§3.20.1ἐν Θεράπνῃ δὲ κρήνην τὴν Μεσσηίδα ἰδὼν οἶδα.
テラプネでは、メッセイスの泉を私は見たことがあって知っている。
Λακεδαιμονίων δὲ ἑτέροις ἐστὶν εἰρημένον τὴν Πολυδεύκειαν ὀνομαζομένην ἐφʼ ἡμῶν, οὐ τὴν ἐν Θεράπνῃ Μεσσηίδα καλεῖσθαι τὸ ἀρχαῖον·
しかしラケデイモン人の他の人々は、私たちの時代にポリュデウケイアと呼ばれている泉が、古くはメッセイスと呼ばれていたのであって、テラプネにあるものがそう呼ばれていたのではない、と言っている。
ἡ δὲ Πολυδεύκειά ἐστιν αὐτή τε ἡ κρήνη καὶ Πολυδεύκους ἱερὸν ἐν δεξιᾷ τῆς ἐς Θεράπνην ὁδοῦ.
そしてポリュデウケイアとは、泉そのものと、テラプネへと至る道の右側にあるポリュデウクスの聖域のことである。
§3.20.2Θεράπνης δὲ οὐ πόρρω Φοιβαῖον καλούμενόν ἐστιν, ἐν δὲ αὐτῷ Διοσκούρων ναός·
テラプネから遠くないところにポイバイオンと呼ばれる場所があり、その中にはディオスクロイの神殿がある。
καὶ οἱ ἔφηβοι τῷ Ἐνυαλίῳ θύουσιν ἐνταῦθα.
そして青年たちはここでエンユアリオスに犠牲を捧げる。
τούτου δὲ οὐ πολὺ Ποσειδῶνος ἀφέστηκεν ἱερὸν ἐπίκλησιν Γαιαόχου.
これ(ポイバイオン)からそれほど離れていないところに、ガイアオコスという異名を持つポセイドンの聖域がある。
καὶ ἀπʼ αὐτοῦ προελθόντι ὡς ἐπὶ τὸ Ταΰγετον ὀνομάζουσιν Ἀλεσίας χωρίον, Μύλητα τὸν Λέλεγος πρῶτον ἀνθρώπων μύλην τε εὑρεῖν λέγοντες καὶ ἐν ταῖς Ἀλεσίαις ταύταις ἀλέσαι.
そしてそこからタユゲトス山のほうへと進む者にとって、アレシアイと呼ばれる土地がある。 彼らはレレクスの息子ミュレスが人類で初めて臼を発明し、このアレシアイで穀物を挽いたと言っている。
καί σφισι Λακεδαίμονος τοῦ Ταϋγέτης ἐνταῦθά ἐστιν ἡρῷον.
そして彼らには、タユゲテの子ラケダイモンの英雄廟がここにある。
§3.20.3διαβᾶσι δὲ αὐτόθεν ποταμὸν Φελλίαν, παρὰ Ἀμύκλας ἰοῦσιν εὐθεῖαν ὡς ἐπὶ θάλασσαν Φᾶρις πόλις ἐν τῇ Λακωνικῇ ποτε ᾠκεῖτο·
そこからペリアス川を渡ってアミュクライを通り、海へとまっすぐ向かう人々にとって、かつてラコニアの都市パリスが居住されていた。
ἀποτρεπομένῳ δὲ ἀπὸ τῆς Φελλίας ἐς δεξιὰν ἡ πρὸς τὸ ὄρος τὸ Ταΰγετόν ἐστιν ὁδός.
しかし、ペリアス川から右へとそれる者にとっては、タユゲトス山へと至る道がある。
ἔστι δὲ ἐν τῷ πεδίῳ Διὸς Μεσσαπέως τέμενος·
平野にはゼウス・メッサペウスの聖域がある。
γενέσθαι δέ οἱ τὴν ἐπίκλησιν ἀπὸ ἀνδρὸς λέγουσιν ἱερασαμένου τῷ θεῷ.
この異名は、神に仕えた神官の男にちなんで彼に与えられたのだと言われている。
ἐντεῦθέν ἐστιν ἀπιοῦσιν ἐκ τοῦ Ταϋγέτου χωρίον ἔνθα πόλις ποτὲ ᾠκεῖτο Βρυσίαι·
そこからタユゲトス山を下る人々にとって、かつてブリュシアイという都市が居住されていた場所がある。
καὶ Διονύσου ναὸς ἐνταῦθα ἔτι λείπεται καὶ ἄγαλμα ἐν ὑπαίθρῳ.
