Humanitext Reader

パウサニアス · ギリシア案内記 §3.17.1-3.17.9

アテナ・カルキオイコスの神殿と将軍パウサニアス

124 / 465 箇所 · ギリシア語

要旨

著者はスパルタのアクロポリスにあるアテナ・カルキオイコスの聖所の由来と装飾を説明し、周辺の聖所やモニュメント、そしてプラタイアの将軍パウサニアスが引き起こした殺人の穢れと彼の最期をめぐる逸話を紹介する。

§3.17.1οὐ πόρρω δὲ τῆς Ὀρθίας ἐστὶν Εἰλειθυίας ἱερόν·
オルティアの聖所の近くには、エイレイテュイアの聖所がある。
οἰκοδομῆσαι δέ φασιν αὐτὸ καὶ Εἰλείθυιαν νομίσαι θεὸν γενομένου σφίσιν ἐκ Δελφῶν μαντεύματος.
スパルタ人は、デルポイから下った神託によって、この聖所を建設し、エイレイテュイアを女神と認めるようになったのだと言っている。
Λακεδαιμονίοις δὲ ἀκρόπολις μὲν ἐς ὕψος περιφανὲς ἐξίσχουσα οὐκ ἔστι, καθὰ δὴ Θηβαίοις τε ἡ Καδμεία καὶ ἡ Λάρισα Ἀργείοις·
スパルタ人には、テーバイ人にとってのカドメイアやアルゴス人にとってのラリサのように、ひときわ高いところへ突き出たアクロポリス(城砦)はない。
ὄντων δὲ ἐν τῇ πόλει λόφων καὶ ἄλλων, τὸ μάλιστα ἐς μετέωρον ἀνῆκον ὀνομάζουσιν ἀκρόπολιν.
しかし、市内にはいくつかの丘があり、その中で最も高いところまでそびえている丘を、彼らはアクロポリスと呼んでいる。
§3.17.2ἐνταῦθα Ἀθηνᾶς ἱερὸν πεποίηται Πολιούχου καλουμένης καὶ Χαλκιοίκου τῆς αὐτῆς.
そこには、ポリウコス(都市の守護者)と呼ばれ、また同じくカルキオイコス(青銅の家)とも呼ばれるアテナの聖所が作られている。
τοῦ δὲ ἱεροῦ τῆς κατασκευῆς Τυνδάρεως καθὰ λέγουσιν ἤρξατο·
この聖所の建設は、人々の言うところではテュンダレオスが着手した。
ἀποθανόντος δὲ ἐκείνου δεύτερα οἱ παῖδες ἐξεργάσασθαι τὸ οἰκοδόμημα ἤθελον, ἀφορμὴ δέ σφισιν ἔμελλε τὰ ἐξ Ἀφιδναίων ἔσεσθαι λάφυρα.
彼が亡くなると、次にその息子たちがその建物を完成させようとし、そのための資金はアピドナイから得た戦利品となるはずであった。
προαπολιπόντων δὲ καὶ τούτων, Λακεδαιμόνιοι πολλοῖς ἔτεσιν ὕστερον τόν τε ναὸν ὁμοίως καὶ τὸ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς χαλκοῦν·
しかし彼らも完成させる前に世を去り、多くの年月ののち、スパルタ人が同様にして、神殿とアテナの青銅の神像を作った。
Γιτιάδας δὲ εἰργάσατο ἀνὴρ ἐπιχώριος.
これを作ったのは地元の男ギティアダスであった。
ἐποίησε δὲ καὶ ᾄσματα Δώρια ὁ Γιτιάδας ἄλλα τε καὶ ὕμνον ἐς τὴν θεόν.
ギティアダスはドリス方言の詩もいくつか作り、その中にはこの女神への賛歌もあった。
§3.17.3ἐπείργασται δὲ τῷ χαλκῷ πολλὰ μὲν τῶν ἄθλων Ἡρακλέους, πολλὰ δὲ καὶ ὧν ἐθελοντὴς κατώρθωσε, Τυνδάρεω δὲ τῶν παίδων ἄλλα τε καὶ ἡ τῶν Λευκίππου θυγατέρων ἁρπαγή·
その青銅には、ヘラクレスの功業の多くや、彼が自発的に成し遂げた多くのことが浮き彫りにされており、またテュンダレオスの息子たちの事績、とりわけレウキッポスの娘たちの略奪なども描かれている。
καὶ Ἥφαιστος τὴν μητέρα ἐστὶν ἀπολύων τῶν δεσμῶν.
またヘパイストスが母親を縛り目から解放する場面もある。
ἐδήλωσα δὲ καὶ ταῦτα, ὁποῖα λέγεται, πρότερον ἔτι ἐν τῇ Ἀτθίδι συγγραφῇ.
これらについては、どのように語られているかを、すでに以前『アッティカ記』の中で明らかにしておいた。
Περσεῖ δʼ ἐς Λιβύην καὶ ἐπὶ Μέδουσαν ὡρμημένῳ διδοῦσαι νύμφαι δῶρά εἰσι κυνῆν καὶ τὰ ὑποδήματα, ὑφʼ ὧν οἰσθήσεσθαι διὰ τοῦ ἀέρος ἔμελλεν.
