§3.21.1προελθόντι δὲ αὐτόθεν σταδίους εἴκοσι τοῦ Εὐρώτα τὸ ῥεῦμα ἐγγυτάτω τῆς ὁδοῦ γίνεται, καὶ Λάδα μνῆμά ἐστιν ὠκύτητι ὑπερβαλομένου ποδῶν τοὺς ἐπʼ αὐτοῦ·
そこから20スタディオン進んだところで、エウロタスの流れが道に最も近づき、走る速さにおいて同時代の人々を凌駕したラダスの記念碑がある。
καὶ δὴ καὶ Ὀλυμπίασιν ἐστεφανοῦτο δολίχῳ κρατῶν, δοκεῖν δέ μοι κάμνων αὐτίκα μετὰ τὴν νίκην ἐκομίζετο, καὶ συμβάσης ἐνταῦθά οἱ τελευτῆς ὁ τάφος ἐστὶν ὑπὲρ τὴν λεωφόρον.
そしてまさに彼はオリンピアでもドルコスで勝利して冠を授けられたが、私が思うに、勝利の直後に病に倒れて運ばれている最中に、ここで最期を迎えたため、その墓が街道の上にある。
τὸν δὲ ὁμώνυμον τούτῳ, νίκην καὶ αὐτὸν Ὀλυμπίασι, πλὴν οὐ δολίχου, σταδίου δὲ ἀνελόμενον, Ἀχαιὸν ἐξ Αἰγίου φησὶν εἶναι τὰ ἐς τοὺς Ὀλυμπιονίκας Ἠλείων γράμματα.
これと同名で、彼自身もオリンピアで、ただしドルコスではなくスタディオン走で勝利を収めた者について、エリース人のオリンピア勝利者に関する記録は、アイギオン出身のアカイア人であると伝えている。
§3.21.2προϊόντι δὲ ὡς ἐπὶ τὴν Πελλάναν Χαράκωμά ἐστιν ὀνομαζόμενον καὶ μετὰ τοῦτο Πελλάνα πόλις τὸ ἀρχαῖον.
ペラナの方へと進む者にとって、カラコマと呼ばれる場所があり、その後に、古くは都市であったペラナがある。
Τυνδάρεων δὲ οἰκῆσαί φασιν ἐνταῦθα, ὅτε Ἱπποκόωντα καὶ τοὺς παῖδας ἔφευγεν ἐκ Σπάρτης.
テュンダレオスは、ヒッポコオンとその息子たちから逃れてスパルタから亡命したとき、ここに居住したのだと言われている。
θέας δὲ ἄξια αὐτόθι ἰδὼν Ἀσκληπιοῦ τε οἶδα ἱερὸν καὶ τὴν πηγὴν Πελλανίδα.
そこには見るに値するものとして、アスクレピオスの聖域とペラニスの泉があるのを私は知っている。
ἐς ταύτην λέγουσιν ὑδρευομένην ἐσπεσεῖν παρθένον, ἀφανισθείσης δὲ τὸ κάλυμμα ἀναφανῆναι τὸ ἐπὶ τῆς κεφαλῆς ἐν ἑτέρᾳ πηγῇ Λαγκίᾳ.
この泉に、水を汲んでいた処女が落ちて、彼女が姿を消した後に、その頭の被り物が別のランギアの泉に現れたのだと言されている。
§3.21.3Πελλάνας δὲ ἑκατὸν στάδια ἀπέχει Βελεμίνα καλουμένη·
ペラナから100スタディオン離れたところに、ベレミナと呼ばれる場所がある。
τῆς δὲ χώρας τῆς Λακωνικῆς ἡ Βελεμίνα μάλιστα ἄρδεσθαι πέφυκεν, ἥντινα διοδεύει μὲν τοῦ Εὐρώτα τὸ ὕδωρ, παρέχεται δὲ ἀφθόνους καὶ αὐτὴ πηγάς.