ここにはディオニュソスの神殿がまだ残っており、野外に神像がある。
τὸ δὲ ἐν τῷ ναῷ μόναις γυναιξὶν ἔστιν ὁρᾶν·
しかし、神殿の中にあるものは女性だけが見ることができる。
γυναῖκες γὰρ δὴ μόναι καὶ τὰ ἐς τὰς θυσίας δρῶσιν ἐν ἀπορρήτῳ.
というのも、まさに女性たちだけが犠牲に関する儀式を秘密裏に行うからである。
§3.20.4ἄκρα δὲ τοῦ Ταϋγέτου Ταλετὸν ὑπὲρ Βρυσεῶν ἀνέχει.
タユゲトス山の頂であるタレトンは、ブリュセアイの上にそびえ立っている。
ταύτην Ἡλίου καλοῦσιν ἱερὰν καὶ ἄλλα τε αὐτόθι Ἡλίῳ θύουσι καὶ ἵππους·
彼らはこの頂を太陽の聖なる地と呼び、そこで太陽に他の様々なものや馬を犠牲として捧げる。
τὸ δὲ αὐτὸ καὶ Πέρσας οἶδα θύειν νομίζοντας.
同じことをペルシア人も習慣として行っているのを私は知っている。
Ταλετοῦ δὲ οὐ πόρρω καλούμενός ἐστιν Εὐόρας, θηρία καὶ ἄλλα τρέφων καὶ αἶγας μάλιστα ἀγρίας.
タレトンから遠くないところにエウオラスと呼ばれる場所があり、野獣やその他の動物、特に野生の山羊を育んでいる。
παρέχεται δὲ καὶ διʼ ὅλου τὸ Ταΰγετον τῶν αἰγῶν τούτων ἄγραν καὶ ὑῶν, πλείστην δὲ καὶ ἐλάφων καὶ ἄρκτων.
そしてタユゲトス山全体が、これら山羊や猪の、そして特に多くの鹿や熊の狩りを提供している。
§3.20.5Ταλετοῦ δὲ τὸ μεταξὺ καὶ Εὐόρα Θήρας ὀνομάζοντες Λητώ φασιν ἀπὸ τῶν ἄκρων τοῦ Ταϋγέτου Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἐστὶν ἱερόν·
タレトンとエウオラスの間を彼らはテーラと呼んでおり、彼らはレトがタユゲトスの頂から出発したと言っている。 そこにはエレウシニアという異名を持つデメテルの聖域がある。
ἐνταῦθα Ἡρακλέα Λακεδαιμόνιοι κρυφθῆναί φασιν ὑπὸ Ἀσκληπιοῦ τὸ τραῦμα ἰώμενον·
ここでヘラクレスが、アスクレピオスによって傷を癒やされながら隠されていた、とラケデイモン人たちは言っている。
καὶ Ὀρφέως ἐστὶν ἐν αὐτῷ ξόανον, Πελασγῶν ὥς φασιν ἔργον.
そしてその中にはオルペウスの木彫像があり、彼らが言うにはペラスゴス人の作であるという。
καὶ τόδε δὲ ἄλλο δρώμενον ἐνταῦθα οἶδα·
また、ここで次のような別の儀式が行われているのを私は知っている。
§3.20.6ἐπὶ θαλάσσῃ πόλισμα Ἕλος ἦν, οὗ δὴ καὶ Ὅμηρος ἐμνημόνευκεν ἐν καταλόγῳ Λακεδαιμονίων·
海沿いにヘロスという町があったが、まさにそれについてはホメロスもラケデイモン人の船のカタログの中で言及している。
"
οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον.
"アミュクライを領し、また海沿いの都市ヘロスを領した者たち。
"
τοῦτο ᾤκισε μὲν Ἕλιος νεώτατος τῶν Περσέως παίδων, Δωριεῖς δὲ παρεστήσαντο ὕστερον πολιορκίᾳ, καὶ πρῶτοί τε ἐγένοντο οὗτοι Λακεδαιμονίων δοῦλοι τοῦ κοινοῦ καὶ εἵλωτες ἐκλήθησαν πρῶτοι, καθάπερ γε καὶ ἦσαν·
"この町を創設したのは、ペルセウスの子供たちのうちで最も若いヘリオスであったが、ドリス人たちが後に包囲戦によってこれを降伏させ、彼らがラケデイモン人の最初の公共の奴隷となり、まさにそうであったように、最初にヘイロテスと呼ばれた。
τὸ δὲ οἰκετικὸν τὸ ἐπικτηθὲν ὕστερον, Δωριεῖς Μεσσηνίους ὄντας, ὀνομασθῆναι καὶ τούτους ἐξενίκησεν εἵλωτας, καθότι καὶ Ἕλληνας τὸ σύμπαν γένος ἀπὸ τῆς ἐν Θεσσαλίᾳ ποτὲ καλουμένης Ἑλλάδος.
