§3.11.1ἀπὸ δὲ Θόρνακος προελθόντι ἔστιν ἡ πόλις, Σπάρτη μὲν ὀνομασθεῖσα ἐξ ἀρχῆς, προσλαβοῦσα δὲ ἀνὰ χρόνον καὶ Λακεδαίμων ἡ αὐτὴ καλεῖσθαι· τέως δὲ τὸ ὄνομα τοῦτο ἔκειτο τῇ γῇ.
从索尔纳克斯继续前行的人,就会看到这座城市,它起初被命名为斯巴达,但随着时间的推移,同一个城市也开始被称为拉刻代蒙;在此之前,这个名字是给予这片土地的。
ὃ δὲ ἐν τῇ συγγραφῇ μοι τῇ Ἀτθίδι ἐπανόρθωμα ἐγένετο, μὴ τὰ πάντα με ἐφεξῆς, τὰ δὲ μάλιστα ἄξια μνήμης ἐπιλεξάμενον ἀπʼ αὐτῶν εἰρηκέναι, δηλώσω δὴ πρὸ τοῦ λόγου τοῦ ἐς Σπαρτιάτας· ἐμοὶ γὰρ ἐξ ἀρχῆς ἠθέλησεν ὁ λόγος ἀπὸ πολλῶν καὶ οὐκ ἀξίων ἀφηγήσεως, ὧν ἕκαστοι παρὰ σφίσι λέγουσιν, ἀποκρῖναι τὰ ἀξιολογώτατα.
至于我在我的阿提卡志中所作的修正,即我不按顺序讲述所有事情,而是从中挑选出最值得纪念的事物来叙述,我将在关于斯巴达人的叙述之前予以阐明;因为从一开始,我的叙述就希望从各个民族自相传诵的、不值得叙述的众多故事中,筛选出最值得注意的事情。
ὡς οὖν εὖ βεβουλευμένος οὐκ ἔστιν ὅπου παραβήσομαι.
因此,这一经过深思熟虑的原则,我在任何地方都绝不会违背。
§3.11.2Λακεδαιμονίων τοῖς Σπάρτην ἔχουσίν ἐστιν ἀγορὰ θέας ἀξία, καὶ τῆς τε γερουσίας βουλευτήριον καὶ τῶν ἐφόρων καὶ νομοφυλάκων καὶ καλουμένων Βιδιαίων ἀρχεῖά ἐστιν ἐπὶ τῆς ἀγορᾶς.
对于占有斯巴达的拉刻代蒙人来说,他们的广场是值得一看的,广场上有长老会的会议厅,以及监察官、法律守护官和被称为必迪埃伊的官员们的官署。
ἡ μὲν δὴ γερουσία συνέδριον Λακεδαιμονίοις κυριώτατον τῆς πολιτείας, οἱ λοιποὶ δέ εἰσιν ἄρχοντες· τοῖς δὲ ἐφόροις καὶ Βιδιαίοις πέντε ἀριθμὸν ἑκατέροις οὖσι, τοῖς μὲν τοὺς ἐπὶ τῷ Πλατανιστᾷ καλουμένῳ καὶ ἄλλους τῶν ἐφήβων ἀγῶνας τιθέναι καθέστηκεν, ἔφοροι δὲ τά τε ἄλλα διοικοῦσι τὰ σπουδῆς μάλιστα ἄξια καὶ παρέχονται τὸν ἐπώνυμον, καθὰ δὴ καὶ Ἀθηναίοις τῶν καλουμένων ἐννέα ἐπώνυμός ἐστιν εἷς ἄρχων.
对拉刻代蒙人而言,长老会确实是城邦政体中拥有最高权力的议事会,而其他人则是官员;监察官和必迪埃伊各为五人,后者负责举办在被称为普拉塔尼斯塔斯的地方进行的竞技以及其他青年们的竞技,而监察官们则管理其他最重要的事情,并提供纪年官,正如在雅典人中,被称为九位执政官中的一位是纪年执政官一样。
§3.11.3ἐπιφανέστατον δὲ τῆς ἀγορᾶς ἐστιν ἣν στοὰν Περσικὴν ὀνομάζουσιν ἀπὸ λαφύρων ποιηθεῖσαν τῶν Μηδικῶν· ἀνὰ χρόνον δὲ αὐτὴν ἐς μέγεθος τὸ νῦν καὶ ἐς κόσμον τὸν παρόντα μεταβεβλήκασιν.
