§3.10.1οὐ πολλῷ δὲ ὕστερον τὸν ἀγῶνα ἔθηκαν τῶν Ἰσθμίων οἱ ἐπὶ λακωνισμῷ φεύγοντες Κορίνθιοι.
此后不久,那些因亲斯巴达而流亡的科林斯人举办了伊斯米亚竞技会。
οἱ δὲ ἐν τῇ πόλει τότε μὲν τῷ Ἀγησιλάου δείματι ἡσύχαζον· ἀναζεύξαντος δὲ ἐς τὴν Σπάρτην, οὕτω καὶ αὐτοὶ μετὰ Ἀργείων τὰ Ἴσθμια ἄγουσιν.
当时,城里的人因惧怕阿格西劳斯而保持安静;但当他撤回到斯巴达时,他们自己也像这样与阿哥斯人一起举办了伊斯米亚竞技会。
ἀφίκετο δὲ καὶ αὖθις ἐπὶ Κόρινθον στρατιᾷ· καὶ—ἐπῄει γὰρ Ὑακίνθια—ἀφίησι τοὺς Ἀμυκλαιεῖς οἴκαδε ἀπελθόντας τὰ καθεστηκότα τῷ τε Ἀπόλλωνι καὶ Ὑακίνθῳ δρᾶσαι.
阿格西劳斯再次率军前来攻打科林斯;而且——因为胡阿辛提亚节临近了——他允许阿米克莱人回家,为阿波罗和胡阿辛托斯履行规定的仪式。
ταύτην τὴν μοῖραν ἐπιθέμενοι καθʼ ὁδὸν Ἀθηναῖοι καὶ Ἰφικράτης διέφθειραν·
雅典人和伊菲克拉特斯在途中袭击了这支部队,并将其歼灭。
§3.10.2Ἀγησίλαος δὲ καὶ ἐς Αἰτωλίαν ἐπικουρήσων ἀφίκετο Αἰτωλοῖς ὑπὸ Ἀκαρνάνων πολέμῳ πιεζομένοις, καὶ Ἀκαρνᾶνας ἠνάγκασε καταλύσασθαι τὸν πόλεμον οὐ πολὺ ἀποδέοντας Καλυδῶνα καὶ τὰ ἄλλα Αἰτωλῶν πολίσματα ᾑρηκέναι.
阿格西劳斯还前往艾托利亚,帮助在与阿卡纳尼亚人的战争中陷入困境的艾托利亚人,并在他们离攻占卡吕冬和艾托利亚人的其他城镇仅差一步之遥时,迫使阿卡纳尼亚人停战。
χρόνῳ δὲ ὕστερον ἔπλευσε καὶ ἐς Αἴγυπτον, ἀφεστηκότων ἀπὸ βασιλέως τῶν Αἰγυπτίων βοηθήσων· καὶ ἔστιν Ἀγησιλάῳ πολλά τε εἰργασμένα καὶ μνήμης ἄξια ἐν Αἰγύπτῳ.
后来,他还乘船前往埃及,以援助脱离波斯国王而独立的埃及人;阿格西劳斯在埃及有许多值得纪念的事迹。
καὶ—ἦν γὰρ δὴ ἤδη γέρων—τὸν μὲν κατὰ τὴν πορείαν ἐπέλαβεν ἡ μοῖρα· Λακεδαιμόνιοι δέ, ὡς ἐκομίσθη σφίσιν ὁ νεκρός, θάπτουσιν αὐτὸν βασιλέων τιμήσαντες μάλιστα.
而且——因为他已经年迈——命运在旅途中夺去了他的生命;当他的遗体被运回国时,拉acedaemon人将他安葬,并给予了他在所有国王中最高的荣誉。
§3.10.3Ἀρχιδάμου δὲ τοῦ Ἀγησιλάου βασιλεύοντος κατέλαβον τὸ ἱερὸν Φωκεῖς τὸ ἐν Δελφοῖς.
在阿格西劳斯之子阿基达莫斯统治期间,福基斯人占领了德尔斐的神庙。
Θηβαίοις μὲν δὴ πολεμεῖν τοῖς Φωκεῦσιν ἀφίκετο μὲν καὶ ἰδίᾳ συμμαχικὰ ἐπὶ χρήμασιν, ἀπὸ δὲ κοινοῦ λόγου Λακεδαιμόνιοί τε καὶ Ἀθηναῖοί σφισιν ἤμυνον, οἱ μὲν ἀρχαίαν δή τινα ἐκ τῶν Φωκέων μνημονεύοντες εὐεργεσίαν, Λακεδαιμόνιοι δὲ προφάσει μὲν καὶ οὗτοι φιλίας, κατὰ ἔχθος δὲ ἐμοὶ δοκεῖν τὸ Θηβαίων.
