§3.11.6Τισαμενῷ δὲ ὄντι Ἠλείῳ τῶν Ἰαμιδῶν λόγιον ἐγένετο ἀγῶνας ἀναιρήσεσθαι πέντε ἐπιφανεστάτους αὐτόν.
イアミダイの一員でエリス人であるティサメノスに、彼自身が5つの最も輝かしい競技を勝ち取るであろうという神託が下った。
οὕτω πένταθλον Ὀλυμπίασιν ἀσκήσας ἀπῆλθεν ἡττηθείς, καίτοι τὰ δύο γε ἦν πρῶτος·
そこで彼は、オリンピアで五種競技の訓練をして臨んだものの、敗れて立ち去った。 もっとも、二つの種目では第一位であった。
καὶ γὰρ δρόμῳ τε ἐκράτει καὶ πηδήματι Ἱερώνυμον τὸν Ἄνδριον.
というのも、徒競走と跳躍においては、アンドロス人のヒエロニュモスを破ったからである。
καταπαλαισθεὶς δὲ ὑπʼ αὐτοῦ καὶ ἁμαρτὼν τῆς νίκης συνίησι τοῦ χρησμοῦ, διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳ κρατῆσαι.
しかし、彼によって投げ倒されて勝利を逃したとき、彼は神託の意味を理解した。 すなわち、神は彼が神託を求めた際に、戦争における5つの戦いで勝利することを授けていたのだと。
§3.11.7Λακεδαιμόνιοι δὲ—οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡ Πυθία—πείθουσι μετοικήσαντα ἐξ Ἤλιδος μαντεύεσθαι Σπαρτιατῶν τῷ κοινῷ·
ラケダイモン人たちは――ピュティアがティサメノスに予言したことを聞いて知っていたので――彼を説得して、エリスから移住させ、スパルタ人の公共のために予言をさせた。
καί σφισιν ὁ Τισαμενὸς ἀγῶνας πολέμου πέντε ἐνίκησε, πρῶτον μὲν Πλαταιᾶσιν ἐναντία Περσῶν, δεύτερον δὲ ἐν Τεγέᾳ πρὸς Τεγεάτας καὶ Ἀργείους μάχης Λακεδαιμονίοις συνεστώσης, ἐπὶ τούτοις δὲ ἐν Διπαιεῦσιν Ἀρκάδων πάντων πλὴν Μαντινέων ἀντιτεταγμένων·
そしてティサメノスは彼らのために5つの戦争の戦いに勝利した。 第一はプラタイアにおけるペルシア人に対するものであり、第二はテゲアにおいて、ラケダイモン人にとってテゲア人およびアルゴス人との間で戦いが起こったときであり、これらに加えて第三は、マンティネイア人を除くすべてのアルカディア人が対峙したディパイアにおけるものであった。
οἱ δὲ Διπαιεῖς ἐν τῇ Μαιναλίᾳ πόλισμα Ἀρκάδων ἦσαν.
このディパイア人は、マイナリア地方にあるアルカディア人の小さな町であった。
§3.11.8τέταρτον δὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ἐς Ἰθώμην ἀποστάντας τῶν εἱλώτων·
第四に、彼はイストモスからイトメへと離反したヘイロテスたちを相手に戦った。
ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες·
もっとも、ヘイロテス全員が離反したのではなく、メッセニア人の一団が古くからのヘイロテスから分かれて離反したのであった。
καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι.
私の記述も、このことについてはすぐ後に詳しく語る。
τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖς χρηστηρίῳ πειθόμενοι·
そのときラケダイモン人たちは、ティサメノスとデルポイの神託に従って、離反した者たちが協定の下で立ち去ることを許した。
τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς.
そして最後に、ティサメノスはタナグラにおいて、アルゴス人およびアテナイ人との間で衝突が生じた際に、彼らのために予言を行った。
§3.11.9τὰ μὲν Τισαμενοῦ τοιαῦτα ἐπυνθανόμην ὄντα·
ティサメノスに関する事柄は、そのようであったと私は聞き知っている。
Σπαρτιάταις δὲ ἐπὶ τῆς ἀγορᾶς Πυθαέως τέ ἐστιν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἀγάλματα.
