§3.2.1Εὐρυσθένει πρεσβυτέρῳ τῶν Ἀριστοδήμου παίδων ὄντι ἡλικίαν γενέσθαι λέγουσιν υἱὸν Ἆγιν· ἀπὸ τούτου δὲ τὸ γένος τὸ Εὐρυσθένους καλοῦσιν Ἀγιάδας.
人们说,在阿里斯托德摩斯的孩子中年龄较大的欧律斯叙涅斯,按年龄生了一个儿子阿吉斯;因他之故,欧律斯叙涅斯的家族被称为阿吉亚代。
ἐπὶ τούτου Πατρεῖ τῷ Πρευγένους κτίζοντι ἐν Ἀχαΐᾳ πόλιν, ἥντινα Πάτρας καὶ ἐς ἡμᾶς καλοῦσιν ἀπὸ τοῦ Πατρέως τούτου, συνεπελάβοντο Λακεδαιμόνιοι τοῦ οἰκισμοῦ.
在此人统治期间,当普雷乌格尼斯之子帕特雷乌斯在阿开亚建立一座城市——直到我们今天仍因这位帕特雷乌斯而将其称为帕特雷——的时候,拉克代蒙人共同协助了他进行 ¦0 殖民创建。
συνήραντο δὲ καὶ Γρᾷ τῷ Ἐχέλα τοῦ Πενθίλου τοῦ Ὀρέστου στελλομένῳ ναυσὶν ἐς ἀποικίαν.
他们还共同协助了奥瑞斯特斯之子、宾西鲁斯之子、埃克拉斯之子格拉斯率领船只前往殖民地。
καὶ ὁ μὲν τὴν τῆς Ἰωνίας μεταξὺ καὶ Μυσῶν, καλουμένην δὲ Αἰολίδα ἐφʼ ἡμῶν, καθέξειν ἔμελλεν· ὁ δέ οἱ πρόγονος Πενθίλος Λέσβον τὴν ὑπὲρ τῆς ἠπείρου ταύτης νῆσον εἷλεν ἔτι πρότερον.
格拉斯本将占领介于伊奥尼亚和米西亚之间、而在我们时代被称为埃奥利斯的土地;但他的先祖宾西鲁斯在此前更早的时候,就已经夺取了位于该大陆对岸的莱斯博斯岛。
§3.2.2ἐπὶ δὲ Ἐχεστράτου τοῦ Ἄγιδος βασιλεύοντες ἐν Σπάρτῃ Κυνουρέας τοὺς ἐν ἡλικίᾳ Λακεδαιμόνιοι ποιοῦσιν ἀναστάτους, αἰτίαν ἐπενεγκόντες ὡς τὴν Ἀργολίδα συγγενῶν σφισιν ὄντων Ἀργείων λῃσταί τε ἐκ τῆς Κυνουριακῆς κακουργοῖεν καὶ αὐτοὶ καταδρομὰς ἐκ τοῦ φανεροῦ ποιοῖντο ἐς τὴν γῆν.
当阿吉斯之子埃克斯特拉托斯在斯巴达执政时,拉克代蒙人驱逐了处于兵役年龄的塞诺里亚人,借口是:尽管阿耳戈斯人是他们的同族,但来自塞诺里亚地区的强盗却在祸害阿耳戈斯人的土地阿耳戈利斯,且塞诺里亚人自己也公开对该土地进行袭击。
λέγονται δὲ οἱ Κυνουρεῖς Ἀργεῖοι τὸ ἀνέκαθεν εἶναι, καὶ οἰκιστήν φασιν αὐτῶν Κύνουρον γενέσθαι τὸν Περσέως.
据说塞诺里亚人自古以来就是阿耳戈斯人,人们说他们的创建者是珀耳修斯之子塞诺罗斯。
§3.2.3ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς Λαβώτας ὁ Ἐχεστράτου τὴν ἀρχὴν ἔσχεν ἐν Σπάρτῃ.
没过多少年,埃克斯特拉托斯之子拉波塔斯在斯巴达掌握了王权。
τοῦτον τὸν Λαβώταν Ἡρόδοτος ἐν τῷ λόγῳ τῷ ἐς Κροῖσον ὑπὸ Λυκούργου τοῦ θεμένου τοὺς νόμους φησὶν ἐπιτροπευθῆναι παῖδα ὄντα· Λεωβώτην δέ οἱ τίθεται τὸ ὄνομα καὶ οὐ Λαβώταν.
