§3.17.1οὐ πόρρω δὲ τῆς Ὀρθίας ἐστὶν Εἰλειθυίας ἱερόν· οἰκοδομῆσαι δέ φασιν αὐτὸ καὶ Εἰλείθυιαν νομίσαι θεὸν γενομένου σφίσιν ἐκ Δελφῶν μαντεύματος.
在奥尔提亚圣所附近有一座埃勒提亚的圣所;斯巴达人说,他们根据德尔斐的神谕建造了这座圣所,并将埃勒提亚奉为女神。
Λακεδαιμονίοις δὲ ἀκρόπολις μὲν ἐς ὕψος περιφανὲς ἐξίσχουσα οὐκ ἔστι, καθὰ δὴ Θηβαίοις τε ἡ Καδμεία καὶ ἡ Λάρισα Ἀργείοις· ὄντων δὲ ἐν τῇ πόλει λόφων καὶ ἄλλων, τὸ μάλιστα ἐς μετέωρον ἀνῆκον ὀνομάζουσιν ἀκρόπολιν.
斯巴达人并没有一座高耸入云、引人注目的阿克罗波利斯(卫城),不像底比斯人的卡德美亚和阿哥斯人的拉里萨那般;但由于城内有若干山丘,他们把其中升得最高的一座称为阿克罗波利斯。
§3.17.2ἐνταῦθα Ἀθηνᾶς ἱερὸν πεποίηται Πολιούχου καλουμένης καὶ Χαλκιοίκου τῆς αὐτῆς.
这里建有被称为波里乌科斯(城邦守护者)和卡尔基奥伊科斯(青铜之家)的阿典娜圣所。
τοῦ δὲ ἱεροῦ τῆς κατασκευῆς Τυνδάρεως καθὰ λέγουσιν ἤρξατο· ἀποθανόντος δὲ ἐκείνου δεύτερα οἱ παῖδες ἐξεργάσασθαι τὸ οἰκοδόμημα ἤθελον, ἀφορμὴ δέ σφισιν ἔμελλε τὰ ἐξ Ἀφιδναίων ἔσεσθαι λάφυρα.
正如人们所说,圣所的建造始于廷达瑞俄斯;但他去世后,他的儿子们想要完成这座建筑,而他们的资金本应是来自阿菲德奈的战利品。
προαπολιπόντων δὲ καὶ τούτων, Λακεδαιμόνιοι πολλοῖς ἔτεσιν ὕστερον τόν τε ναὸν ὁμοίως καὶ τὸ ἄγαλμα ἐποιήσαντο Ἀθηνᾶς χαλκοῦν· Γιτιάδας δὲ εἰργάσατο ἀνὴρ ἐπιχώριος.
但他们也在完工前去世了,许多年以后,斯巴达人以同样的方式建造了这座神殿和阿典娜的青铜神像;这是一位当地人吉提亚达斯制作的。
ἐποίησε δὲ καὶ ᾄσματα Δώρια ὁ Γιτιάδας ἄλλα τε καὶ ὕμνον ἐς τὴν θεόν.
吉提亚达斯还创作了多里斯方言的诗歌,其中包括一首献给女神的赞歌。
§3.17.3ἐπείργασται δὲ τῷ χαλκῷ πολλὰ μὲν τῶν ἄθλων Ἡρακλέους, πολλὰ δὲ καὶ ὧν ἐθελοντὴς κατώρθωσε, Τυνδάρεω δὲ τῶν παίδων ἄλλα τε καὶ ἡ τῶν Λευκίππου θυγατέρων ἁρπαγή· καὶ Ἥφαιστος τὴν μητέρα ἐστὶν ἀπολύων τῶν δεσμῶν.
在那些青铜上浮雕着许多赫拉克勒斯的功业,以及许多他志愿完成的壮举,还有廷达瑞俄斯儿子们的事迹,特别是绑架留基波斯女儿们的场景;赫淮斯托斯也正在将他的母亲从束缚中解救出来。
ἐδήλωσα δὲ καὶ ταῦτα, ὁποῖα λέγεται, πρότερον ἔτι ἐν τῇ Ἀτθίδι συγγραφῇ.
关于这些事情是如何被讲述的,我此前已在《阿提卡纪》中说明过了。
Περσεῖ δʼ ἐς Λιβύην καὶ ἐπὶ Μέδουσαν ὡρμημένῳ διδοῦσαι νύμφαι δῶρά εἰσι κυνῆν καὶ τὰ ὑποδήματα, ὑφʼ ὧν οἰσθήσεσθαι διὰ τοῦ ἀέρος ἔμελλεν.
还有当珀耳修斯出发前往利比亚去对付美杜莎时,宁芙女仙们送给他礼物——一顶头盔和能带他飞上天空的鞋子。
ἐπείργασται δὲ καὶ τὰ ἐς τὴν Ἀθηνᾶς γένεσιν καὶ Ἀμφιτρίτη καὶ Ποσειδῶν, ἃ δὴ μέγιστα καὶ μάλιστα ἦν ἐμοὶ δοκεῖν θέας ἄξια.
