§3.19.7κατὰ δὲ τὴν ὁδὸν Ἀθηνᾶς ξόανόν ἐστιν Ἀλέας.
道すがらには、アレアのアテナの木彫像がある。
πρὶν δὲ ἢ διαβῆναι τὸν Εὐρώταν, ὀλίγον ὑπὲρ τῆς ὄχθης ἱερὸν δείκνυται Διὸς Πλουσίου.
エウロタス川を渡る手前、川岸から少し上ったところに、富裕なゼウスの神殿が示されている。
διαβᾶσι δὲ Κοτυλέως ἐστὶν Ἀσκληπιοῦ ναός, ὃν ἐποίησεν Ἡρακλῆς·
川を渡った人々にとっては、コテュレウス・アスクレピオスの神殿があるが、これはヘラクレスが建てたものである。
καὶ Ἀσκληπιὸν Κοτυλέα ὠνόμασεν ἀκεσθεὶς τὸ τραῦμα τὸ ἐς τὴν κοτύλην οἱ γενόμενον ἐν τῇ πρὸς Ἱπποκόωντα καὶ τοὺς παῖδας προτέρᾳ μάχῃ.
そして、ヒッポコオンおよびその子らとの以前の戦いで自分の股関節に負った傷を癒やしてもらったので、アスクレピオスを「コテュレウス」と名付けた。
ὁπόσα δὲ πεποίηται κατὰ τὴν ὁδὸν ταύτην, ἐστὶν ἀρχαιότατον αὐτῶν Ἄρεως ἱερόν.
この道沿いに造られているすべてのものの中で、最も古いものはアレスの神殿である。
τοῦτό ἐστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ, καὶ τὸ ἄγαλμα τοὺς Διοσκούρους φασὶ κομίσαι ἐκ Κόλχων·
これは道の左側にあり、その神像はディオスクロイがコルキスから運んできたのだと言われている。
§3.19.8Θηρίταν δὲ ἐπονομάζουσιν ἀπὸ Θηροῦς, ταύτην γὰρ τροφὸν εἶναι τοῦ Ἄρεως λέγουσι.
彼らはアレスをテロにちなんでテリタスと名付けているが、彼女はアレスの乳母であると言われているからである。
τάχα δʼ ἂν ἀκηκοότες παρὰ Κόλχων Θηρίταν λέγοιεν, ἐπεὶ Ἔλληνές γε οὐκ ἴσασιν Ἄρεως τροφὸν Θηρώ·
あるいは、彼らはコルキス人から聞いてテリタスと呼んでいるのかもしれない。 というのも、少なくともギリシア人はアレスの乳母としてのテロを知らないからである。
δοκεῖν δέ μοι Θηρίτας οὐ διὰ τὴν τροφὸν ἡ ἐπωνυμία τῷ Ἄρει γέγονεν, ὅτι δὲ ἀνδρὶ χρὴ πολεμίῳ καταστάντα ἐς μάχην οὐδὲν ἔτι ἔχειν ἤπιον, καθὰ δὴ καὶ Ὁμήρῳ περὶ Ἀχιλλέως πεποίηται
"
λέων δʼ ὣς ἄγρια οἶδεν. "
しかし私に思われるに、テリタスという異名は乳母のゆえにアレスに与えられたのではなく、敵対する男と戦闘に突入したからには、もはやいかなる温情も持つべきではないという理由による。 まさにホメロスによってアキレウスについて作詩されているように、 "ライオンのごとく、猛々しきことを彼は知る。 "とある通りである。
§3.19.9Θεράπνη δὲ ὄνομα μὲν τῷ χωρίῳ γέγονεν ἀπὸ τῆς Λέλεγος θυγατρός, Μενελάου δέ ἐστιν ἐν αὐτῇ ναός, καὶ Μενέλαον καὶ Ἑλένην ἐνταῦθα ταφῆναι λέγουσιν.
テラプネという名前はその土地にレレクスの娘にちなんで与えられたものであり、その中にはメネラオスの神殿があって、メネラオスとヘレネがここに葬られたと言われている。
Ῥόδιοι δὲ οὐχ ὁμολογοῦντες Λακεδαιμονίοις φασὶν Ἑλένην Μενελάου τελευτήσαντος, Ὀρέστου δὲ ἔτι πλανωμένου, τηνικαῦτα ὑπὸ Νικοστράτου καὶ Μεγαπένθους διωχθεῖσαν ἐς Ῥόδον ἀφικέσθαι Πολυξοῖ τῇ Τληπολέμου γυναικὶ ἔχουσαν ἐπιτηδείως·
しかしロドス人たちはラケデイモン人たちに同意せず、メネラオスが死去し、オレステスがまだ彷徨っていたそのとき、ヘレネはニコストラトスとメガペンテスによって追放されてロドスに到着し、トレポレモスの妻ポリュクソと親しい関係にあったため、彼女のもとに身を寄せたのだと言っている。
§3.19.10εἶναι γὰρ καὶ Πολυξὼ τὸ γένος Ἀργείαν, Τληπολέμῳ δὲ ἔτι πρότερον συνοικοῦσαν φυγῆς μετασχεῖν τῆς ἐς Ῥόδον καὶ τῆς νήσου τηνικαῦτα ἄρχειν ὑπολειπομένην ἐπὶ ὀρφανῷ παιδί.
