Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.1.1-3.1.9

初期のラコニア王統と二重王権の起源

102 / 465 箇所 · ギリシア語

要旨

ラコニア地方の歴史的起源と王統の系譜について、初代レレクスからエウロタス、ラケダイモン、テュンダレオスまでを述べ、ヘラクレイダイの帰還による二重王権の成立、テラへの植民活動、そして二つの王家を個別に記述する方針を説明する。

§3.1.1μετὰ δὲ τοὺς Ἑρμᾶς ἐστιν ἤδη Λακωνικὴ τὰ πρὸς ἑσπέρας.
ヘルメス柱ののちは、すでに西側はラコニア地方である。
ὡς δὲ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτου Λέλεγες ὧν ἦρχεν ὠνομάσθησαν.
ラケダイモン人自身が語るに、先住の人であるレレクスがこの地で最初に王となり、彼から、彼が支配した人々がレレゲス人と名付けられた。
Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτερος Πολυκάων.
レレクスにはミュレスと、それより若いポリカオンが生まれた。
Πολυκάων μὲν δὴ ὅποι καὶ διʼ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθι δηλώσω·
ポリカオンがどこへ、そしていかなる理由で去ったかについては、別の場所で明らかにしよう。
Μύλητος δὲ τελευτήσαντος παρέλαβεν ὁ παῖς Εὐρώτας τὴν ἀρχήν.
ミュレスが死ぬと、その子エウロタスが王権を引き継いだ。
οὗτος τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῷ πεδίῳ διώρυγι κατήγαγεν ἐπὶ θάλασσαν, ἀπορρυέντος δὲ—ἦν γὰν δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα— ὠνόμασεν Εὐρώταν.
彼は平野に淀んでいた水を運河によって海へと導き、水が流れ去ったあと――残されたものは川の流れであったのだが――それをエウロタスと名付けた。
§3.1.2ἅτε δὲ οὐκ ὄντων· αὐτῷ παίδων ἀρρένων βασιλεύειν καταλείπει Λακεδαίμονα, μητρὸς μὲν Ταϋγέτης ὄντα, ἀφʼ ἧς καὶ τὸ ὄρος ὠνομάσθη, ἐς Δία δὲ πατέρα ἀνήκοντα κατὰ τὴν φήμην·
彼には男子がいなかったので、ラケダイモンに王位を譲り渡した。 この者は母がタユゲテであり、彼女にちなんで山も名付けられたのだが、伝承によれば父はゼウスに遡るという。
συνῴκει δὲ ὁ Λακεδαίμων Σπάρτῃ θυγατρὶ τοῦ Εὐρώτα.
ラケダイモンはエウロタスの娘スパルタと結婚していた。
τότε δὲ ὡς ἔσχε τὴν ἀρχήν, πρῶτα μὲν τῇ χώρᾳ καὶ τοῖς ἀνθρώποις μετέθετο ἀφʼ αὑτοῦ τὰ ὀνόματα, μετὰ δὲ τοῦτο ᾤκισέ τε καὶ ὠνόμασεν ἀπὸ τῆς γυναικὸς πόλιν, ἣ Σπάρτη καλεῖται καὶ ἐς ἡμᾶς.
そしてそのとき、彼が王権を手に入れると、まず第一にその土地と人々に自分にちなんだ名前へと変更し、そののち、妻にちなんで都市を創建し名付けたが、それは私たちの時代にもスパルタと呼ばれている。
§3.1.3Ἀμύκλας δὲ ὁ Λακεδαίμονος, βουλόμενος ὑπολιπέσθαι τι καὶ αὐτὸς ἐς μνήμην, πόλισμα ἔκτισεν ἐν τῇ Λακωνικῇ.
ラケダイモンの子アミュクラスは、自らも記憶に何かを残したいと望み、ラコニア地方に小さな町を創建した。
γενομένων δέ οἱ παίδων Ὑάκινθον μὲν νεώτατον ὄντα καὶ τὸ εἶδος κάλλιστον κατέλαβεν ἡ πεπρωμένη πρότερον τοῦ πατρός, καὶ Ὑακίνθου μνῆμά ἐστιν ἐν Ἀμύκλαις ὑπὸ τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος.
彼に子供たちが生まれたが、最も若く、容姿が最も美しかったヒュアキントスは、父親よりも先に運命に捕らえられた。 そしてヒュアキントスの墓は、アミュクライのアポロン像の下にある。
ἀποθανόντος δὲ Ἀμύκλα ἐς Ἄργαλον τὸν πρεσβύτατον τῶν Ἀμύκλα παίδων καὶ ὕστερον ἐς Κυνόρταν Ἀργάλου τελευτήσαντος ἀφίκετο ἡ ἀρχή.
