§3.16.6Λακεδαιμόνιοι δὲ καὶ Λυκούργῳ τῷ θεμένῳ τοὺς νόμους οἷα δὴ θεῷ πεποιήκασι καὶ τούτῳ ἱερόν.
スパルタ人は、法を制定したリュクルゴスに対しても、神に対するのと同様にして、彼のために聖所を作った。
τάφος δέ ἐστιν ὄπισθε μὲν τοῦ ναοῦ τῷ Λυκούργου παιδὶ Εὐκόσμῳ, πρὸς δὲ τῷ βωμῷ Λαθρίας καὶ Ἀναξάνδρας·
神殿の背後にはリュクルゴスの子エウコスモスの墓があり、祭壇の近くにはラトリアとアナクサンドラの墓がある。
αἱ δὲ αὐταί τε ἦσαν δίδυμοι καὶ ἐπὶ τούτῳ σφᾶς οἱ Ἀριστοδήμου παῖδες ἅτε ὄντες καὶ αὐτοὶ δίδυμοι λαμβάνουσι, θυγατέρες δὲ ἦσαν Θερσάνδρου τοῦ Ἀγαμηδίδα, βασιλεύοντος μὲν Κλεωναίων, τετάρτου δὲ ἀπογόνου Κτησίππου τοῦ Ἡρακλέους.
彼女たち自身は双子であり、それゆえアリストデモスの息子たちが、彼ら自身も双子であったために彼女たちを妻に迎えた。 彼女たちはヘラクレスの子クテシッポスの四代目の子孫であり、クレオナイの王であったアガメディダスの子テルサンドロスの娘たちであった。
τοῦ ναοῦ δὲ ἀπαντικρὺ μνῆμα Θεοπόμπου τοῦ Νικάνδρου, τὸ δὲ Εὐρυβιάδου Λακεδαιμονίων τριήρεσιν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντος πρὸς Μήδους, πλησίον δὲ Ἀστραβάκου καλούμενόν ἐστιν ἡρῷον.
神殿の正面にはニカンドロスの子テオポンポスの碑があり、またアルテミシオンとサラミスにおいてペルシア人に対する海戦でスパルタの三段櫂船を率いて戦ったエウリュビアデスの碑があり、その近くにはアストラバコスと呼ばれる英雄廟がある。
§3.16.7τὸ δὲ χωρίον τὸ ἐπονομαζόμενον Λιμναῖον Ὀρθίας ἱερόν ἐστιν Ἀρτέμιδος.
リムナイオンと名付けられた場所は、オルティア・アルテミスの聖所である。
τὸ ξόανον δὲ ἐκεῖνο εἶναι λέγουσιν ὅ ποτε Ὀρέστης καὶ Ἰφιγένεια ἐκ τῆς Ταυρικῆς ἐκκλέπτουσιν·
人々は、その木像はかつてオレステスとイピゲネイアがタウリカから盗み出したものであると言っている。
ἐς δὲ τὴν σφετέραν Λακεδαιμόνιοι κομισθῆναί φασιν Ὀρέστου καὶ ἐνταῦθα βασιλεύοντος.
そしてスパルタ人は、オレステスがこの地でも王であった時に、それが彼らの国へ運ばれたのだと言っている。
καί μοι εἰκότα λέγειν μᾶλλόν τι δοκοῦσιν ἢ Ἀθηναῖοι.
そして彼らはアテナイ人よりも幾分か筋の通ったことを言っていると私には思われる。
ποίῳ γὰρ δὴ λόγῳ κατέλιπεν ἂν ἐν Βραυρῶνι Ἰφιγένεια τὸ ἄγαλμα;
なぜなら、どのような理由でイピゲネイアがブラウロンにその神像を残したというのだろうか。
ἢ πῶς, ἡνίκα Ἀθηναῖοι τὴν χώραν ἐκλιπεῖν παρεσκευάζοντο, οὐκ ἐσέθεντο καὶ τοῦτο ἐς τὰς ναῦς;
あるいは、アテナイ人が国を立ち退く準備をしていた時に、なぜこれも船に載せなかったのだろうか。
§3.16.8καίτοι διαμεμένηκεν ἔτι καὶ νῦν τηλικοῦτο ὄνομα τῇ Ταυρικῇ θεῷ, ὥστε ἀμφισβητοῦσι μὲν Καππάδοκες καὶ οἱ τὸν Εὔξεινον οἰκοῦντες τὸ ἄγαλμα εἶναι παρὰ σφίσιν, ἀμφισβητοῦσι δὲ καὶ Λυδῶν οἷς ἐστιν Ἀρτέμιδος ἱερὸν Ἀναιίτιδος.
とはいえ、今なおタウリカの女神にはこれほど大きな名声が残っているため、カッパドキア人や黒海沿岸に住む人々はその神像が自分たちのところにあると主張しており、またアルテミス・アナイティスの聖所を持つリュディア人たちも同様に主張している。
Ἀθηναίοις δὲ ἄρα παρώφθη γενόμενον λάφυρον τῷ Μήδῳ·
しかしアテナイ人は、それがペルシア人の戦利品となるのを見過ごしてしまった。
τὸ γὰρ ἐκ Βραυρῶνος ἐκομίσθη τε ἐς Σοῦσα καὶ ὕστερον Σελεύκου δόντος Σύροι Λαοδικεῖς ἐφʼ ἡμῶν ἔχουσι.