スパルタ人にとってアゴラの上には、ピュタエウスのアポロン、アルテミス、およびレトの像がある。
Χορὸς δὲ οὗτος ὁ τόπος καλεῖται πᾶς, ὅτι ἐν ταῖς γυμνοπαιδίαις—ἑορτὴ δὲ εἴ τις ἄλλη καὶ αἱ γυμνοπαιδίαι διὰ σπουδῆς Λακεδαιμονίοις εἰσίν—ἐν ταύταις οὖν οἱ ἔφηβοι χοροὺς ἱστᾶσι τῷ Ἀπόλλωνι.
この場所は全体が「コルス」と呼ばれている。 なぜなら、ギュムノパイディアの祝祭――このギュムノパイディアは、ラケダイモン人にとって他のどの祝祭にもまして重要視されるものであるが――において、若者たちがアポロンのために舞踊の陣を敷くからである。
τούτων δὲ οὐ πόρρω Γῆς ἱερὸν καὶ Διός ἐστιν Ἀγοραίου, τὸ δὲ Ἀθηνᾶς Ἀγοραίας καὶ Ποσειδῶνος ὃν ἐπονομάζουσιν Ἀσφάλιον, καὶ Ἀπόλλωνος αὖθις καὶ Ἥρας·
これらの近くには、大地の神殿とアゴライオスのゼウスの神殿があり、またアゴライアのアテナと、人々がアスファリオスと呼ぶポセイドン、さらにふたたびアポロン、そしてヘラの神殿がある。
§3.11.10ἀνάκειται δὲ καὶ Δήμου τοῦ Σπαρτιατῶν ἀνδριὰς μεγέθει μέγας.
また、大きさにおいて巨大な、スパルタの民の像も奉納されている。
καὶ Μοιρῶν Λακεδαιμονίοις ἐστὶν ἱερόν, Ὀρέστου δὲ τοῦ Ἀγαμέμνονος πρὸς αὐτῷ τάφος·
そしてラケダイモン人には運命の女神たちの神殿があり、そのすぐ近くにはアガメムノンの子オレステスの墓がある。
κομισθέντα γὰρ ἐκ Τεγέας τοῦ Ὀρέστου τὰ ὀστᾶ κατὰ μαντείαν θάπτουσιν ἐνταῦθα.
神託に従ってオレステスの遺骨をテゲアから運んできて、彼らはここに葬っているのである。
παρὰ δὲ τοῦ Ὀρέστου τὸν τάφον ἐστὶν εἰκὼν Πολυδώρου τοῦ Ἀλκαμένους, ὃν βασιλέων ἐς τοσοῦτο τιμῆς προήχασιν ὥστε οἱ τὰς ἀρχὰς ἔχοντες, ὁπόσα δεῖ σημαίνεσθαι, τοῦ Πολυδώρου σημαίνονται τῇ εἰκόνι.
オレステスの墓の傍らにはアルカメネスの子ポリュドロスの像がある。 彼らはこの人物を、王たちの中でこれほどの誉れにまで高めたため、官職を持つ者たちは、捺印されるべきすべてのものに、このポリュドロスの像を用いて捺印する。
§3.11.11ἔστι δὲ καὶ Ἑρμῆς Ἀγοραῖος Διόνυσον φέρων παῖδα, καὶ τὰ ἀρχαῖα καλούμενα Ἐφορεῖα, ἐν δὲ αὐτοῖς Ἐπιμενίδου τοῦ Κρητὸς μνῆμα καὶ Ἀφαρέως τοῦ Περιήρους·
また、幼児のディオニュソスを抱くアゴライオスのヘルメス、および「エポレイオン」と呼ばれる古い建物があり、その中にはクレタ人エピメニデスとペリエレスの子アファレウスの記念碑がある。
καὶ τά γε ἐς Ἐπιμενίδην Λακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα.
エピメニデスに関する事柄については、ラケダイモン人の方がアルゴス人よりももっともなことを言っていると私は考えている。
ἐνταῦθα, ἔνθα αἱ Μοῖραι, καὶ Ἑστία τοῖς Λακεδαιμονίοις ἐστὶ καὶ Ζεὺς Ξένιος καὶ Ἀθηνᾶ Ξενία.
ここ、すなわち運命の女神たちがいる場所には、ラケダイモン人のためのヘスティア、ゼウス・クセニオス、およびアテナ・クセニアの神殿もある。