後に獲得された召使いたちは、彼らがドリス人であるメッセニア人であったにもかかわらず、彼らをもヘイロテスと呼ぶことが定着した。 これは、かつてテサリアにあってヘラスと呼ばれていた場所にちなんで、一族全体がヘレネスと呼ばれるようになったのと全く同じである。
§3.20.7ἐκ τούτου δὴ τοῦ Ἕλους ξόανον Κόρης τῆς Δήμητρος ἐν ἡμέραις ῥηταῖς ἀνάγουσιν ἐς τὸ Ἐλευσίνιον.
このヘロスから、定められた日にデメテルの娘の木彫像をエレウシニオンへと運び上げる。
πεντεκαίδεκα δὲ τοῦ Ἐλευσινίου σταδίους ἀφέστηκε Λαπίθαιον καλούμενον ἀπὸ ἀνδρὸς ἐγχωρίου Λαπίθου·
エレウシニオンから15スタディオン離れたところに、その土地の男ラピトスにちなんで名付けられたラピタイオンがある。
τοῦτό τε οὖν τὸ Λαπίθαιόν ἐστιν ἐν τῷ Ταϋγέτῳ καὶ οὐ πόρρω Δέρειον, ἔνθα Ἀρτέμιδος ἄγαλμα ἐν ὑπαίθρῳ Δερεάτιδος, καὶ πηγὴ παρʼ αὐτῷ ἣν Ἄνονον ὀνομάζουσι.
そこで、このラピタイオンはタユゲトス山にあり、そこから遠くないところにデレイオンがあって、そこにはデレアティスと呼ばれるアルテミスの野外神像と、その傍らに彼らがアノノスと呼ぶ泉がある。
μετὰ δὲ τὸ Δέρειον σταδίους προελθόντι ὡς εἴκοσιν ἔστιν Ἅρπλεια καθήκοντα ἄχρι τοῦ πεδίου.
デレイオンを過ぎておよそ20スタディオン進むと、平野まで達しているハルプレイアがある。
§3.20.8τὴν δὲ ἐπʼ Ἀρκαδίας ἰοῦσιν ἐκ Σπάρτης Ἀθηνᾶς ἕστηκεν ἐπίκλησιν Παρείας ἄγαλμα ἐν ὑπαίθρῳ, μετὰ δὲ αὐτὸ ἱερόν ἐστιν Ἀχιλλέως·
スパルタからアルカディアに向かって進む人々にとって、その道沿いに、パレイアという異名を持つアテナの野外神像が立っており、その後にアキレウスの聖域がある。
ἀνοίγειν δὲ αὐτὸ οὐ νομίζουσιν·
彼らはこれを開けない習慣である。
ὁπόσοι δʼ ἂν τῶν ἐφήβων ἀγωνιεῖσθαι μέλλωσιν ἐν τῷ Πλατανιστᾷ, καθέστηκεν αὐτοῖς τῷ Ἀχιλλεῖ πρὸ τῆς μάχης θύειν.
プラタニスタスで戦うことになっている青年たち全員にとって、戦闘の前にアキレウスに犠牲を捧げることが定められている。
ποιῆσαι δέ σφισι τὸ ἱερὸν Σπαρτιᾶται λέγουσι Πράκα ἀπόγονον τρίτον Περγάμου τοῦ Νεοπτολέμου.
スパルタ人は、ネオプトレモスの子ペルガモスの三代目の子孫であるプラスが、彼らのためにこの聖域を造ったのだと言っている。
§3.20.9προϊοῦσι δὲ Ἵππου καλούμενον μνῆμά ἐστι.
