§3.20.1ἐν Θεράπνῃ δὲ κρήνην τὴν Μεσσηίδα ἰδὼν οἶδα.
在塞拉普涅,我知道自己曾见过被称为梅塞伊斯的泉水。
Λακεδαιμονίων δὲ ἑτέροις ἐστὶν εἰρημένον τὴν Πολυδεύκειαν ὀνομαζομένην ἐφʼ ἡμῶν, οὐ τὴν ἐν Θεράπνῃ Μεσσηίδα καλεῖσθαι τὸ ἀρχαῖον· ἡ δὲ Πολυδεύκειά ἐστιν αὐτή τε ἡ κρήνη καὶ Πολυδεύκους ἱερὸν ἐν δεξιᾷ τῆς ἐς Θεράπνην ὁδοῦ.
但拉刻代蒙人的其他人则说,在我们时代被称为波吕得乌凯亚的那个泉,古时候被称为梅塞伊斯,而不是在塞拉普涅的那个;而波吕得乌凯亚指的就是泉水本身以及在去往塞拉普涅道路右侧的波吕得乌克斯神庙。
§3.20.2Θεράπνης δὲ οὐ πόρρω Φοιβαῖον καλούμενόν ἐστιν, ἐν δὲ αὐτῷ Διοσκούρων ναός· καὶ οἱ ἔφηβοι τῷ Ἐνυαλίῳ θύουσιν ἐνταῦθα.
离塞拉普涅不远有一个被称为斐拜翁的地方,其中有狄奥斯库洛伊的神殿;青年们在此向恩枯阿利奥斯献祭。
τούτου δὲ οὐ πολὺ Ποσειδῶνος ἀφέστηκεν ἱερὸν ἐπίκλησιν Γαιαόχου.
离这里不远有一座波塞冬的神殿,别名为“大地持有者”。
καὶ ἀπʼ αὐτοῦ προελθόντι ὡς ἐπὶ τὸ Ταΰγετον ὀνομάζουσιν Ἀλεσίας χωρίον, Μύλητα τὸν Λέλεγος πρῶτον ἀνθρώπων μύλην τε εὑρεῖν λέγοντες καὶ ἐν ταῖς Ἀλεσίαις ταύταις ἀλέσαι.
从这里向着泰格特斯山前行的人,会将一个地方称为阿莱西亚伊,因为他们说莱莱克斯之子米莱斯是人类中第一个发明磨盘并在这些阿莱西亚伊磨谷物的人。
καί σφισι Λακεδαίμονος τοῦ Ταϋγέτης ἐνταῦθά ἐστιν ἡρῷον.
他们那里还有泰格忒之子拉刻代蒙的英雄庙。
§3.20.3διαβᾶσι δὲ αὐτόθεν ποταμὸν Φελλίαν, παρὰ Ἀμύκλας ἰοῦσιν εὐθεῖαν ὡς ἐπὶ θάλασσαν Φᾶρις πόλις ἐν τῇ Λακωνικῇ ποτε ᾠκεῖτο· ἀποτρεπομένῳ δὲ ἀπὸ τῆς Φελλίας ἐς δεξιὰν ἡ πρὸς τὸ ὄρος τὸ Ταΰγετόν ἐστιν ὁδός.
对那些从那里渡过斐利亚河,经过阿米克莱直奔海边的人来说,曾经有人居住在拉科尼亚的法里斯城;但对于从斐利亚河向右拐的人来说,则是通往泰格特斯山的路。
ἔστι δὲ ἐν τῷ πεδίῳ Διὸς Μεσσαπέως τέμενος· γενέσθαι δέ οἱ τὴν ἐπίκλησιν ἀπὸ ἀνδρὸς λέγουσιν ἱερασαμένου τῷ θεῷ.
平原上有一座宙斯·梅萨佩乌斯的圣域;他们说他的别名源于一个曾担任该神祭司的男子。
ἐντεῦθέν ἐστιν ἀπιοῦσιν ἐκ τοῦ Ταϋγέτου χωρίον ἔνθα πόλις ποτὲ ᾠκεῖτο Βρυσίαι· καὶ Διονύσου ναὸς ἐνταῦθα ἔτι λείπεται καὶ ἄγαλμα ἐν ὑπαίθρῳ.