关于这个拉波塔斯,希罗多德在关于克罗伊索斯的叙述中说,他还是个孩子的时候,受到了制定法律的吕库古的监护;不过希罗多德给他的名字是莱奥波特斯,而不是拉波塔斯。
Λακεδαιμονίοις δὲ πρῶτον τότε ἔδοξεν ἄρασθαι πρὸς Ἀργείους πόλεμον· ἐποιοῦντο δὲ ἐς αὐτοὺς ἐγκλήματα τήν τε Κυνουριακὴν ἑλόντων αὑτῶν ἀποτέμνεσθαι τοὺς Ἀργείους καὶ τοὺς περιοίκους σφῶν ὑπηκόους ὄντας ἀφιστάναι.
那时,拉克代蒙人首次决定向阿耳戈斯人宣战;他们对他们提出的指控是,尽管他们自己占领了塞诺里亚地区,但阿耳戈斯人割占了其中一部分,并煽动他们手下作为臣民的周边居民(庇里阿科人)起义。
τότε μὲν δὴ παρὰ οὐδετέρων πολεμησάντων ὅμως μνήμης ἄξιον πραχθῆναί φασιν οὐδέν·
据说在当时,虽然双方进行了战争,但没有发生任何值得纪念的事情。
§3.2.4τοὺς δὲ ἐφεξῆς βασιλεύσαντας τῆς οἰκίας ταύτης Δόρυσσον τὸν Λαβώτα καὶ Ἀγησίλαον Δορύσσου διʼ ὀλίγου σφᾶς τὸ χρεὼν ἐπέλαβεν ἀμφοτέρους.
然而,该家族随后的统治者,即拉波塔斯之子多律索斯和多律索斯之子阿盖西莱乌斯,在不久之后,死期 ¦0 便降临到了他们两人身上。
ἔθηκε δὲ καὶ Λυκοῦργος Λακεδαιμονίοις τοὺς νόμους ἐπὶ τῆς Ἀγησιλάου βασιλείας· θεῖναι δὲ αὐτὸν λέγουσιν οἱ μὲν παρὰ τῆς Πυθίας διδαχθέντα ὑπὲρ αὐτῶν, οἱ δὲ ὡς Κρητικὰ ὄντα νόμιμα ἐπαγάγοιτο.
在阿盖西莱乌斯统治期间,吕库古也为拉克代蒙人制定了法律;有人说,他是根据皮媞亚关于这些法律的教导而制定的,也有人说,他是作为克里特人的风俗引进的。
τούτους δὲ οἱ Κρῆτες τοὺς νόμους τεθῆναί σφισιν ὑπὸ Μίνω λέγουσι, βουλεύσασθαι δὲ ὑπὲρ τῶν νόμων οὐκ ἄνευ θεοῦ τὸν Μίνω.
克里特人说,这些法律是由米诺斯为他们制定的,而米诺斯在考虑这些法律时并非没有神明的参与。
ᾐνίξατο δὲ καὶ Ὅμηρος ἐμοὶ δοκεῖν περὶ τοῦ Μίνω τῆς νομοθεσίας ἐν τοῖσδε τοῖς ἔπεσι· "
τῇσι δʼ ἐνὶ Κνωσσός, μεγάλη πόλις, ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής. "
在我看来,荷马也在以下诗行中暗指了米诺斯的立法: "在他们之中有克诺索斯,一座大城,在那里米诺斯执政九年,是伟大的宙斯的密友。
§3.2.5Λυκούργου μὲν οὖν καὶ ἐν τοῖς ἔπειτα τοῦ λόγου ποιήσομαι μνήμην· Ἀγησιλάου δὲ παῖς ἐγένετο Ἀρχέλαος.
"因此,关于吕库古,我将在随后的叙述中再次提及;而阿盖西莱乌斯的儿子是阿耳刻拉奥斯。
ἐπὶ τούτου Λακεδαιμόνιοι πολέμῳ κρατήσαντες πόλιν τῶν περιοικίδων ἠνδραποδίσαντο Αἴγυν, ὑποπτεύσαντες ὡς οἱ Αἰγῦται φρονοῦσι τὰ Ἀρκάδων.
在他的时代,拉克代蒙人在战争中获胜,奴役了周边城镇之一的埃吉斯,因为他们怀疑埃吉斯人同情阿卡迪亚人。
Χαρίλαος δὲ ὁ τῆς ἑτέρας οἰκίας βασιλεὺς συνεξεῖλε μὲν καὶ Ἀρχελάῳ τὴν Αἴγυν, ὁπόσα δὲ καὶ ἰδίᾳ Λακεδαιμονίων αὐτὸς ἔδρασεν ἡγούμενος, μνήμην καὶ τῶνδε ποιησόμεθα ὁμοῦ τῷ λόγῳ μεταβάντι ἐς τοὺς Εὐρυπωντίδας καλουμένους.