さらに進む人々にとって、「馬」と呼ばれる記念碑がある。
Τυνδάρεως γὰρ θύσας ἐνταῦθα ἵππον τοὺς Ἑλένης ἐξώρκου μνηστῆρας ἱστὰς ἐπὶ τοῦ ἵππου τῶν τομίων·
というのも、テュンダレオスはここで馬を犠牲に捧げ、馬の切り裂かれた肉の上に彼らを立たせて、ヘレネの求婚者たちに誓いを立てさせたからである。
ὁ δὲ ὅρκος ἦν Ἑλένῃ καὶ τῷ γῆμαι προκριθέντι Ἑλένην ἀμυνεῖν ἀδικουμένοις·
その誓いは、ヘレネおよび、ヘレネを妻に迎える者として選ばれた者が不当な扱いを受けた場合に、彼らを助けるというものであった。
ἐξορκώσας δὲ τὸν ἵππον κατώρυξεν ἐνταῦθα.
そして誓いを立てさせた後、彼はその馬をここに埋めた。
κίονες δὲ ἑπτὰ τοῦ μνήματος τούτου διέχουσιν οὐ πολύ, κατὰ τρόπον οἶμαι τὸν ἀρχαῖον, οὓς ἀστέρων τῶν πλανητῶν φασιν ἀγάλματα.
この記念碑からそれほど遠くないところに、互いに間隔を空けて7本の柱が立っているが、これは古い様式に則ったものだと私は思う。 彼らはそれらを惑う星々の神像だと言っている。
καὶ Κρανίου τέμενος κατὰ τὴν ὁδὸν ἐπίκλησιν Στεμματίου καὶ Μυσίας ἐστὶν ἱερὸν Ἀρτέμιδος.
また、道沿いにはステマティオスという異名を持つクラニオスの聖域があり、ミュシアのアルテミスの聖域がある。
§3.20.10τὸ δὲ ἄγαλμα τῆς Αἰδοῦς τριάκοντά που στάδια ἀπέχον τῆς πόλεως Ἰκαρίου μὲν ἀνάθημα εἶναι, ποιηθῆναι δὲ ἐπὶ λόγῳ φασὶ τοιῷδε.
市からおよそ30スタディオン離れたところにあるアイドースの神像は、イカリオスの献納物であり、次のような理由で造られたのだと言われている。
ὅτʼ ἔδωκεν Ὀδυσσεῖ Πηνελόπην γυναῖκα Ἰκάριος, ἐπειρᾶτο μὲν κατοικίσαι καὶ αὐτὸν Ὀδυσσέα ἐν Λακεδαίμονι, διαμαρτάνων δὲ ἐκείνου δεύτερα τὴν θυγατέρα ἱκέτευε καταμεῖναι καὶ ἐξορμωμένης ἐς Ἰθάκην ἐπακολουθῶν τῷ ἅρματι ἐδεῖτο.
イカリオスがペネロペを妻としてオデュッセウスに与えたとき、彼はオデュッセウス自身をもラケデイモンに定住させようと試みたが、それに失敗すると、二番目の策として娘に留まるよう懇願し、彼女がイタカへと出発する際、戦車を追いかけながら懇願した。
§3.20.11Ὀδυσσεὺς δὲ τέως μὲν ἠνείχετο, τέλος δὲ ἐκέλευε Πηνελόπην συνακολουθεῖν ἑκοῦσαν ἢ τὸν πατέρα ἑλομένην ἀναχωρεῖν ἐς Λακεδαίμονα.
オデュッセウスはしばらくの間は耐えていたが、ついにペネロペに、自らの意志で一緒について来るか、さもなければ父親を選んでラケデイモンに引き返すかを命じた。
καὶ τὴν ἀποκρίνασθαί φασιν οὐδέν· ἐγκαλυψαμένης δὲ πρὸς τὸ ἐρώτημα, Ἰκάριος τὴν μὲν ἅτε δὴ συνιεὶς ὡς βούλεται ἀπιέναι μετὰ Ὀδυσσέως ἀφίησιν, ἄγαλμα δὲ ἀνέθηκεν Αἰδοῦς·
すると彼女は何も答えなかったが、その問いに対してベールで顔を覆ったので、イカリオスは、彼女がオデュッセウスと共に行きたいのだとまさに理解して、彼女を去らせ、アイドースの神像を捧げたのだと言われている。
ἐνταῦθα γὰρ τῆς ὁδοῦ προήκουσαν ἤδη τὴν Πηνελόπην λέγουσιν ἐγκαλύψασθαι.
というのも、道のこの地点まで進んだときに、すでにペネロペは顔を覆ったと言されているからである。