§3.16.6Λακεδαιμόνιοι δὲ καὶ Λυκούργῳ τῷ θεμένῳ τοὺς νόμους οἷα δὴ θεῷ πεποιήκασι καὶ τούτῳ ἱερόν.
斯巴达人也为制定法律的莱库古建立了圣所,如同为神明建立的一样。
τάφος δέ ἐστιν ὄπισθε μὲν τοῦ ναοῦ τῷ Λυκούργου παιδὶ Εὐκόσμῳ, πρὸς δὲ τῷ βωμῷ Λαθρίας καὶ Ἀναξάνδρας· αἱ δὲ αὐταί τε ἦσαν δίδυμοι καὶ ἐπὶ τούτῳ σφᾶς οἱ Ἀριστοδήμου παῖδες ἅτε ὄντες καὶ αὐτοὶ δίδυμοι λαμβάνουσι, θυγατέρες δὲ ἦσαν Θερσάνδρου τοῦ Ἀγαμηδίδα, βασιλεύοντος μὲν Κλεωναίων, τετάρτου δὲ ἀπογόνου Κτησίππου τοῦ Ἡρακλέους.
神殿后面是莱库古之子欧科斯莫斯的坟墓,祭坛旁则是拉特里亚和阿纳克桑德拉的坟墓;她们自己是双胞胎,因此阿里斯托德摩斯的儿子们(他们自己也是双胞胎)娶了她们;她们是阿加美迪达斯之子瑟桑德罗斯的女儿,瑟桑德罗斯曾是克勒奥奈的国王,也是赫拉克勒斯之子克特西波斯的第四代后裔。
τοῦ ναοῦ δὲ ἀπαντικρὺ μνῆμα Θεοπόμπου τοῦ Νικάνδρου, τὸ δὲ Εὐρυβιάδου Λακεδαιμονίων τριήρεσιν ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντος πρὸς Μήδους, πλησίον δὲ Ἀστραβάκου καλούμενόν ἐστιν ἡρῷον.
神殿正对面是尼坎德罗斯之子狄奥蓬波斯的纪念碑,以及在阿提密西昂和萨拉米斯指挥斯巴达三段击桨船对抗波斯人的欧里比亚德斯的纪念碑,附近还有被称为阿斯特拉巴科斯的英雄冢。
§3.16.7τὸ δὲ χωρίον τὸ ἐπονομαζόμενον Λιμναῖον Ὀρθίας ἱερόν ἐστιν Ἀρτέμιδος.
被称为林奈翁的地方是奥尔提亚·阿耳忒弥斯的圣所。
τὸ ξόανον δὲ ἐκεῖνο εἶναι λέγουσιν ὅ ποτε Ὀρέστης καὶ Ἰφιγένεια ἐκ τῆς Ταυρικῆς ἐκκλέπτουσιν· ἐς δὲ τὴν σφετέραν Λακεδαιμόνιοι κομισθῆναί φασιν Ὀρέστου καὶ ἐνταῦθα βασιλεύοντος.
人们说,那尊木雕神像是昔日俄瑞斯忒斯和伊菲革涅亚从陶里卡偷出来的;斯巴达人则说,它是在俄瑞斯忒斯也在此地为王时被运到他们自己土地上的。
καί μοι εἰκότα λέγειν μᾶλλόν τι δοκοῦσιν ἢ Ἀθηναῖοι.
在我看来,他们说得似乎比雅典人更合情理。
ποίῳ γὰρ δὴ λόγῳ κατέλιπεν ἂν ἐν Βραυρῶνι Ἰφιγένεια τὸ ἄγαλμα;
因为,伊菲革涅亚究竟有什么理由会把神像留在布劳戎?
ἢ πῶς, ἡνίκα Ἀθηναῖοι τὴν χώραν ἐκλιπεῖν παρεσκευάζοντο, οὐκ ἐσέθεντο καὶ τοῦτο ἐς τὰς ναῦς;
或者,当雅典人准备撤离家园时,他们怎么会不把这尊神像也装上船呢?
§3.16.8καίτοι διαμεμένηκεν ἔτι καὶ νῦν τηλικοῦτο ὄνομα τῇ Ταυρικῇ θεῷ, ὥστε ἀμφισβητοῦσι μὲν Καππάδοκες καὶ οἱ τὸν Εὔξεινον οἰκοῦντες τὸ ἄγαλμα εἶναι παρὰ σφίσιν, ἀμφισβητοῦσι δὲ καὶ Λυδῶν οἷς ἐστιν Ἀρτέμιδος ἱερὸν Ἀναιίτιδος.