アミュクラスが死ぬと、アミュクラスの子らのうち最年長であったアルガロスへ、のちにアルガロスが死ぬとクノルタスへと王権が移った。
§3.1.4Κυνόρτα δὲ ἐγένετο Οἴβαλος.
クノルタスにはオイバロスが生まれた。
οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους καὶ παῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει καὶ κατὰ πρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν.
彼はアルゴス出身のペルセウスの娘ゴルゴポネを妻とし、その子としてテュンダレオスを得たが、彼に対してヒッポコオンが王権をめぐって争い、年長であることを理由に支配権を要求した。
προσλαβὼν δὲ Ἰκάριον καὶ τοὺς στασιώτας παρὰ πολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα, ὡς μὲν Λακεδαιμόνιοί φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν λόγος Τυνδάρεων φεύγοντα ἐλθεῖν ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρους ἀδελφὸν Τυνδάρεω πρὸς μητρός·
彼はイカリオスと徒党の者たちを味方に引き入れると、力においてテュンダレオスをはるかに凌駕し、恐れて退去させた。 ラケダイモン人たちが言うには、ペラナへと(退去したとのことである)。 一方、メッセニア人たちの彼に関する伝承では、亡命したテュンダレオスはメッセニアのアパレウスのもとへ赴き、アパレウスはペリエレスの子で、母親を通じてテュンダレオスの兄弟であったという。
καὶ οἰκῆσαί τε αὐτὸν τῆς Μεσσηνίας φασὶν ἐν Θαλάμαις καὶ τοὺς παῖδας ἐνταῦθα οἰκοῦντι αὐτῷ γενέσθαι.
そして彼はメッセニアのタラマイに住み、そこに住んでいる間に子供たちが生まれたのだと彼らは言っている。
§3.1.5χρόνῳ δὲ ὕστερον κατῆλθέ τε ὑπὸ Ἡρακλέους Τυνδάρεως καὶ ἀνενεώσατο τὴν ἀρχὴν·
のちに時間が経つと、テュンダレオスはヘラクレスによって帰還させられ、王権を回復した。
ἐβασίλευσαν δὲ καὶ οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος ὁ Ἀτρέως Τυνδάρεω γαμβρὸς ὢν Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν.
そしてテュンダレオスの子供たちも、またアトレウスの子でテュンダレオスの婿であったメネラオスも、メネラオスの娘ヘルミオネと結婚したオレステスも王として支配した。
κατελθόντων δὲ Ἡρακλειδῶν ἐπὶ Τισαμενοῦ τοῦ Ὀρέστου βασιλεύοντος, Μεσσήνη μὲν καὶ Ἄργος ἑκατέρα μοῖρα Τήμενον, ἡ δὲ Κρεσφόντην ἔσχεν ἄρχοντας·
オレステスの子ティサメノスが王であったときにヘラクレイダイが帰還すると、メッセニアとアルゴスは、一方はテメノスを、他方はクレスポンテスを支配者として得た。
ἐν Λακεδαίμονι δὲ ὄντων διδύμων τῶν Ἀριστοδήμου παίδων οἰκίαι δύο βασίλειαι γίνονται·
ラケダイモンでは、アリストデモスの子らが双子であったため、二つの王家が生じることになった。
§3.1.6συναρέσαι γὰρ τῇ Πυθίᾳ φασίν.
ピュティアもそのことに同意したのだと彼らは言っている。
Ἀριστοδήμῳ δὲ αὐτῷ πρότερον τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐν Δελφοῖς πρὶν ἢ Δωριέας κατελθεῖν ἐς Πελοπόννησον.
アリストデモス自身は、ドリス人がペロポネソスに帰還する前に、デルポイで死を迎えたと言われている。
οἱ μὲν δὴ ἀποσεμνύνοντες τὰ ἐς αὐτὸν τοξευθῆναι λέγουσιν Ἀριστόδημον ὑπὸ Ἀπόλλωνος, ὅτι οὐκ ἀφίκοιτο ἐπὶ τὸ μαντεῖον, παρὰ δὲ Ἡρακλέους ἐντυχόντος οἱ πρότερον πύθοιτο ὡς ἐς Πελοπόννησον Δωριεῦσι γενήσεται ἥδε ἡ κάθοδος·