从那里,对于从泰格特斯山下来的人来说,有一个地方,曾经有人居住在布里塞艾城;这里还保留着一座狄奥尼索斯的神殿,以及一尊露天的神像。
τὸ δὲ ἐν τῷ ναῷ μόναις γυναιξὶν ἔστιν ὁρᾶν· γυναῖκες γὰρ δὴ μόναι καὶ τὰ ἐς τὰς θυσίας δρῶσιν ἐν ἀπορρήτῳ.
但神殿内的东西,只有妇女被允许观看;因为确实只有妇女在秘密中举行有关祭祀的仪式。
§3.20.4ἄκρα δὲ τοῦ Ταϋγέτου Ταλετὸν ὑπὲρ Βρυσεῶν ἀνέχει.
泰格特斯山的顶峰塔莱顿高耸于布里塞艾之上。
ταύτην Ἡλίου καλοῦσιν ἱερὰν καὶ ἄλλα τε αὐτόθι Ἡλίῳ θύουσι καὶ ἵππους· τὸ δὲ αὐτὸ καὶ Πέρσας οἶδα θύειν νομίζοντας.
他们称这里为太阳的圣地,并在那里向太阳献祭其他东西以及马匹;我知道波斯人也有相同的献祭习俗。
Ταλετοῦ δὲ οὐ πόρρω καλούμενός ἐστιν Εὐόρας, θηρία καὶ ἄλλα τρέφων καὶ αἶγας μάλιστα ἀγρίας.
离塔莱顿不远有一个被称为埃乌奥拉斯的地方,饲养着野兽和其他动物,尤其是野山羊。
παρέχεται δὲ καὶ διʼ ὅλου τὸ Ταΰγετον τῶν αἰγῶν τούτων ἄγραν καὶ ὑῶν, πλείστην δὲ καὶ ἐλάφων καὶ ἄρκτων.
实际上,整个泰格特斯山都提供了捕猎这些山羊和野猪的机会,尤其是鹿和熊。
§3.20.5Ταλετοῦ δὲ τὸ μεταξὺ καὶ Εὐόρα Θήρας ὀνομάζοντες Λητώ φασιν ἀπὸ τῶν ἄκρων τοῦ Ταϋγέτου Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἐστὶν ἱερόν·
他们将塔莱顿与埃乌奥拉斯之间的空间称为塞拉,并说勒托从泰格特斯山顶出发。
ἐνταῦθα Ἡρακλέα Λακεδαιμόνιοι κρυφθῆναί φασιν ὑπὸ Ἀσκληπιοῦ τὸ τραῦμα ἰώμενον· καὶ Ὀρφέως ἐστὶν ἐν αὐτῷ ξόανον, Πελασγῶν ὥς φασιν ἔργον.
有一座别名为埃勒乌西尼亚的德墨忒尔神殿;拉刻代蒙人说赫拉克勒斯曾在这里被阿斯克勒庇俄斯藏起来并治愈伤口;其中有一尊奥尔甫斯的木雕像,据他们说是佩拉斯吉人的作品。
καὶ τόδε δὲ ἄλλο δρώμενον ἐνταῦθα οἶδα· §3.20.6ἐπὶ θαλάσσῃ πόλισμα Ἕλος ἦν, οὗ δὴ καὶ Ὅμηρος ἐμνημόνευκεν ἐν καταλόγῳ Λακεδαιμονίων· "
οἵ τʼ ἄρʼ Ἀμύκλας εἶχον Ἕλος τʼ ἔφαλον πτολίεθρον.
我知道这里还举行另一项仪式:海边曾有一座名为黑洛斯的小镇,荷马确实也在拉刻代蒙人的目录中提到了它: “他们领有阿米克莱和海边的城镇黑洛斯。
"
τοῦτο ᾤκισε μὲν Ἕλιος νεώτατος τῶν Περσέως παίδων, Δωριεῖς δὲ παρεστήσαντο ὕστερον πολιορκίᾳ, καὶ πρῶτοί τε ἐγένοντο οὗτοι Λακεδαιμονίων δοῦλοι τοῦ κοινοῦ καὶ εἵλωτες ἐκλήθησαν πρῶτοι, καθάπερ γε καὶ ἦσαν· τὸ δὲ οἰκετικὸν τὸ ἐπικτηθὲν ὕστερον, Δωριεῖς Μεσσηνίους ὄντας, ὀνομασθῆναι καὶ τούτους ἐξενίκησεν εἵλωτας, καθότι καὶ Ἕλληνας τὸ σύμπαν γένος ἀπὸ τῆς ἐν Θεσσαλίᾳ ποτὲ καλουμένης Ἑλλάδος.
