§3.11.1ἀπὸ δὲ Θόρνακος προελθόντι ἔστιν ἡ πόλις, Σπάρτη μὲν ὀνομασθεῖσα ἐξ ἀρχῆς, προσλαβοῦσα δὲ ἀνὰ χρόνον καὶ Λακεδαίμων ἡ αὐτὴ καλεῖσθαι·
トルナクスからさらに進んだ者には、その市がある。 それは当初はスパルタと名づけられたが、時が経つにつれて同じ市がラケダイモンとも呼ばれるようになった。
τέως δὲ τὸ ὄνομα τοῦτο ἔκειτο τῇ γῇ.
それまでは、この名前は地方に対して与えられていた。
ὃ δὲ ἐν τῇ συγγραφῇ μοι τῇ Ἀτθίδι ἐπανόρθωμα ἐγένετο, μὴ τὰ πάντα με ἐφεξῆς, τὰ δὲ μάλιστα ἄξια μνήμης ἐπιλεξάμενον ἀπʼ αὐτῶν εἰρηκέναι, δηλώσω δὴ πρὸ τοῦ λόγου τοῦ ἐς Σπαρτιάτας·
ところで、私のアッティカ案内記においてなされた、私がすべてを順々にではなく、それらのうちから最も記憶に値することを選び出して語るという修正方針については、スパルタ人に関する記述を始める前に、ここで明らかにすることにしよう。
ἐμοὶ γὰρ ἐξ ἀρχῆς ἠθέλησεν ὁ λόγος ἀπὸ πολλῶν καὶ οὐκ ἀξίων ἀφηγήσεως, ὧν ἕκαστοι παρὰ σφίσι λέγουσιν, ἀποκρῖναι τὰ ἀξιολογώτατα.
なぜなら、私の叙述は最初から、それぞれの民族が自分たちの間で語る、取るに足らない多くの物語から、最も注目すべき事柄をえり分けることを望んでいたからである。
ὡς οὖν εὖ βεβουλευμένος οὐκ ἔστιν ὅπου παραβήσομαι.
それゆえ、この十分に考え抜かれた方針を、私はどの箇所でも決して違えることはない。
§3.11.2Λακεδαιμονίων τοῖς Σπάρτην ἔχουσίν ἐστιν ἀγορὰ θέας ἀξία, καὶ τῆς τε γερουσίας βουλευτήριον καὶ τῶν ἐφόρων καὶ νομοφυλάκων καὶ καλουμένων Βιδιαίων ἀρχεῖά ἐστιν ἐπὶ τῆς ἀγορᾶς.
ラケダイモン人のうちスパルタを領有する者たちにとって、彼らのアゴラは見事に値するものであり、そのアゴラの上には、元老院の会議場や、監督官、法律守護官、およびビディアイオスと呼ばれる者たちの官庁がある。
ἡ μὲν δὴ γερουσία συνέδριον Λακεδαιμονίοις κυριώτατον τῆς πολιτείας, οἱ λοιποὶ δέ εἰσιν ἄρχοντες·
元老院は、ラケダイモン人にとって国制の最も権威ある評議会であり、その他の者たちは政務官である。
τοῖς δὲ ἐφόροις καὶ Βιδιαίοις πέντε ἀριθμὸν ἑκατέροις οὖσι, τοῖς μὲν τοὺς ἐπὶ τῷ Πλατανιστᾷ καλουμένῳ καὶ ἄλλους τῶν ἐφήβων ἀγῶνας τιθέναι καθέστηκεν, ἔφοροι δὲ τά τε ἄλλα διοικοῦσι τὰ σπουδῆς μάλιστα ἄξια καὶ παρέχονται τὸν ἐπώνυμον, καθὰ δὴ καὶ Ἀθηναίοις τῶν καλουμένων ἐννέα ἐπώνυμός ἐστιν εἷς ἄρχων.
