Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.21.1-3.21.9

从佩拉纳到吉雄的道路与自由拉科尼亚同盟

第 130 段,共 465 段 · 希腊语

内容简介

记述了前往佩拉纳、贝莱米纳和吉雄沿途的纪念碑、城市与圣域,并详细列出了自由拉科尼亚人的城市列表以及吉雄的建城神话。

§3.21.1προελθόντι δὲ αὐτόθεν σταδίους εἴκοσι τοῦ Εὐρώτα τὸ ῥεῦμα ἐγγυτάτω τῆς ὁδοῦ γίνεται, καὶ Λάδα μνῆμά ἐστιν ὠκύτητι ὑπερβαλομένου ποδῶν τοὺς ἐπʼ αὐτοῦ·
从那里前行二十斯塔迪翁,埃夫罗塔斯河的水流离道路最近,这里有拉达斯的纪念碑,他在奔跑的速度上超越了同代人。
καὶ δὴ καὶ Ὀλυμπίασιν ἐστεφανοῦτο δολίχῳ κρατῶν, δοκεῖν δέ μοι κάμνων αὐτίκα μετὰ τὴν νίκην ἐκομίζετο, καὶ συμβάσης ἐνταῦθά οἱ τελευτῆς ὁ τάφος ἐστὶν ὑπὲρ τὴν λεωφόρον.
确实,他也曾在奥林匹亚获得长跑冠军并被授以桂冠,但依我之见,他在获胜后立即病倒,在被送往家乡的途中在此结束了生命,因此他的坟墓位于公路之上。
τὸν δὲ ὁμώνυμον τούτῳ, νίκην καὶ αὐτὸν Ὀλυμπίασι, πλὴν οὐ δολίχου, σταδίου δὲ ἀνελόμενον, Ἀχαιὸν ἐξ Αἰγίου φησὶν εἶναι τὰ ἐς τοὺς Ὀλυμπιονίκας Ἠλείων γράμματα.
至于与此人同名、同样在奥林匹亚获得胜利(但不是在长跑,而是在短跑中获胜)的人,伊利斯人关于奥林匹亚获胜者的记录称,他是来自埃基翁的阿卡亚人。
§3.21.2προϊόντι δὲ ὡς ἐπὶ τὴν Πελλάναν Χαράκωμά ἐστιν ὀνομαζόμενον καὶ μετὰ τοῦτο Πελλάνα πόλις τὸ ἀρχαῖον.
对于向着佩拉纳前行的人来说,有一个被称为哈拉科马的地方,在其后是古时候曾为城市的佩拉纳。
Τυνδάρεων δὲ οἰκῆσαί φασιν ἐνταῦθα, ὅτε Ἱπποκόωντα καὶ τοὺς παῖδας ἔφευγεν ἐκ Σπάρτης.
据说廷达雷奥斯在因避让希波科翁及其子嗣而逃离斯巴达时,曾在此居住。
θέας δὲ ἄξια αὐτόθι ἰδὼν Ἀσκληπιοῦ τε οἶδα ἱερὸν καὶ τὴν πηγὴν Πελλανίδα.
我知道那里有值得一看的阿斯克勒庇俄斯圣域以及佩拉尼斯泉。
ἐς ταύτην λέγουσιν ὑδρευομένην ἐσπεσεῖν παρθένον, ἀφανισθείσης δὲ τὸ κάλυμμα ἀναφανῆναι τὸ ἐπὶ τῆς κεφαλῆς ἐν ἑτέρᾳ πηγῇ Λαγκίᾳ.
据说一个打水的处女曾落入此泉,在她消失后,她头上的遮盖物在另一个名为兰吉亚的泉水中显现出来。
§3.21.3Πελλάνας δὲ ἑκατὸν στάδια ἀπέχει Βελεμίνα καλουμένη·
被称为贝莱米纳的地方距离佩拉纳有一百斯塔迪翁。
τῆς δὲ χώρας τῆς Λακωνικῆς ἡ Βελεμίνα μάλιστα ἄρδεσθαι πέφυκεν, ἥντινα διοδεύει μὲν τοῦ Εὐρώτα τὸ ὕδωρ, παρέχεται δὲ ἀφθόνους καὶ αὐτὴ πηγάς.
在拉科尼亚的土地中,贝莱米纳天生最受水源滋润,埃夫罗塔斯河的水流经此地,且其自身也提供着丰富的泉水。
§3.21.4ἐπὶ θάλασσαν δὲ ἐς Γύθιον καταβαίνοντί ἐστι Λακεδαιμονίοις κώμη καλουμένη Κροκέαι καὶ λιθοτομία·
对于向着海边下行前往吉雄的人来说,拉刻代蒙人拥有一处被称为克罗凯艾的村庄和采石场。
μία μὲν πέτρα συνεχὴς οὐ διήκουσα, λίθοι δὲ ὀρύσσονται σχῆμα τοῖς ποταμίοις ἐοικότες, ἄλλως μὲν δυσεργεῖς, ἢν δὲ ἐπεργασθῶσιν, ἐπικοσμήσαιεν ἂν καὶ θεῶν ἱερά, κολυμβήθραις δὲ καὶ ὕδασι συντελοῦσι μάλιστα ἐς κάλλος.