また、リビュアへと、そしてメドゥーサのところへと向かったペルセウスに、ニンフたちが兜と、それによって空中を運ばれることになる靴を贈り物として与えている場面もある。
ἐπείργασται δὲ καὶ τὰ ἐς τὴν Ἀθηνᾶς γένεσιν καὶ Ἀμφιτρίτη καὶ Ποσειδῶν, ἃ δὴ μέγιστα καὶ μάλιστα ἦν ἐμοὶ δοκεῖν θέας ἄξια.
さらにアテナの誕生に関する場面や、アムピトリテとポセイドンも浮き彫りにされており、これらは最も大きく、私の見るところ、最も見ごたえのあるものであった。
§3.17.4ἔστι δὲ καὶ ἕτερον αὐτόθι Ἀθηνᾶς Ἐργάνης ἱερόν.
また、そこにはアテナ・エルガネ(技術の守護者)の別の聖所もある。
ἐς δὲ τὴν πρὸς μεσημβρίαν ἰόντι στοὰν Κοσμητᾶ τε ἐπίκλησιν Διὸς ναὸς καὶ Τυνδάρεω πρὸ αὐτοῦ μνῆμά ἐστιν·
南に向かうと柱廊があり、そこにはコスメタス(秩序をもたらす者)という呼び名のゼウスの神殿があり、その前にはテュンダレオスの墓がある。
ἡ δὲ πρὸς δυσμὰς ἔχει τῶν στοῶν ἀετούς τε δύο τοὺς ὄρνιθας καὶ ἴσας ἐπʼ αὐτοῖς Νίκας, Λυσάνδρου μὲν ἀνάθημα, τῶν δὲ ἔργων ὑπόμνημα ἀμφοτέρων, τοῦ τε περὶ Ἔφεσον, ὅτε Ἀντίοχον τὸν Ἀλκιβιάδου κυβερνήτην καὶ Ἀθηναίων τριήρεις ἐνίκησε, καὶ ὕστερον ἐν Αἰγὸς ποταμοῖς καθεῖλεν Ἀθηναίων τὸ ναυτικόν.
西側の柱廊には、2羽の鳥である鷲と、その上の同数のニケ(勝利の女神)の像があり、これらはリュサンドロスの奉納物であって、彼の2つの功績、すなわち、アルキビアデスの舵手アンティオコスとアテナイの三段櫂船を破ったエペソス近郊の戦いと、のちにアイゴスポタモイでアテナイの海軍を壊滅させた戦いの記念碑である。
§3.17.5ἐν ἀριστερᾷ δὲ τῆς Χαλκιοίκου Μουσῶν ἱδρύσαντο ἱερόν, ὅτι οἱ Λακεδαιμόνιοι τὰς ἐξόδους ἐπὶ τὰς μάχας οὐ μετὰ σαλπίγγων ἐποιοῦντο ἀλλὰ πρός τε αὐλῶν μέλη καὶ ὑπὸ λύρας καὶ κιθάρας κρούσμασιν.
カルキオイコスの左手には、人々がムーサイの聖所を建立した。 それは、スパルタ人が戦闘への出撃をラッパの音に合わせて行うのではなく、笛の調べや竪琴、キタラの撥音に合わせて行っていたからである。
ὄπισθεν δὲ τῆς Χαλκιοίκου ναός ἐστιν Ἀφροδίτης Ἀρείας·
カルキオイコスの背後には、アプロディテ・アレイア(軍神アプロディテ)の神殿がある。
τὰ δὲ ξόανα ἀρχαῖα εἴπερ τι ἄλλο ἐν Ἕλλησιν.
その木像は、ギリシア人の間にある他のどんなものと比べても古いものである。
§3.17.6τῆς Χαλκιοίκου δὲ ἐν δεξιᾷ Διὸς ἄγαλμα Ὑπάτου πεποίηται, παλαιότατον πάντων ὁπόσα ἐστὶ χαλκοῦ·
カルキオイコスの右手には、ゼウス・ヒュパトス(最高神ゼウス)の神像が作られており、これは青銅で作られたすべてのもののうちで最も古い。
διʼ ὅλου γὰρ οὐκ ἔστιν εἰργασμένον, ἐληλασμένου δὲ ἰδίᾳ τῶν μερῶν καθʼ αὑτὸ ἑκάστου συνήρμοσταί τε πρὸς ἄλληλα καὶ ἧλοι συνέχουσιν αὐτὰ μὴ διαλυθῆναι.
なぜなら、全体が一体として作られているのではなく、それぞれの部分が個別に鍛造され、それらが互いに接合されて、バラバラにならないように鋲で留められているからである。
Κλέαρχον δὲ ἄνδρα Ῥηγῖνον τὸ ἄγαλμα ποιῆσαι λέγουσιν, ὃν Διποίνου καὶ Σκύλλιδος, οἱ δὲ αὐτοῦ Δαιδάλου φασὶν εἶναι μαθητήν.
人々は、この神像を作ったのはレギオンの男クレアルコスであると言っており、彼はディポイノスとスキュリスの弟子であったとも、あるいはデダロス自身の弟子であったとも言われている。
πρὸς δὲ τῷ Σκηνώματι ὀνομαζομένῳ γυναικός ἐστιν εἰκών, Λακεδαιμόνιοι δὲ Εὐρυλεωνίδα λέγουσιν εἶναι·
スケノーマ(天幕)と呼ばれる場所の近くには、一人の女性の像があり、スパルタ人はこれがエウリュレオーニダであると言っている。