此外还浮雕有阿典娜的诞生,以及安菲特里特和波塞冬,在我看来,这些确实是最大且最值得一看的。
§3.17.4ἔστι δὲ καὶ ἕτερον αὐτόθι Ἀθηνᾶς Ἐργάνης ἱερόν.
那里还有另一座阿典娜·埃尔加涅(手工艺守护者)的圣所。
ἐς δὲ τὴν πρὸς μεσημβρίαν ἰόντι στοὰν Κοσμητᾶ τε ἐπίκλησιν Διὸς ναὸς καὶ Τυνδάρεω πρὸ αὐτοῦ μνῆμά ἐστιν· ἡ δὲ πρὸς δυσμὰς ἔχει τῶν στοῶν ἀετούς τε δύο τοὺς ὄρνιθας καὶ ἴσας ἐπʼ αὐτοῖς Νίκας, Λυσάνδρου μὲν ἀνάθημα, τῶν δὲ ἔργων ὑπόμνημα ἀμφοτέρων, τοῦ τε περὶ Ἔφεσον, ὅτε Ἀντίοχον τὸν Ἀλκιβιάδου κυβερνήτην καὶ Ἀθηναίων τριήρεις ἐνίκησε, καὶ ὕστερον ἐν Αἰγὸς ποταμοῖς καθεῖλεν Ἀθηναίων τὸ ναυτικόν.
向南走到柱廊,有一座被称为科斯梅塔斯(秩序创造者)的宙斯神殿,神殿前是廷达瑞俄斯的墓;西侧的柱廊上有两只被称为雕的鸟,以及其上同等数量的尼克(胜利女神)像,这是吕山德罗斯的奉纳物,是他两项功绩的纪念:其一是在以弗所附近击败了阿尔西比亚德斯的舵手安提奥科斯及雅典的三段击桨船,其二是后来在羊河(艾戈斯波塔莫伊)摧毁了雅典的海军。
§3.17.5ἐν ἀριστερᾷ δὲ τῆς Χαλκιοίκου Μουσῶν ἱδρύσαντο ἱερόν, ὅτι οἱ Λακεδαιμόνιοι τὰς ἐξόδους ἐπὶ τὰς μάχας οὐ μετὰ σαλπίγγων ἐποιοῦντο ἀλλὰ πρός τε αὐλῶν μέλη καὶ ὑπὸ λύρας καὶ κιθάρας κρούσμασιν.
在卡尔基奥伊科斯的左侧,人们建立了一座缪斯圣所,因为斯巴达人出征战斗时不用军号,而是伴随着长笛的旋律以及里拉琴和齐萨拉琴的弹奏。
ὄπισθεν δὲ τῆς Χαλκιοίκου ναός ἐστιν Ἀφροδίτης Ἀρείας· τὰ δὲ ξόανα ἀρχαῖα εἴπερ τι ἄλλο ἐν Ἕλλησιν.
在卡尔基奥伊科斯的后面是阿佛洛狄忒·阿瑞亚(战神阿佛洛狄忒)的神殿;这些木雕神像与希腊人中任何其他木雕神像一样古老。
§3.17.6τῆς Χαλκιοίκου δὲ ἐν δεξιᾷ Διὸς ἄγαλμα Ὑπάτου πεποίηται, παλαιότατον πάντων ὁπόσα ἐστὶ χαλκοῦ· διʼ ὅλου γὰρ οὐκ ἔστιν εἰργασμένον, ἐληλασμένου δὲ ἰδίᾳ τῶν μερῶν καθʼ αὑτὸ ἑκάστου συνήρμοσταί τε πρὸς ἄλληλα καὶ ἧλοι συνέχουσιν αὐτὰ μὴ διαλυθῆναι.
在卡尔基奥伊科斯的右侧立有一尊宙斯·许帕托斯(最高神宙斯)的神像,这是所有青铜器物中最古老的;因为它不是整体铸造而成的,而是每个部分分别锻造出来,再互相拼接,并用钉子固定使其不致散开。
Κλέαρχον δὲ ἄνδρα Ῥηγῖνον τὸ ἄγαλμα ποιῆσαι λέγουσιν, ὃν Διποίνου καὶ Σκύλλιδος, οἱ δὲ αὐτοῦ Δαιδάλου φασὶν εἶναι μαθητήν.
人们说这尊神像是雷吉翁人克里阿科斯制作的,有人说他是狄波伊诺斯和斯库利斯的弟子,也有人说他是代达罗斯本人的弟子。
πρὸς δὲ τῷ Σκηνώματι ὀνομαζομένῳ γυναικός ἐστιν εἰκών, Λακεδαιμόνιοι δὲ Εὐρυλεωνίδα λέγουσιν εἶναι· νίκην δὲ ἵππων συνωρίδι ἀνείλετο Ὀλυμπικήν.