というのも、ブラウロンからの神像はスサへと運ばれ、のちにセレウコスが与えたことによって、現代ではシリアのラオディケイア人が所有しているからである。
§3.16.9μαρτύρια δέ μοι καὶ τάδε, τὴν ἐν Λακεδαίμονι Ὀρθίαν τὸ ἐκ τῶν βαρβάρων εἶναι ξόανον·
ラケダイモン(スパルタ)のオルティアが野蛮人の地から来た木像であるということについて、私には以下のような証拠もある。
τοῦτο μὲν γὰρ Ἀστράβακος καὶ Ἀλώπεκος οἱ Ἴρβου τοῦ Ἀμφισθένους τοῦ Ἀμφικλέους τοῦ Ἄγιδος τὸ ἄγαλμα εὑρόντες αὐτίκα παρεφρόνησαν·
第一に、アギスの子アンプリクレスの子アンプリステネスの子イルボスの子であるアストラバコスとアロペコスがこの神像を見つけた時、彼らはただちに狂気へと陥ったこと。
τοῦτο δὲ οἱ Λιμνᾶται Σπαρτιατῶν καὶ Κυνοσουρεῖς καὶ οἱ ἐκ Μεσόας τε καὶ Πιτάνης θύοντες τῇ Ἀρτέμιδι ἐς διαφοράν, ἀπὸ δὲ αὐτῆς καὶ ἐς φόνους προήχθησαν, ἀποθανόντων δὲ ἐπὶ τῷ βωμῷ πολλῶν νόσος ἔφθειρε τοὺς λοιπούς.
第二に、スパルタ人のリムナイ(リムナタイ)の人々、キュノスラ(キュノスレイス)の人々、そしてメソアやピタネから来た人々が、アルテミスに犠牲を捧げていた時に不和に陥り、そこから殺し合いにまで至り、祭壇で多くの者が死んだため、残された人々をも疫病が滅ぼしたことである。
§3.16.10καί σφισιν ἐπὶ τούτῳ γίνεται λόγιον αἵματι ἀνθρώπων τὸν βωμὸν αἱμάσσειν·
そしてこのことのために彼らには、人間の血で祭壇を染めよという神託が下った。
θυομένου δὲ ὅντινα ὁ κλῆρος ἐπελάμβανε, Λυκοῦργος μετέβαλεν ἐς τὰς ἐπὶ τοῖς ἐφήβοις μάστιγας, ἐμπίπλαταί τε οὕτως ἀνθρώπων αἵματι ὁ βωμός.
くじに当たった者が犠牲に捧げられていたが、リュクルゴスはこれを青年たちに対する鞭打ちへと改めた。 こうして祭壇は人間の血で満たされるのである。
ἡ δὲ ἱέρεια τὸ ξόανον ἔχουσά σφισιν ἐφέστηκε·
そして巫女は、彼らのために木像を抱えてその場に立っている。
τὸ δέ ἐστιν ἄλλως μὲν κοῦφον ὑπὸ σμικρότητος, ἢν δὲ οἱ §3.16.11μαστιγοῦντές ποτε ὑποφειδόμενοι παίωσι κατὰ ἐφήβου κάλλος ἢ ἀξίωμα, τότε ἤδη τῇ γυναικὶ τὸ ξόανον γίνεται βαρὺ καὶ οὐκέτι εὔφορον, ἡ δὲ ἐν αἰτίᾳ τοὺς μαστιγοῦντας ποιεῖται καὶ πιέζεσθαι διʼ αὐτούς φησιν.
その木像は、小さいために普段は軽いのであるが、もし鞭打つ者たちが、青年の美しさや身分の高さに手加減をして叩くようなことがあれば、その時ただちに、女(巫女)にとって木像は重くなり、もはや持ちやすくてはいられなくなる。 そして彼女は鞭打つ者たちをとがめ、彼らのせいで重圧がかかっているのだと言う。
οὕτω τῷ ἀγάλματι ἀπὸ τῶν ἐν τῇ Ταυρικῇ θυσιῶν ἐμμεμένηκεν ἀνθρώπων αἵματι ἥδεσθαι·
このように、タウリカでの犠牲に由来して、人間の血を喜ぶ性質がその神像に残り続けている。
καλοῦσι δὲ οὐκ Ὀρθίαν μόνον ἀλλὰ καὶ Λυγοδέσμαν τὴν αὐτήν, ὅτι ἐν θάμνῳ λύγων εὑρέθη, περιειληθεῖσα δὲ ἡ λύγος ἐποίησε τὸ ἄγαλμα ὀρθόν.
また彼らはこの同じ女神をオルティアとしてだけでなく、リュゴデスマ(柳の束縛)とも呼んでいる。 それは柳の茂みの中で見出され、巻き付いた柳が神像をまっすぐ(オルトン)立たせていたからである。