这不是一整块连续的岩石,而是掘出形状类似河石的石头,一方面难以加工,但如果经过抛光,它们甚至可以装饰神明、装点神殿,并且对于游泳池和水利工程,它们尤其能增添美感。
θεῶν δὲ αὐτόθι πρὸ μὲν τῆς κώμης Διὸς Κροκεάτα λίθου πεποιημένον ἄγαλμα ἕστηκε, Διόσκουροι δὲ ἐπὶ τῇ λιθοτομίᾳ χαλκοῖ.
至于那里的神明,村前立着一尊由石头制成的克罗凯阿塔斯宙斯神像,而在采石场上则有青铜制的狄奥斯库洛伊。
§3.21.5μετὰ δὲ Κροκέας ἀποτραπεῖσιν ἐς δεξιὰν ἀπὸ τῆς ἐς Γύθιον εὐθείας ἐπὶ πόλισμα ἥξεις Αἰγίας· Ὅμηρον δὲ ἐν τοῖς ἔπεσι τὸ πόλισμα τοῦτο ὀνομάζειν λέγουσιν Αὐγειάς.
过了克罗凯艾之后,对于从去往吉雄的直路向右拐的人来说,你将到达一座名为艾吉亚斯的小镇;据说荷马在诗作中将这座小镇称为奥格亚斯。
ἐνταῦθα ἔστι μὲν λίμνη καλουμένη Ποσειδῶνος, ἔστι δὲ ἐπὶ τῇ λίμνῃ ναὸς καὶ ἄγαλμα τοῦ θεοῦ.
这里有一处被称为波塞冬池的湖泊,湖旁有该神的神殿和神像。
τοὺς δὲ ἰχθῦς δεδοίκασιν ἐξαιρεῖν, τὸν θηρεύσαντα ἁλιέα γενέσθαι λέγοντες ἐξ ἀνθρώπου.
他们害怕捕捞其中的鱼,因为他们说捕猎过这些鱼的渔夫会从人变成海鱼。
§3.21.6Γύθιον δὲ ἀπέχει μὲν σταδίους τριάκοντα Αἰγιῶν, ἐπὶ θαλάσσῃ δὲ ᾠκισμένον ἔστιν ἤδη τῶν Ἐλευθερολακώνων, οὓς βασιλεὺς Αὔγουστος δουλείας ἀφῆκε Λακεδαιμονίων τῶν ἐν Σπάρτῃ κατηκόους ὄντας.
吉雄距离艾吉亚斯三十斯塔迪翁,坐落于海边,如今属于自由拉科尼亚人,凯撒·奥古斯都将他们从斯巴达拉刻代蒙人的奴役中解放出来,此前他们是其臣民。
θαλάσσῃ μὲν δὴ πλὴν τοῦ Κορινθίων ἰσθμοῦ περιέχεται πᾶσα ἡ Πελοπόννησος· κόχλους δὲ ἐς βαφὴν πορφύρας παρέχεται τὰ ἐπιθαλάσσια τῆς Λακωνικῆς ἐπιτηδειοτάτας μετά γε τὴν Φοινίκων θάλασσαν.
除了科林斯地峡之外,整个伯罗奔尼撒确实都被大海包围;而拉科尼亚的海滨地带提供了用于染色紫红色的贝类,其品质在腓尼基海之后最为合适。
§3.21.7ἀριθμὸς δὲ τῶν Ἐλευθερολακώνων ὀκτὼ πόλεις καὶ δέκα εἰσί, πρώτη μὲν καταβᾶσιν ἐξ Αἰγιῶν ἐπὶ θάλασσαν Γύθιον, μετὰ δὲ αὐτὴν Τευθρώνη τε καὶ Λᾶς καὶ Πύρριχος, ἐπὶ Ταινάρῳ δὲ Καινήπολις Οἴτυλός τε καὶ Λεῦκτρα καὶ Θαλάμαι, πρὸς δὲ Ἀλαγονία τε καὶ Γερηνία· τὰ δὲ ἐπέκεινα Γυθίου πρὸς θαλάσσῃ Ἀσωπὸς Ἀκριαὶ Βοιαὶ Ζάραξ Ἐπίδαυρος ἡ Λιμηρὰ Βρασιαὶ Γερόνθραι Μαριός.
自由拉科尼亚人的城市数量为十八个,对于从艾吉亚斯下行到海边的人来说,第一个是吉雄,其后是特乌特罗内、拉斯以及皮里科斯,在泰纳隆有凯内波利斯、奥伊蒂洛斯、莱夫克特拉和塔拉迈,此外还有阿拉戈尼亚和格里尼亚;而在吉雄之外的海滨有阿索波斯、阿克里艾、博伊艾、扎拉克斯、利梅拉的埃皮达夫罗斯、布拉西亚伊、格龙斯拉伊、马里奥斯。
αὗται μὲν οὖν εἰσιν αἱ λοιπαὶ τῶν Ἐλευθερολακώνων ἀπὸ τεσσάρων ποτὲ καὶ εἴκοσι πόλεων·