” 这小镇是由珀尔修斯最小的儿子黑利奥斯建立的,但多利安人后来通过围攻使之投降,他们成为了拉刻代蒙人第一批公共奴隶,并最先被称为黑洛忒斯,正如他们确实是那样;而后来获得的仆役阶层,尽管他们是麦塞尼亚的多利安人,黑洛忒斯这个称呼最终也压倒性地用在他们身上,正如整个希腊人的种族都是根据曾经在色萨利被称为希腊的地方命名的一样。
§3.20.7ἐκ τούτου δὴ τοῦ Ἕλους ξόανον Κόρης τῆς Δήμητρος ἐν ἡμέραις ῥηταῖς ἀνάγουσιν ἐς τὸ Ἐλευσίνιον.
确实,从这个黑洛斯,他们会在特定的日子里,将德墨忒尔之女的木雕像抬到埃勒乌西尼翁。
πεντεκαίδεκα δὲ τοῦ Ἐλευσινίου σταδίους ἀφέστηκε Λαπίθαιον καλούμενον ἀπὸ ἀνδρὸς ἐγχωρίου Λαπίθου· τοῦτό τε οὖν τὸ Λαπίθαιόν ἐστιν ἐν τῷ Ταϋγέτῳ καὶ οὐ πόρρω Δέρειον, ἔνθα Ἀρτέμιδος ἄγαλμα ἐν ὑπαίθρῳ Δερεάτιδος, καὶ πηγὴ παρʼ αὐτῷ ἣν Ἄνονον ὀνομάζουσι.
离埃勒乌西尼翁十五斯塔迪翁远的地方,有一个以当地人拉皮托斯命名的拉皮泰翁;因此这个拉皮泰翁是在泰格特斯山上,离它不远有德雷翁,那里有别名为德雷亚蒂斯的阿尔忒弥斯露天神像,旁边有一口他们称为阿诺诺斯的泉水。
μετὰ δὲ τὸ Δέρειον σταδίους προελθόντι ὡς εἴκοσιν ἔστιν Ἅρπλεια καθήκοντα ἄχρι τοῦ πεδίου.
过了德雷翁再走大约二十斯塔迪翁,就有一直延伸到平原的哈尔普莱亚。
§3.20.8τὴν δὲ ἐπʼ Ἀρκαδίας ἰοῦσιν ἐκ Σπάρτης Ἀθηνᾶς ἕστηκεν ἐπίκλησιν Παρείας ἄγαλμα ἐν ὑπαίθρῳ, μετὰ δὲ αὐτὸ ἱερόν ἐστιν Ἀχιλλέως· ἀνοίγειν δὲ αὐτὸ οὐ νομίζουσιν· ὁπόσοι δʼ ἂν τῶν ἐφήβων ἀγωνιεῖσθαι μέλλωσιν ἐν τῷ Πλατανιστᾷ, καθέστηκεν αὐτοῖς τῷ Ἀχιλλεῖ πρὸ τῆς μάχης θύειν.
对于从斯巴达前往阿卡迪亚的人来说,路旁立着一尊别名为帕雷亚的雅典娜露天神像,在其后有一座阿喀琉斯的圣域;他们认为不应该打开它;但凡是准备在普拉塔尼斯塔斯战斗的青年们,战斗前向阿喀琉斯献祭对他们来说已成定制。
ποιῆσαι δέ σφισι τὸ ἱερὸν Σπαρτιᾶται λέγουσι Πράκα ἀπόγονον τρίτον Περγάμου τοῦ Νεοπτολέμου.
斯巴达人说,涅奥普托勒摩斯之子珀耳加摩斯的第三代后裔普拉斯为他们建造了这座圣域。
§3.20.9προϊοῦσι δὲ Ἵππου καλούμενον μνῆμά ἐστι.
