22.4 の冒頭「[30スタディオン]ほど進んだところに」と意味上直接つながっている。分詞 προελθόντι は関係の与格(dative of reference / dative of the person judging)で、「進んでいく(旅人)にとって」という道案内のための地理叙述における定型表現である。
  4. 3.22.4ὁπόσα τῆς θεοῦ ταύτης Πελοποννησίοις ἱερά ἐστιν — 関係代名詞 ὁπόσα が導く節において、Πελοποννησίοις(ペロポネソス人たちにとって)は所有(あるいは基準・関係)の与格で、「ペロポネソス人が有する、この女神のすべての聖域のうちで」を意味する。属格の τῆς θεοῦ ταύτης は ἱερά にかかっている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.22.1-3.22.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.22.1-3.22.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。