广场上最著名的是他们称为“波斯柱廊”的建筑,它是用希波战争的战利品建造的;随着时间的推移,他们将其改造为如今的规模和目前的装饰。
εἰσὶ δὲ ἐπὶ τῶν κιόνων Πέρσαι λίθου λευκοῦ καὶ ἄλλοι καὶ Μαρδόνιος ὁ Γωβρύου.
柱子上是用白石雕刻的波斯人像,其中也包括戈布里亚斯之子马多尼乌斯。
πεποίηται δὲ καὶ Ἀρτεμισία, θυγάτηρ μὲν Λυγδάμιδος, ἐβασίλευσε δὲ Ἁλικαρνασσοῦ· ταύτην φασὶν ἑκουσίως ἐπὶ τὴν Ἑλλάδα συστρατεῦσαι Ξέρξῃ καὶ ἔργα ἐν τῇ ναυμαχίᾳ περὶ Σαλαμῖνα ἀποδείξασθαι.
此外还塑有阿尔特米西亚,她是吕格达米斯之女,曾统治哈利卡尔纳索斯;据说她自愿随同薛西斯远征希腊,并在萨拉米斯附近的海战中展现了卓越的功绩。
§3.11.4ναοὶ δέ εἰσιν ἐπὶ τῆς ἀγορᾶς Καίσαρος, ὃς μοναρχίας πρῶτος ἐν Ῥωμαίοις ἐπεθύμησεν καὶ ἀρχὴν τὴν καθεστηκυῖαν πρῶτος ἐκτήσατο, ὁ δὲ Αὐγούστῳ πεποίηται παιδὶ ἐκείνου τήν τε βασιλείαν βεβαιωσαμένῳ μᾶλλον καὶ ἀξιώματος καὶ δυνάμεως ἐς πλέον ἢ ὁ πατήρ οἱ προελθόντι· τὸ δὲ ὄνομα ἦν τούτῳ Αὔγουστος, ὃ κατὰ γλῶσσαν δύναται τὴν Ἑλλήνων σεβαστός.
广场上有一些神庙,其中一座属于恺撒,他是罗马人中第一个渴望独裁并第一个获得确立的统治权的人,而另一座是为他的儿子奥古斯都建造的,他将王权巩固得更加稳固,在声望和权力上比他的父亲走得更远;他的名字是奥古斯都,在希腊人的语言中意为“显贵者”。
§3.11.5τοῦ δὲ Αὐγούστου δεικνύουσι πρὸς τῷ βωμῷ χαλκῆν εἰκόνα Ἀγίου.
在奥古斯都神庙的祭坛旁,他们展示了一尊阿吉亚斯的青铜像。
τοῦτον τὸν Ἀγίαν μαντευσάμενόν φασι Λυσάνδρῳ τὸ Ἀθηναίων ἑλεῖν ναυτικὸν περὶ Αἰγὸς ποταμοὺς πλὴν τριήρων δέκα· αὗται δὲ ἀποφεύγουσιν ἐς Κύπρον, τὰς δὲ ἄλλας οἱ Λακεδαιμόνιοι καὶ αὐτὰς καὶ τοὺς ἄνδρας αἱροῦσιν.
据说,正是这位阿吉亚斯通过占卜向莱桑德预言,他将在羊河捕获雅典人的舰队,仅有十艘三列桨战船除外;这些战船确实逃往了塞浦路斯,而其余的战船,拉刻代蒙人将战船本身及船上的人员全部俘获。
ὁ δὲ Ἀγίας Ἀγελόχου παῖς ἦν τοῦ Τισαμενοῦ·
这位阿吉亚斯是蒂萨梅诺斯之子阿格洛科斯的儿子。