对于继续前行的人来说,有一座被称为“马”的纪念碑。
Τυνδάρεως γὰρ θύσας ἐνταῦθα ἵππον τοὺς Ἑλένης ἐξώρκου μνηστῆρας ἱστὰς ἐπὶ τοῦ ἵππου τῶν τομίων· ὁ δὲ ὅρκος ἦν Ἑλένῃ καὶ τῷ γῆμαι προκριθέντι Ἑλένην ἀμυνεῖν ἀδικουμένοις· ἐξορκώσας δὲ τὸν ἵππον κατώρυξεν ἐνταῦθα.
因为廷达雷奥斯曾在这里献祭了一匹马,让海伦的求婚者们站在马的切肉之上宣誓;誓言是,如果海伦以及被选中娶海伦的人受到委屈,他们将予以协助;他让他们宣誓后,就把马埋在了这里。
κίονες δὲ ἑπτὰ τοῦ μνήματος τούτου διέχουσιν οὐ πολύ, κατὰ τρόπον οἶμαι τὸν ἀρχαῖον, οὓς ἀστέρων τῶν πλανητῶν φασιν ἀγάλματα.
离这个纪念碑不远,矗立着七根柱子,我想这是按照古老的风俗,他们说这些是行游之星的神像。
καὶ Κρανίου τέμενος κατὰ τὴν ὁδὸν ἐπίκλησιν Στεμματίου καὶ Μυσίας ἐστὶν ἱερὸν Ἀρτέμιδος.
路旁还有一座别名为斯泰马蒂奥斯的克拉尼奥斯圣域,以及一处缪西亚的阿尔忒弥斯神殿。
§3.20.10τὸ δὲ ἄγαλμα τῆς Αἰδοῦς τριάκοντά που στάδια ἀπέχον τῆς πόλεως Ἰκαρίου μὲν ἀνάθημα εἶναι, ποιηθῆναι δὲ ἐπὶ λόγῳ φασὶ τοιῷδε.
至于那尊距离城市大约三十斯塔迪翁的艾多斯神像,据说是伊卡里奥斯的奉献物,并且说是出于如下原因而建造的。
ὅτʼ ἔδωκεν Ὀδυσσεῖ Πηνελόπην γυναῖκα Ἰκάριος, ἐπειρᾶτο μὲν κατοικίσαι καὶ αὐτὸν Ὀδυσσέα ἐν Λακεδαίμονι, διαμαρτάνων δὲ ἐκείνου δεύτερα τὴν θυγατέρα ἱκέτευε καταμεῖναι καὶ ἐξορμωμένης ἐς Ἰθάκην ἐπακολουθῶν τῷ ἅρματι ἐδεῖτο.
当伊卡里奥斯将彭涅罗佩给奥德修斯作妻子时,他曾试图让奥德修斯本人也定居在拉刻代蒙,但在这一企图失败后,他接着恳求女儿留下来,并在她出发前往伊萨卡时跟着车子,一路上哀求。
§3.20.11Ὀδυσσεὺς δὲ τέως μὲν ἠνείχετο, τέλος δὲ ἐκέλευε Πηνελόπην συνακολουθεῖν ἑκοῦσαν ἢ τὸν πατέρα ἑλομένην ἀναχωρεῖν ἐς Λακεδαίμονα.
奥德修斯起初一直忍耐,但最后他命令彭涅罗佩要么自愿跟随,要么选择父亲返回拉刻代蒙。
καὶ τὴν ἀποκρίνασθαί φασιν οὐδέν· ἐγκαλυψαμένης δὲ πρὸς τὸ ἐρώτημα, Ἰκάριος τὴν μὲν ἅτε δὴ συνιεὶς ὡς βούλεται ἀπιέναι μετὰ Ὀδυσσέως ἀφίησιν, ἄγαλμα δὲ ἀνέθηκεν Αἰδοῦς· ἐνταῦθα γὰρ τῆς ὁδοῦ προήκουσαν ἤδη τὴν Πηνελόπην λέγουσιν ἐγκαλύψασθαι.
据说她没有回答,但在面对这个问题时用面纱蒙住了脸,伊卡里奥斯因为确实明白她想和奥德修斯一起走,便放她离去,并奉献了一尊艾多斯的神像;因为据说彭涅罗佩在走到道路的这个地点时就已经蒙上了脸。