彼に関する出来事を神聖視する人々は、アリストデモスが神託所に赴かなかったためにアポロンによって射殺されたのだと言う。 しかしそれより前に、出会ったヘラクレスから、ドリス人のペロポネソスへの帰還がどのように実現するかを聞き出していたからだという。
ὁ δὲ ἀληθέστερος ἔχει λόγος Πυλάδου τοὺς παῖδας καὶ Ἠλέκτρας, ἀνεψιοὺς ὄντας Τισαμενῷ τῷ Ὀρέστου, φονεῦσαι τὸν Ἀριστόδημον.
しかし、より真実に近い伝承では、オレステスの子ティサメノスの従兄弟にあたる、ピュラデスとエレクトラの子らがアリストデモスを殺害したとされている。
§3.1.7ὀνόματα μὲν δὴ τοῖς παισὶν αὐτοῦ Προκλῆς καὶ Εὐρυσθένης ἐτέθη, δίδυμοι δὲ ὄντες διάφοροι τὰ μάλιστα ἦσαν.
彼の子供たちにはプロクレスとエウリュステネスという名前がつけられたが、双子でありながら、きわめて対立し合っていた。
προεληλυθότες δὲ ἐπὶ μέγα ἀπεχθείας ὅμως ἐν κοινῷ Θήρᾳ τῷ Αὐτεσίωνος, ἀδελφῷ τῆς μητρὸς σφῶν ὄντι Ἀργείας, ἐπιτροπεύσαντι δὲ καὶ αὐτῶν, συνήραντο ἐς ἀποικίαν.
しかし彼らはきわめて大きな敵意にまで達していたものの、共同して、彼らの母アルゲイアの兄弟であり、彼らの後見人でもあったアウテシオンの子テラが植民を行うのを助けた。
τὴν δὲ ἀποικίαν ὁ Θήρας ἔστελλεν ἐς τὴν νῆσον τὴν τότε ὀνομαζομένην Καλλίστην, τοὺς ἀπογόνους οἱ τοῦ Μεμβλιάρου παραχωρήσεσθαι τῆς βασιλείας ἐλπίζων ἑκόντας, ὅπερ οὖν καὶ ἐποίησαν
テラはその植民地を、当時はカリステと呼ばれていた島へと送り出そうとしていた。 メンブリアロスの末裔たちが、自ら進んで王位を彼に譲るだろうと期待していたのだが、実際に彼らはその通りにした。
§3.1.8λαβόντες λογισμὸν ὅτι Θήρᾳ μὲν ἐς αὐτὸν ἀνῄει Κάδμον τὸ γένος, οἱ δὲ ἦσαν ἀπόγονοι Μεμβλιάρου·
テラの系統はカドモス自身に遡る一方、彼らはメンブリアロスの末裔であったという考慮をしたからである。
Μεμβλίαρον δὲ ἄνδρα ὄντα τοῦ δήμου Κάδμος ἐν τῇ νήσῳ κατέλιπεν ἡγεμόνα εἶναι τῶν ἐποίκων.
カドモスは一般の民の一人であったメンブリアロスを、入植者たちの指導者とするために島に残したのだった。
καὶ Θήρας μὲν τῇ τε νήσῳ μετέβαλεν ἀφʼ ἑαυτοῦ τὸ ὄνομα καί οἱ καὶ νῦν ἔτι οἱ Θηραῖοι κατὰ ἔτος ἐναγίζουσιν ὡς οἰκιστῇ·
そしてテラは島の名を自分にちなんで変更し、今日でもなおテラの人々は毎年彼に、創建者として犠牲を捧げている。
Προκλεῖ δὲ καὶ Εὐρυσθένει μέχρι μὲν τῆς προθυμίας τῆς ἐς τὸν Θήραν ἐς τὸ αὐτὸ συνῆλθον αἱ γνῶμαι, τὰ δὲ λοιπὰ διειστήκει σφίσιν ἐπὶ παντὶ τὰ βουλεύματα.
プロクレスとエウリュステネスについては、テラに対する熱意の点までは彼らの意見は一致していたものの、それ以外のすべての事柄において、彼らの計画は対立していた。
§3.1.9οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον·
それに、仮に彼らが一致していたとしても、彼らの子孫たちを共通の系図にまとめることはできなかっただろう。
οὐ γάρ τι τὰ πάντα ἐς τὸ αὐτὸ συνεληλύθασιν ἡλικίας, ὡς ἀνεψιόν τε ἀνεψιῷ καὶ ἀνεψιῶν παῖδας, ὡσαύτως δὲ καὶ τοὺς κατωτέρω κατὰ ἀριθμὸν τυχεῖν ἀλλήλοις γεγονότας τὸν ἴσον.
というのも、世代がすべて一致するわけではなく、従兄弟同士や従兄弟の子ら、同様にそのさらに下代のものたちが、互いに同じ世代数に生まれることはないからである。
ἑκατέραν οὖν τὴν οἰκίαν ἐπέξειμι αὐτῶν ἰδίως καὶ οὐκ ἀμφοτέρας ἅμα ἐς τὸ αὐτὸ ἀναμίξας.
したがって、私は彼らの両家をそれぞれ個別に扱い、両者を同じ場所に混ぜ合わせることはしない。