在被称为斯克诺马(天幕)的地方附近有一尊女子的画像,斯巴达人说她是欧里勒奥尼达;她在奥林匹克竞技中用两匹马的战车赢得了胜利。
§3.17.7παρὰ δὲ τῆς Χαλκιοίκου τὸν βωμὸν ἑστήκασι δύο εἰκόνες Παυσανίου τοῦ περὶ Πλάταιαν ἡγησαμένου.
在卡尔基奥伊科斯的祭坛旁立有两尊帕萨尼亚斯的塑像,他曾在普拉提亚战役中担任统帅。
τὰ δὲ ἐς αὐτὸν ὁποῖα ἐγένετο εἰδόσιν οὐ διηγήσομαι· τὰ γὰρ τοῖς πρότερον συγγραφέντα ἐπʼ ἀκριβὲς ἀποχρῶντα ἦν· ἐπεξελθεῖν δέ σφισιν ἀρκέσομαι.
关于发生在他身上的种种事情,我不会向知情者赘述;因为前人所写的已经精确而充足;我只要补充他们的叙述就足够了。
ἤκουσα δὲ ἀνδρὸς Βυζαντίου Παυσανίαν φωραθῆναί τε ἐφʼ οἷς ἐβουλεύετο καὶ μόνον τῶν ἱκετευσάντων τὴν Χαλκίοικον ἁμαρτεῖν ἀδείας κατʼ ἄλλο μὲν οὐδέν, φόνου δὲ ἄγος ἐκνίψασθαι μὴ δυνηθέντα.
我听一个比赞提翁人说,帕萨尼亚斯的企图败露后,成为向卡尔基奥伊科斯寻求庇护的人中,唯一未能获得免死安全的人,这不为别的,只因他无法洗净杀人的污秽。
§3.17.8ὡς γὰρ δὴ διέτριβε περὶ Ἑλλήσποντον ναυσὶ τῶν τε ἄλλων Ἑλλήνων καὶ αὐτῶν Λακεδαιμονίων, παρθένου Βυζαντίας ἐπεθύμησε· καὶ αὐτίκα νυκτὸς ἀρχομένης τὴν Κλεονίκην—τοῦτο γὰρ ὄνομα ἦν τῇ κόρῃ—κομίζουσιν οἷς ἐπετέτακτο.
因为当他在赫勒斯滂一带率领其他希腊人及斯巴达人自己的船只停留时,他看中了一位比赞提翁的处女;夜幕刚刚降临,受命之人便将克勒奥尼刻——这是那姑娘的名字——带了过来。
ἐν τούτῳ δὲ ὑπνωμένον τὸν Παυσανίαν ἐπήγειρεν ὁ ψόφος· ἰοῦσα γὰρ παρʼ αὐτὸν τὸν καιόμενον λύχνον κατέβαλεν ἄκουσα.
此时正在熟睡的帕萨尼亚斯被声音惊醒;因为她走向他时,无意中碰倒了燃着的油灯。
ἅτε δὲ ὁ Παυσανίας συνειδὼς αὑτῷ προδιδόντι τὴν Ἑλλάδα καὶ διʼ αὐτὸ ἐχόμενος ταραχῇ τε ἀεὶ καὶ δείματι, ἐξέστη καὶ τότε καὶ τὴν παῖδα τῷ ἀκινάκῃ παίει.
帕萨尼亚斯由于深知自己背叛了希腊,并因此始终处于混乱和恐惧之中,那时也大惊失色,用弯刀(阿基纳克斯)刺了那女孩。
§3.17.9τοῦτο τὸ ἄγος οὐκ ἐξεγένετο ἀποφυγεῖν Παυσανίᾳ, καθάρσια παντοῖα καὶ ἱκεσίας δεξαμένῳ Διὸς Φυξίου καὶ δὴ ἐς Φιγαλίαν ἐλθόντι τὴν Ἀρκάδων παρὰ τοὺς ψυχαγωγούς· δίκην δὲ ἣν εἰκὸς ἦν Κλεονίκῃ τε ἀπέδωκε καὶ τῷ θεῷ.
帕萨尼亚斯没能逃脱这桩罪孽的惩罚,尽管他接受了避难者宙斯(普克西奥斯)的各种净化仪式和恳求,甚至前往阿卡迪亚人的菲加利亚,拜访了召魂术士(普舒卡戈戈伊);他向克勒奥尼刻和神灵付出了应有的代价。
Λακεδαιμόνιοι δὲ ἐκτελοῦντες πρόσταγμα ἐκ Δελφῶν τάς τε εἰκόνας ἐποιήσαντο τὰς χαλκᾶς καὶ δαίμονα τιμῶσιν Ἐπιδώτην, τὸ ἐπὶ Παυσανίᾳ τοῦ Ἱκεσίου μήνιμα ἀποτρέπειν τὸν Ἐπιδώτην λέγοντες τοῦτον.
斯巴达人履行德尔斐的神谕,制作了这些青铜像,并崇拜一位被称为埃皮多特斯(施恩者)的神灵,说这位埃皮多特斯能够消除因帕萨尼亚斯而引起的祈求者之神(希克西奥斯)的愤怒。