ラコニアの土地の中で、ベレミナは最も水に恵まれる自然を有しており、エウロタスの水がそこを通り抜けて流れるとともに、それ自体も豊富な泉を提供している。
§3.21.4ἐπὶ θάλασσαν δὲ ἐς Γύθιον καταβαίνοντί ἐστι Λακεδαιμονίοις κώμη καλουμένη Κροκέαι καὶ λιθοτομία·
海沿いのギュティオンへと下る人々にとって、ラケデイモン人にはクロケアイと呼ばれる村と採石場がある。
μία μὲν πέτρα συνεχὴς οὐ διήκουσα, λίθοι δὲ ὀρύσσονται σχῆμα τοῖς ποταμίοις ἐοικότες, ἄλλως μὲν δυσεργεῖς, ἢν δὲ ἐπεργασθῶσιν, ἐπικοσμήσαιεν ἂν καὶ θεῶν ἱερά, κολυμβήθραις δὲ καὶ ὕδασι συντελοῦσι μάλιστα ἐς κάλλος.
それは一つの連続した、奥深くまで届かない岩だが、川の石に似た形状の石が掘り出される。 これらは加工しにくいが、もし磨き上げられるなら、神々の神殿をも飾り立てるだろう。 また、温水プールや導水路において、特に美しさに寄与している。
θεῶν δὲ αὐτόθι πρὸ μὲν τῆς κώμης Διὸς Κροκεάτα λίθου πεποιημένον ἄγαλμα ἕστηκε, Διόσκουροι δὲ ἐπὶ τῇ λιθοτομίᾳ χαλκοῖ.
そこにある神々については、村の手前に石で造られたゼウス・クロケアタスの神像が立っており、採石場の上には青銅製のディオスクロイがいる。
§3.21.5μετὰ δὲ Κροκέας ἀποτραπεῖσιν ἐς δεξιὰν ἀπὸ τῆς ἐς Γύθιον εὐθείας ἐπὶ πόλισμα ἥξεις Αἰγίας·
クロケアイを過ぎて、ギュティオンへの直行路から右へとそれる者にとって、アイギアスという町に到着する。
Ὅμηρον δὲ ἐν τοῖς ἔπεσι τὸ πόλισμα τοῦτο ὀνομάζειν λέγουσιν Αὐγειάς.
ホメロスは詩の中でこの町をアウゲイアスと呼んでいると言われている。
ἐνταῦθα ἔστι μὲν λίμνη καλουμένη Ποσειδῶνος, ἔστι δὲ ἐπὶ τῇ λίμνῃ ναὸς καὶ ἄγαλμα τοῦ θεοῦ.
ここにはポセイドンの池と呼ばれる池があり、池の傍らには神殿と神の像がある。
τοὺς δὲ ἰχθῦς δεδοίκασιν ἐξαιρεῖν, τὸν θηρεύσαντα ἁλιέα γενέσθαι λέγοντες ἐξ ἀνθρώπου.
彼らはその魚を獲ることを恐れており、それを捕らえた漁師が人間から海の魚になったと言っているからである。
§3.21.6Γύθιον δὲ ἀπέχει μὲν σταδίους τριάκοντα Αἰγιῶν, ἐπὶ θαλάσσῃ δὲ ᾠκισμένον ἔστιν ἤδη τῶν Ἐλευθερολακώνων, οὓς βασιλεὺς Αὔγουστος δουλείας ἀφῆκε Λακεδαιμονίων τῶν ἐν Σπάρτῃ κατηκόους ὄντας.
ギュティオンはアイギアスから30スタディオン離れており、海沿いに建てられた、今ではエレウテロラコネスの都市であり、彼らをアウグストゥス皇帝が、スパルタにいるラケデイモン人の配下であった隷属から解放した。
θαλάσσῃ μὲν δὴ πλὴν τοῦ Κορινθίων ἰσθμοῦ περιέχεται πᾶσα ἡ Πελοπόννησος·
ペロポネソス全体は、コリントスの地峡を除いてまさに海に囲まれている。
κόχλους δὲ ἐς βαφὴν πορφύρας παρέχεται τὰ ἐπιθαλάσσια τῆς Λακωνικῆς ἐπιτηδειοτάτας μετά γε τὴν Φοινίκων θάλασσαν.