語釈・文法注

  1. 3.1.1ἀπορρυέντος δὲ—ἦν γὰρ δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα— ὠνόμασεν Εὐρώταν — 動詞 ὠνόμασεν(名付けた)の主語は、文脈上、直前の文の主語であるエウロタス(ὁ παῖς Εὐρώτας)である。対格の Εὐρώταν(エウロタス)は自らの名前を川に与えたことを意味する。삽입句(ἦν γὰρ...)の中の τὸ ὑπόλοιπον は「(水が引いたあとに)残された部分」を意味し、それが川の流れ(ποταμοῦ ῥεῦμα)となったことを説明している。
  2. 3.1.5Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν — 分詞 συνοικῶν(同居している、結婚している)は、動詞 ἐβασίλευσαν の主語の列挙(οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος... Ὀρέστης τε)の一部に係っているが、これ自体には主動詞がなく、緩やかな文法構造(anacoluthon)を示している。全体として「結婚していたオレステスもまた(支配した)」という意味を補って訳すのが自然である。
  3. 3.1.9οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον — ὁμονοησάντων は条件(「もし彼らが一致していたとしても」)を表す属格絶対(主語は αὐτῶν すなわちプロクレスとエウリュステネスが省略されている)。主節は ἔμελλον + 不定詞(ὑπάξειν)に小辞 ἂν が伴うことで、過去の反実仮想(「〜できなかっただろう、〜する見込みはなかっただろう」)を表している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.1.1-3.1.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.1.1-3.1.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。