νίκην δὲ ἵππων συνωρίδι ἀνείλετο Ὀλυμπικήν.
彼女はオリンピア競技の二頭立て馬車レースで勝利を収めた。
§3.17.7παρὰ δὲ τῆς Χαλκιοίκου τὸν βωμὸν ἑστήκασι δύο εἰκόνες Παυσανίου τοῦ περὶ Πλάταιαν ἡγησαμένου.
カルキオイコスの祭壇のそばには、プラタイアで指揮を執ったパウサニアスの2つの像が立っている。
τὰ δὲ ἐς αὐτὸν ὁποῖα ἐγένετο εἰδόσιν οὐ διηγήσομαι·
彼にどのようなことが起きたかについては、すでに知っている人々に対しては語るまい。
τὰ γὰρ τοῖς πρότερον συγγραφέντα ἐπʼ ἀκριβὲς ἀποχρῶντα ἦν·
なぜなら、先人たちによって書かれたものが、正確さにおいて十分であったからである。
ἐπεξελθεῖν δέ σφισιν ἀρκέσομαι.
私は彼らがさらに書き足したことに留めよう。
ἤκουσα δὲ ἀνδρὸς Βυζαντίου Παυσανίαν φωραθῆναί τε ἐφʼ οἷς ἐβουλεύετο καὶ μόνον τῶν ἱκετευσάντων τὴν Χαλκίοικον ἁμαρτεῖν ἀδείας κατʼ ἄλλο μὲν οὐδέν, φόνου δὲ ἄγος ἐκνίψασθαι μὴ δυνηθέντα.
私はビュザンティオンの男から聞いたのだが、パウサニアスは自分の企てが露見した時、カルキオイコスに嘆願した者たちの中で唯一、安全の保証を得られなかった。 それは他でもなく、殺人の汚れを洗い流すことができなかったためである。
§3.17.8ὡς γὰρ δὴ διέτριβε περὶ Ἑλλήσποντον ναυσὶ τῶν τε ἄλλων Ἑλλήνων καὶ αὐτῶν Λακεδαιμονίων, παρθένου Βυζαντίας ἐπεθύμησε·
というのも、彼がヘレスポントス周辺で、他のギリシア人やスパルタ人自身の船とともに滞在していた際、ビュザンティオンの乙女に執着した。
καὶ αὐτίκα νυκτὸς ἀρχομένης τὴν Κλεονίκην—τοῦτο γὰρ ὄνομα ἦν τῇ κόρῃ—κομίζουσιν οἷς ἐπετέτακτο.
そして、夜が始まるやいなや、命令を受けた者たちがクレオニケ――これがその娘の名であった――を連れてきた。
ἐν τούτῳ δὲ ὑπνωμένον τὸν Παυσανίαν ἐπήγειρεν ὁ ψόφος·
そのとき眠っていたパウサニアスは、その音で目を覚ました。
ἰοῦσα γὰρ παρʼ αὐτὸν τὸν καιόμενον λύχνον κατέβαλεν ἄκουσα.
彼女は彼のところへ行く際、燃えている灯火を不注意から倒してしまったのである。
ἅτε δὲ ὁ Παυσανίας συνειδὼς αὑτῷ προδιδόντι τὴν Ἑλλάδα καὶ διʼ αὐτὸ ἐχόμενος ταραχῇ τε ἀεὶ καὶ δείματι, ἐξέστη καὶ τότε καὶ τὴν παῖδα τῷ ἀκινάκῃ παίει.
パウサニアスは、自分がギリシアを裏切ろうとしていることを自覚しており、それゆえに常に混乱と恐怖に囚われていたため、その時も取り乱し、その娘をアキナケス(短剣)で刺した。
§3.17.9τοῦτο τὸ ἄγος οὐκ ἐξεγένετο ἀποφυγεῖν Παυσανίᾳ, καθάρσια παντοῖα καὶ ἱκεσίας δεξαμένῳ Διὸς Φυξίου καὶ δὴ ἐς Φιγαλίαν ἐλθόντι τὴν Ἀρκάδων παρὰ τοὺς ψυχαγωγούς·
この汚れから、パウサニアスは逃れることができなかった。 彼は避難者の神ゼウス(プクシオス)のあらゆる浄めの儀式や覚悟、嘆願を受け入れ、さらにアルカディアのピガリアへと赴き、死者喚起術者(プシュカゴーゴイ)のところへ行った。
δίκην δὲ ἣν εἰκὸς ἦν Κλεονίκῃ τε ἀπέδωκε καὶ τῷ θεῷ.
そして彼は、クレオニケと神に対して、受けるべき当然の罰を支払った。
Λακεδαιμόνιοι δὲ ἐκτελοῦντες πρόσταγμα ἐκ Δελφῶν τάς τε εἰκόνας ἐποιήσαντο τὰς χαλκᾶς καὶ δαίμονα τιμῶσιν Ἐπιδώτην, τὸ ἐπὶ Παυσανίᾳ τοῦ Ἱκεσίου μήνιμα ἀποτρέπειν τὸν Ἐπιδώτην λέγοντες τοῦτον.
スパルタ人は、デルポイからの指示を果たすために、それらの青銅の像を作り、またエピドテス(慈悲を与える者)という神霊を祀っており、このエピドテスがパウサニアスの件によるイケシオス(嘆願者の守護神)の怒りを和らげているのだと言っている。