そして、ラコニアの海沿いの地域は、フェニキアの海に次いで、紫の染料のための貝を最も適した形で提供している。
§3.21.7ἀριθμὸς δὲ τῶν Ἐλευθερολακώνων ὀκτὼ πόλεις καὶ δέκα εἰσί, πρώτη μὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον, μετὰ δὲ αὐτὴν Τευθρώνη τε καὶ Λᾶς καὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε καὶ Λεῦκτρα καὶ Θαλάμαι, πρὸς δὲ Ἀλαγονία τε καὶ Γερηνία·
エレウテロラコネスの数は18の都市であり、アイギアスから海へと下る者にとって最初にあるのがギュティオンであり、その後にテウトロネ、ラス、ピュリコス、タイナロンにはカイネポリス、オイテュロス、レウクトラ、タラマイがあり、さらにアラゴニアとゲレニアがある。
τὰ δὲ ἐπέκεινα Γυθίου πρὸς θαλάσσῃ Ἀσωπὸς Ἀκριαὶ Βοιαὶ Ζάραξ Ἐπίδαυρος ἡ Λιμηρὰ Βρασιαὶ Γερόνθραι Μαριός.
ギュティオンの先で海沿いにあるのは、アソポス、アクリアイ、ボイアイ、ザラクス、エピダウロス・リメラ、ブラシアイ、ゲロンスライ、マリオスである。
αὗται μὲν οὖν εἰσιν αἱ λοιπαὶ τῶν Ἐλευθερολακώνων ἀπὸ τεσσάρων ποτὲ καὶ εἴκοσι πόλεων·
したがって、これらが、かつて24あった都市のうちで残されたエレウテロラコネスの都市である。
τὰς δὲ ἄλλας, ἐφʼ ἃς ἂν καὶ αὐτὰς ὁ λόγος ἐπέλθῃ δή μοι, συντελούσας ἴστω τις ἐς Σπάρτην καὶ οὐχ ὁμοίως τοῖς προλεχθεῖσιν αὐτονόμους.
これら以外の都市で、やはり私の叙述が及ぶであろうものについては、スパルタに従属しており、前述の都市のように自律してはいないことを知るべきである。
§3.21.8Γυθεᾶται δὲ τῆς πόλεως ἀνθρώπων μὲν οὐδένα οἰκιστὴν γενέσθαι λέγουσιν, Ἡρακλέα δὲ καὶ Ἀπόλλωνα ὑπὲρ τοῦ τρίποδος ἐς ἀγῶνα ἐλθόντας, ὡς διηλλάγησαν, μετὰ τὴν ἔριν οἰκίσαι κοινῇ τὴν πόλιν·
ギュテアタイは、彼らの都市には人間の創設者は誰もいないと言っており、ヘラクレスとアポロンが三脚釜をめぐって争いに至ったものの、和解した後、その争いの後に共同で都市を創設したのだと言っている。
καὶ ἐν τῇ ἀγορᾷ σφισιν Ἀπόλλωνος καὶ Ἡρακλέους ἐστὶν ἀγάλματα, πλησίον δὲ αὐτῶν Διόνυσος.
そして彼らのアゴラにはアポロンとヘラクレスの像があり、その近くにはディオニュソスがいる。
ἑτέρωθι δὲ Ἀπόλλων Κάρνειος καὶ ἱερὸν Ἄμμωνος καὶ Ἀσκληπιοῦ χαλκοῦν ἄγαλμά ἐστιν, οὐκ ἐπόντος ὀρόφου τῷ ναῷ, καὶ πηγὴ τοῦ θεοῦ καὶ Δήμητρος ἱερὸν ἅγιον καὶ Ποσειδῶνος ἄγαλμα Γαιαόχου.
別の場所にはアポロン・カルネイオス、アモンの聖域、そしてアスクレピオスの青銅像があり、その神殿には屋根がない。 また神の泉、デメテルの聖なる神殿、ポセイドン・ガイアオコスの神像がある。
§3.21.9ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα, οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον·
ギュテアタイが「老人」と呼ぶ者について、彼らは海に住んでいると言っているが、私はそれがネレウスであることを知った。
καί σφισι τοῦ ὀνόματος τούτου παρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις·
そして彼らにこの名前の起源を提供したのは、ホメロスが『イリアス』においてテティスの言葉の中で次のように述べたことである。
"
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον,
ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός.
"汝らは今、海の広い湾へと潜り、海の老人と父の館を見るがよい。
"
καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇ ἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται.
"また、ここにはカストリデスと呼ばれる門もあり、アクロポリスにはアテナの神殿と神像が造られている。