というのも、ポリュクソも生まれはアルゴス人であり、それより以前にすでにトレポレモスと結婚しており、ロドスへの亡命を共にして、そのとき孤児となった子供を抱えて島に残され、統治者となっていたからである。
ταύτην τὴν Πολυξώ φασιν ἐπιθυμοῦσαν Ἑλένην τιμωρήσασθαι τελευτῆς τῆς Τληπολέμου τότε, ὡς ἔλαβεν αὐτὴν ὑποχείριον, ἐπιπέμψαι οἱ λουμένῃ θεραπαίνας Ἐρινύσιν ἴσα ἐσκευασμένας·
このポリュクソは、そのときトレポレモスの死についてヘレネに復讐することを望み、彼女を手中に収めると、入浴している彼女のもとにエリーニュスたちと同じように装わせた侍女たちを送り込んだのだと言われている。
καὶ αὗται διαλαβοῦσαι δὴ τὴν Ἑλένην αἱ γυναῖκες ἀπάγχουσιν ἐπὶ δένδρου, καὶ ἐπὶ τούτῳ Ῥοδίοις Ἑλένης ἱερόν ἐστι Δενδρίτιδος.
そしてこれら女たちは、ヘレネを捕まえて木に首を吊るし、このことに因んでロドス人たちには「樹木の」ヘレネの神殿がある。
§3.19.11ὃν δὲ οἶδα λέγοντας Κροτωνιάτας περὶ Ἑλένης λόγον, ὁμολογοῦντας δέ σφισι καὶ Ἱμεραίους, ἐπιμνησθήσομαι καὶ τοῦδε.
クロトン人たちがヘレネについて語っているのを私が知っており、ヒメラ人たちも彼らに同意している話について、私はこれについても言及することにしよう。
ἔστιν ἐν τῷ Εὐξείνῳ νῆσος κατὰ τοῦ Ἴστρου τὰς ἐκβολὰς Ἀχιλλέως ἱερά·
ポントスの中に、イストロス川の河口付近に、アキレウスに捧げられた島がある。
ὄνομα μὲν τῇ νήσῳ Λευκή, περίπλους δὲ αὐτῇ σταδίων εἴκοσι, δασεῖα δὲ ὕλῃ πᾶσα καὶ πλήρης ζῴων ἀγρίων καὶ ἡμέρων, καὶ ναὸς Ἀχιλλέως καὶ ἄγαλμα ἐν αὐτῇ.
その島の名はレウケであり、その周囲は二十スタディオンで、全体が密林で覆われ、野生の動物や飼い慣らされた動物に満ちており、アキレウスの神殿と神像がその中にある。
§3.19.12ἐς ταύτην πρῶτος ἐσπλεῦσαι λέγεται Κροτωνιάτης Λεώνυμος.
この島に最初に航海したのは、クロトン人レオニュモスであると言われている。
πολέμου γὰρ Κροτωνιάταις συνεστηκότος πρὸς τοὺς ἐν Ἰταλίᾳ Λοκρούς, τῶν Λοκρῶν κατὰ οἰκειότητα πρὸς Ὀπουντίους Αἴαντα τὸν Ὀιλέως ἐς τὰς μάχας ἐπικαλουμένων, ὁ Λεώνυμος Κροτωνιάταις στρατηγῶν ἐπῄει τοῖς ἐναντίοις κατὰ τοῦτο ᾗ προτετάχθαι σφίσι τὸν Αἴαντα ἤκουε.
クロトン人たちとイタリアのロクリ人たちの間に戦争が起こっていたとき、ロクリ人たちが、オプスとの親族関係に基づいてオイレウスの子アイアスを戦いの中に招き入れていたので、クロトン人を指揮していたレオニュモスは、敵が自分たちの前にアイアスを配置していると彼が聞いていたその場所において、敵に向かって進軍した。
τιτρώσκεται δὴ τὸ στέρνον καὶ— ἔκαμνε γὰρ ὑπὸ τοῦ τραύματος—ἀφίκετο ἐς Δελφούς.
そこで彼は胸を負傷し――というのも、彼は傷によって苦しんでいたので――デルポイへと赴いた。
ἐλθόντα δὲ ἡ Πυθία Λεώνυμον ἀπέστελλεν ἐς νῆσον τὴν Λευκήν, ἐνταῦθα εἰποῦσα αὐτῷ φανήσεσθαι τὸν Αἴαντα καὶ ἀκέσεσθαι τὸ τραῦμα.
彼がやって来ると、ピュティアは彼をレウケ島へと送り、そこにおいてアイアスが彼に現れて、その傷を癒やしてくれるであろうと彼に告げた。
§3.19.13χρόνῳ δὲ ὡς ὑγιάνας ἐπανῆλθεν ἐκ τῆς Λευκῆς, ἰδεῖν μὲν ἔφασκεν Ἀχιλλέα, ἰδεῖν δὲ τὸν Ὀιλέως καὶ τὸν Τελαμῶνος Αἴαντα, συνεῖναι δὲ καὶ Πάτροκλόν σφισι καὶ Ἀντίλοχον·
やがて回復してレウケから戻ってきたとき、彼はアキレウスを見たと語り、またオイレウスの子とテラモンの子アイアスを見たと言い、パトロクロスとアンティロコスも彼らと一緒にいたと語った。
Ἑλένην δὲ Ἀχιλλεῖ μὲν συνοικεῖν, προστάξαι δέ οἱ πλεύσαντι ἐς Ἱμέραν πρὸς Στησίχορον ἀγγέλλειν ὡς ἡ διαφθορὰ τῶν ὀφθαλμῶν ἐξ Ἑλένης γένοιτο αὐτῷ μηνίματος.
またヘレネはアキレウスと同居しており、彼女が彼に、ヒメラへと航海してステシコロスに「目の喪失はヘレネの怒りによって彼に起こったことである」と伝えるよう命じた。
Στησίχορος μὲν ἐπὶ τούτῳ τὴν παλινῳδίαν ἐποίησεν·
ステシコロスはこの知らせに基づいてパリノディアを作った。