然而,陶里卡女神至今仍享有如此巨大的名望,以至于卡帕多西亚人和居住在黑海沿岸的人都争辩说神像在他们那里,那些拥有阿奈蒂斯·阿耳忒弥斯圣所的吕底亚人也同样如此争辩。
Ἀθηναίοις δὲ ἄρα παρώφθη γενόμενον λάφυρον τῷ Μήδῳ· τὸ γὰρ ἐκ Βραυρῶνος ἐκομίσθη τε ἐς Σοῦσα καὶ ὕστερον Σελεύκου δόντος Σύροι Λαοδικεῖς ἐφʼ ἡμῶν ἔχουσι.
但雅典人显然疏忽了,使其成为了波斯人的战利品;因为从布劳戎运走的那尊神像被运到了苏萨,后来由于塞琉古的赠予,如今由叙利亚的拉奥迪凯亚人占有。
§3.16.9μαρτύρια δέ μοι καὶ τάδε, τὴν ἐν Λακεδαίμονι Ὀρθίαν τὸ ἐκ τῶν βαρβάρων εἶναι ξόανον· τοῦτο μὲν γὰρ Ἀστράβακος καὶ Ἀλώπεκος οἱ Ἴρβου τοῦ Ἀμφισθένους τοῦ Ἀμφικλέους τοῦ Ἄγιδος τὸ ἄγαλμα εὑρόντες αὐτίκα παρεφρόνησαν· τοῦτο δὲ οἱ Λιμνᾶται Σπαρτιατῶν καὶ Κυνοσουρεῖς καὶ οἱ ἐκ Μεσόας τε καὶ Πιτάνης θύοντες τῇ Ἀρτέμιδι ἐς διαφοράν, ἀπὸ δὲ αὐτῆς καὶ ἐς φόνους προήχθησαν, ἀποθανόντων δὲ ἐπὶ τῷ βωμῷ πολλῶν νόσος ἔφθειρε τοὺς λοιπούς.
关于拉栖代梦(斯巴达)的奥尔提亚就是来自蛮荒之地的木雕神像,我还有如下证据:其一,阿吉斯之子阿姆菲克勒斯之子阿姆菲斯塞尼斯之子伊尔波斯之子阿斯特拉巴科斯和阿洛佩科斯,在发现这尊神像后立刻发了疯;其二,斯巴达人中的林纳泰人、库诺苏里人,以及来自梅索阿和皮塔内的人在向阿耳忒弥斯献祭时发生争执,并由此演变为流血冲突,在许多人死于祭坛之后,疫病又毁灭了其余的人。
§3.16.10καί σφισιν ἐπὶ τούτῳ γίνεται λόγιον αἵματι ἀνθρώπων τὸν βωμὸν αἱμάσσειν· θυομένου δὲ ὅντινα ὁ κλῆρος ἐπελάμβανε, Λυκοῦργος μετέβαλεν ἐς τὰς ἐπὶ τοῖς ἐφήβοις μάστιγας, ἐμπίπλαταί τε οὕτως ἀνθρώπων αἵματι ὁ βωμός.
为此,他们得到了一个神谕,要用人的血来染红祭坛;在抽中签的人被献祭时,莱库古将其改为对青年进行鞭笞,祭坛就这样被人的血浸满。
ἡ δὲ ἱέρεια τὸ ξόανον ἔχουσά σφισιν ἐφέστηκε· τὸ δέ ἐστιν ἄλλως μὲν κοῦφον ὑπὸ σμικρότητος, ἢν δὲ οἱ §3.16.11μαστιγοῦντές ποτε ὑποφειδόμενοι παίωσι κατὰ ἐφήβου κάλλος ἢ ἀξίωμα, τότε ἤδη τῇ γυναικὶ τὸ ξόανον γίνεται βαρὺ καὶ οὐκέτι εὔφορον, ἡ δὲ ἐν αἰτίᾳ τοὺς μαστιγοῦντας ποιεῖται καὶ πιέζεσθαι διʼ αὐτούς φησιν.
而女祭司拿着木雕神像站在他们身旁;这尊神像因其体积小,平时很轻,但如果那些进行鞭笞的人,因为青年的美貌或高贵身份而有所保留地轻打,那时女祭司手中的木雕神像就会变得沉重,不再容易携带,她就会指责那些鞭笞者,并说是因为他们自己才感到沉重的。
οὕτω τῷ ἀγάλματι ἀπὸ τῶν ἐν τῇ Ταυρικῇ θυσιῶν ἐμμεμένηκεν ἀνθρώπων αἵματι ἥδεσθαι·
如此,由于在陶里卡的献祭,喜好人类鲜血的习性一直保留在这尊神像上。
καλοῦσι δὲ οὐκ Ὀρθίαν μόνον ἀλλὰ καὶ Λυγοδέσμαν τὴν αὐτήν, ὅτι ἐν θάμνῳ λύγων εὑρέθη, περιειληθεῖσα δὲ ἡ λύγος ἐποίησε τὸ ἄγαλμα ὀρθόν.
他们不仅称她为奥尔提亚,还称同一位女神为柳索(柳条束缚),因为她是在柳树丛中被发现的,缠绕着的柳条使神像直立(奥尔顿)。