另一个家族的国王哈里拉奥斯也曾与阿耳刻拉奥斯共同攻取了埃吉斯,但至于他自己独自率领拉克代蒙人所做的事情,我们将在叙述转向被称为欧里庞提代的人们时一并予以提及。
§3.2.6Ἀρχελάου δὲ ἦν Τήλεκλος· ἐπὶ τούτου πόλεις Λακεδαιμόνιοι τῶν περιοικίδων πολέμῳ κρατήσαντες ἐξεῖλον Ἀμύκλας καὶ Φᾶριν καὶ Γεράνθρας, ἐχόντων ἔτι Ἀχαιῶν.
阿耳刻拉奥斯的儿子是泰莱克罗斯;在他的时代,拉克代蒙人在战争中获胜,攻取了周边城镇中仍由阿开亚人控制的阿米克莱、法里斯和格兰特拉斯。
τούτων Φαρῖται καὶ Γερανθρᾶται τὴν ἔφοδον τῶν Δωριέων καταπλαγέντες ἀπελθεῖν ἐκ Πελοποννήσου συγχωροῦνται ὑπόσπονδοι· τοὺς δὲ Ἀμυκλαιεῖς οὐκ ἐξ ἐπιδρομῆς ἐκβάλλουσιν, ἀλλὰ ἀντισχόντας τε ἐπὶ πολὺ τῷ πολέμῳ καὶ ἔργα οὐκ ἄδοξα ἐπιδειξαμένους.
在这些城镇中,法里斯人和格兰特拉斯人被多利斯人的侵袭所吓倒,被允许根据协约撤离伯罗奔尼撒;但他们并不是通过突然的袭击驱逐阿米克莱人的,而是在后者于战争中坚持了很久并展现了并非无名的功绩之后才做到的。
δηλοῦσι δὲ καὶ οἱ Δωριεῖς τρόπαιον ἐπὶ τοῖς Ἀμυκλαιεῦσιν ἀναστήσαντες, ὡς ἐν τῷ τότε λόγου μάλιστα ἄξιον τοῦτο ὑπάρξαν σφίσιν.
多利斯人在阿米克莱人遗址上立起凯旋碑也表明了这一点,因为这在当时对他们而言是最值得提及的事情。
οὐ πολλῷ δὲ ὕστερον τούτων ἀπέθανεν ὑπὸ Μεσσηνίων Τήλεκλος ἐν Ἀρτέμιδος ἱερῷ· τὸ δὲ ἱερὸν τοῦτο ἐν μεθορίῳ τῆς τε Λακωνικῆς καὶ τῆς Μεσσηνίας ἐπεποίητο ἐν χωρίῳ καλουμένῳ Λίμναις.
在这些事件后不久,泰莱克罗斯在阿耳忒弥斯神庙中被麦塞尼亚人杀害;这座神庙建在拉科尼亚和麦塞尼亚的交界处,一个被称为利姆奈的地方。
§3.2.7Τηλέκλου δὲ ἀποθανόντος Ἀλκαμένης ἔσχεν ὁ Τηλέκλου τὴν ἀρχήν· καὶ Λακεδαιμόνιοι πέμπουσιν ἐς Κρήτην Χαρμίδαν τὸν Εὔθυος, ἄνδρα ἐν Σπάρτῃ τῶν δοκίμων, στάσεις τε καταπαύσοντα τοῖς Κρησὶ καὶ τὰ πολίσματα, ὁπόσα ἦν ἀπωτέρω θαλάσσης καὶ ἄλλως ἀσθενῆ, ταῦτα μὲν τοὺς Κρῆτας πείσοντα ἐκλιπεῖν, τὰ δὲ ἐν ἐπικαίρῳ τοῦ παράπλου συνοικιοῦντα ἀντʼ αὐτῶν.
泰莱克罗斯去世后,泰莱克罗斯之子阿尔卡梅内斯继承了王权;拉克代蒙人派遣斯巴达显贵之一、埃乌提斯之子哈耳米达斯前往克里特,既为了平息克里特人的内讧,也为了说服克里特人放弃那些远离海洋且在其他方面都很脆弱的小城镇,并作为替代,将他们共同安置在沿海航线上有利的地点。
ἀνέστησαν δὲ καὶ Ἕλος ἐπὶ θαλάσσῃ πόλισμα Ἀχαιῶν ἐχόντων καὶ Ἀργείους τοῖς εἵλωσιν ἀμύναντας μάχῃ νικῶσιν.
他们还摧毁了由阿开亚人控制的海滨城镇赫洛斯,并在战斗中击败了前来援助希洛特人的阿耳戈斯人。