監督官とビディアイオスは、それぞれ数が五人であるが、後者には、プラタニスタスと呼ばれる場所で行われる競技やその他の若者たちの競技を執り行うことが定められており、監督官たちは、最も重要なその他の諸事を管理するとともに、名を冠する政務官を提供する。 それはちょうど、アテナイ人における、いわゆる九人のうちの一人が名を冠する政務官であるのと同じである。
§3.11.3ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν·
アゴラで最も有名なのは、彼らが「ペルシアの柱廊」と呼ぶものであり、これはペルシア戦争の戦利品から建てられた。
ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν.
そして時が経つにつれて、彼らはそれを現在の規模と現在の装飾へと改築した。
εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου.
柱の上には、白い大理石で作られたペルシア人たちの像があり、その中にはゴブリュアスの子マルドニオスもいる。
πεποίηται δὲ καὶ Ἀρτεμισία, θυγάτηρ μὲν Λυγδάμιδος, ἐβασίλευσε δὲ Ἁλικαρνασσοῦ·
また、リュグダミスの娘であり、ハリカルナッソスの女王であったアルテミシアも作られている。
ταύτην φασὶν ἑκουσίως ἐπὶ τὴν Ἑλλάδα συστρατεῦσαι Ξέρξῃ καὶ ἔργα ἐν τῇ ναυμαχίᾳ περὶ Σαλαμῖνα ἀποδείξασθαι.
彼女はクセルクセスに従ってギリシアへの遠征に自発的に加わり、サラミスの海戦において優れた働きを示したと言われている。
§3.11.4ναοὶ δέ εἰσιν ἐπὶ τῆς ἀγορᾶς Καίσαρος, ὃς μοναρχίας πρῶτος ἐν Ῥωμαίοις ἐπεθύμησεν καὶ ἀρχὴν τὴν καθεστηκυῖαν πρῶτος ἐκτήσατο, ὁ δὲ Αὐγούστῳ πεποίηται παιδὶ ἐκείνου τήν τε βασιλείαν βεβαιωσαμένῳ μᾶλλον καὶ ἀξιώματος καὶ δυνάμεως ἐς πλέον ἢ ὁ πατήρ οἱ προελθόντι·
アゴラの上にはカエサルの神殿がある。 彼はローマ人の間で最初に独裁を望み、最初に確立された支配権を手に入れた人物である。 また、その息子であり、王権をより強固にし、名声と権力において父親よりも先に進んだアウグストゥスのために建てられた神殿もある。
τὸ δὲ ὄνομα ἦν τούτῳ Αὔγουστος, ὃ κατὰ γλῶσσαν δύναται τὴν Ἑλλήνων σεβαστός.
彼の名前はアウグストゥスであり、これはギリシア人の言葉では「尊厳ある者」を意味する。
§3.11.5τοῦ δὲ Αὐγούστου δεικνύουσι πρὸς τῷ βωμῷ χαλκῆν εἰκόνα Ἀγίου.
アウグストゥスの神殿の祭壇の近くには、彼らはアギアスの青銅像を示している。
τοῦτον τὸν Ἀγίαν μαντευσάμενόν φασι Λυσάνδρῳ τὸ Ἀθηναίων ἑλεῖν ναυτικὸν περὶ Αἰγὸς ποταμοὺς πλὴν τριήρων δέκα·
このアギアスが、アイゴス・ポタモイにおいて、十隻の三段櫂船を除くアテナイの艦隊を奪取することをリュサンドロスに予言したと彼らは言う。
αὗται δὲ ἀποφεύγουσιν ἐς Κύπρον, τὰς δὲ ἄλλας οἱ Λακεδαιμόνιοι καὶ αὐτὰς καὶ τοὺς ἄνδρας αἱροῦσιν.
これらの船はキプロスへと逃れたが、他の船はラケダイモン人たちが船自体もその乗組員たちも捕らえた。
ὁ δὲ Ἀγίας Ἀγελόχου παῖς ἦν τοῦ Τισαμενοῦ·
このアギアスは、ティサメノスの子アゲロコスの子であった。