因此,这些是曾经二十四个城市中剩下的自由拉科尼亚人的城市。
τὰς δὲ ἄλλας, ἐφʼ ἃς ἂν καὶ αὐτὰς ὁ λόγος ἐπέλθῃ δή μοι, συντελούσας ἴστω τις ἐς Σπάρτην καὶ οὐχ ὁμοίως τοῖς προλεχθεῖσιν αὐτονόμους.
至于其他同样我的叙述会涉及的城市,人们应当知道它们隶属于斯巴达,并不像前述城市那样自主。
§3.21.8Γυθεᾶται δὲ τῆς πόλεως ἀνθρώπων μὲν οὐδένα οἰκιστὴν γενέσθαι λέγουσιν, Ἡρακλέα δὲ καὶ Ἀπόλλωνα ὑπὲρ τοῦ τρίποδος ἐς ἀγῶνα ἐλθόντας, ὡς διηλλάγησαν, μετὰ τὴν ἔριν οἰκίσαι κοινῇ τὴν πόλιν·
吉雄人说,他们的城市没有任何人类建立者,而是赫拉克勒斯与阿波罗为了三脚炉而发生争执,在争端之后,当他们和解时,共同建立了这座城市。
καὶ ἐν τῇ ἀγορᾷ σφισιν Ἀπόλλωνος καὶ Ἡρακλέους ἐστὶν ἀγάλματα, πλησίον δὲ αὐτῶν Διόνυσος.
在他们的广场上有阿波罗和赫拉克勒斯的雕像,在它们附近有狄奥尼索斯。
ἑτέρωθι δὲ Ἀπόλλων Κάρνειος καὶ ἱερὸν Ἄμμωνος καὶ Ἀσκληπιοῦ χαλκοῦν ἄγαλμά ἐστιν, οὐκ ἐπόντος ὀρόφου τῷ ναῷ, καὶ πηγὴ τοῦ θεοῦ καὶ Δήμητρος ἱερὸν ἅγιον καὶ Ποσειδῶνος ἄγαλμα Γαιαόχου.
在另一处有阿波罗·卡尔内奥斯、阿蒙的神殿,以及一尊阿斯克勒庇俄斯的青铜像,其神殿没有屋顶,还有该神的泉水、德墨忒尔的圣神殿以及波塞冬·地持者的神像。
§3.21.9ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα, οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον· καί σφισι τοῦ ὀνόματος τούτου παρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις· " ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον, ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός.
至于吉雄人称为“老人”、并称其居住在海中的那个人,我发现他就是涅柔斯;荷马在《伊利亚特》中通过忒提斯的话语,为他们提供了这个名字的起源: "你们现在沉入大海宽广的湾中,去拜见海中的老人以及父亲的府邸。
" καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇ ἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται.
"这里还有被称为卡斯托里德斯的门,而在卫城上建造了雅典娜的神殿和神像。

词汇与语法注释

  1. 3.21.1δοκεῖν δέ μοι — 不定式 `δοκεῖν` 在插入语 `δοκεῖν δέ μοι` 中用作绝对不定式,意为“依我之见”或“在我看来”。
  2. 3.21.5ἀποτραπεῖσιν... ἥξεις — 分词 `ἀποτραπεῖσιν` 为与格复数形式(意为“对于拐弯的人们”),而主句动词 `ἥξεις` 则为第二人称单数形式(意为“你将到达”),从而产生了破格现象(anacoluthon)。这是文体结构从一般性的与格叙述向直接呼吁读者的转变。
  3. 3.21.5ἁλιέα — 单词 `ἁλιέα`(`ἁλιεύς` 的宾格,通常意为“渔夫”)在此作为不定式 `γενέσθαι` 的主语,指的是一种海鱼(通常被认为是一种被称为“渔夫鱼”的鮟鱇鱼),据说捕捉了圣鱼的渔夫会由人变成这种鱼。

引用这一段

保萨尼亚斯, 希腊志 §3.21.1-3.21.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.21.1-3.21.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。