語釈・文法注

  1. 3.17.1νομίσαι θεὸν — 不定詞 νομίσαι は οἰκοδομῆσαι と並列で φασίν に係り、神託に基づいて「エイレイテュイアを神(女神)として認めた(崇拝するようになった)」ことを表す。
  2. 3.17.2ἀφορμὴ δέ σφισιν ἔμελλε τὰ ἐξ Ἀφιδναίων ἔσεσθαι λάφυρα — 構造は τὰ ἐξ Ἀφιδναίων λάφυρα が主語、ἔσεσθαι が ἔμελλε の補足不定詞、ἀφορμή が述語。「アピドナイからの戦利品が彼らのための資金(出発点)となるはずであった」という意味。
  3. 3.17.3ἃ δὴ μέγιστα καὶ μάλιστα ἦν ἐμοὶ δοκεῖν θέας ἄξια — ἐμοὶ δοκεῖν は絶対不定詞(「私の見るところ」「私に思われるには」)であり、全体として「これらは最も大きく、また私の見るところ最も見ごたえのあるものであった」となる。
  4. 3.17.6ἐληλασμένου δὲ ἰδίᾳ τῶν μερῶν καθʼ αὑτὸ ἑκάστου — 独立属格(genitive absolute)構文。τῶν μερῶν ἑκάστου が意味上の主語、ἐληλασμένου が分詞(属格単数で ἑκάστου に一致)で、「それぞれの部分が個々に鍛造され(叩き出され)」の意。
  5. 3.17.7μόνον τῶν ἱκετευσάντων τὴν Χαλκίοικον ἁμαρτεῖν ἀδείας — ἁμαρτεῖν(得損なう、失う)は属格 ἀδείας(安全、免責)を支配する。全体は ἤκουσα に続く間接話法の対格不定詞句で、「(パウサニアスが)カルキオイコスに避難した者たちの中で唯一、安全を得られなかったこと」を意味する。
  6. 3.17.8συνειδὼς αὑτῷ προδιδόντι τὴν Ἑλλάδα — σύνοιδα ἐμαυτῷ +分詞(与格)で「自分が〜していることを自覚している」という再帰的表現。ここでは「自分がギリシアを裏切っていることを自覚しており」となる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §3.17.1-3.17.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.17.1-3.17.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。