为了帮助福基斯人对抗忒拜人的战争,确实有私人同盟军为了钱财而来;但根据公开的协议,拉acedaemon人和雅典人都援助了他们,前者(雅典人)记着福基斯人过去给予的某种古老恩惠,而拉acedaemon人虽也以友好为借口,但在我看来,实际上是因为对忒拜人的仇恨。
Θεόπομπος δὲ ὁ Δαμασιστράτου τόν τε Ἀρχίδαμον μετασχεῖν τῶν χρημάτων αὐτὸν καὶ ἔτι Δεινίχαν τὴν Ἀρχιδάμου γυναῖκα παρὰ τῶν δυναστευόντων ἐν Φωκεῦσιν ἔφη λαμβάνουσαν δωρεὰν ἑτοιμότερον ποιεῖν σφισιν ἐς τὴν συμμαχίαν Ἀρχίδαμον.
达马西斯特拉托斯之子泰奥庞波斯说,阿基达莫斯本人分享了这笔钱财,而且阿基达莫斯的妻子戴尼卡通过接受福基斯统治者们的礼物,使得阿基达莫斯更乐于与他们结盟。
§3.10.4τὸ μὲν δὴ χρήματα ἱερὰ δέξασθαι καὶ ἀνδράσιν ἀμῦναι μαντείων πορθήσασι τὸ ἐπιφανέστατον οὐκ ἐς ἔπαινον τίθεμαι, τοσοῦτον δέ οἱ πρόσεστιν ἐς ἔπαινον· Δελφῶν γὰρ τούς τε ἡβῶντας ἀποκτεῖναι καὶ γυναῖκας καὶ τέκνα ἐξανδραποδίσασθαι, καταβαλεῖν δὲ καὶ αὐτὴν ἐς ἔδαφος τὴν πόλιν ἐτόλμων οἱ Φωκεῖς· ταῦτα οὖν μὴ παθεῖν ὑπὸ τῶν Φωκέων αὐτοὺς παρῃτήσατο Ἀρχίδαμος.
诚然,我不认为接受神圣钱财并援助掠夺了最著名神谕所的人是一件值得赞赏的事,但他至少有这样一点功劳:福基斯人曾企图杀死成年德尔斐男子,将妇女儿童卖为奴隶,并将城市本身夷为平地;阿基达莫斯因此为德尔斐人求情,使他们免遭福基斯人的这些毒手。
§3.10.5διέβη δὲ καὶ ἐς Ἰταλίαν ὕστερον Ταραντίνοις βαρβάρων πόλεμον συνδιοίσων σφίσιν ὁμόρων· καὶ ἀπέθανέ τε αὐτόθι ὑπὸ τῶν βαρβάρων καὶ αὐτοῦ τὸν νεκρὸν ἁμαρτεῖν τάφου τὸ μήνιμα ἐγένετο ἐμποδὼν τὸ ἐκ τοῦ Ἀπόλλωνος.
他后来也渡海前往意大利,帮助塔兰托人对抗邻近蛮族的战争;他死于蛮族之手,而阿波罗的愤怒阻碍了他的尸体获得安葬。
τοῦ δὲ Ἀρχιδάμου τούτου τὸν μὲν πρεσβύτερον παῖδα Ἆγιν κατέλαβεν ἀποθανεῖν Μακεδόσιν ἐναντία καὶ Ἀντιπάτρῳ μαχεσάμενον, Εὐδαμίδας δὲ ὁ νεώτερος Λακεδαιμονίοις ἐβασίλευσεν ἄγουσιν εἰρήνην.
在这位阿基达莫斯的子嗣中,长子阿吉斯在对抗马其顿人和安提帕特的战斗中死去,而次子欧达米达斯则在拉acedaemon人享有和平时统治他们。
τὰ δὲ ἐς Ἆγιν τὸν Εὐδαμίδου καὶ ἐς Εὐρυδαμίδαν τὸν Ἄγιδος ὡς ἔσχεν, ἤδη μοι καὶ τάδε ἡ Σικυωνία συγγραφὴ διεξῄει.
至于欧达米达斯之子阿吉斯以及阿吉斯之子欧律达米达斯的命运,西基翁的叙述已经为我作了详细阐述。
§3.10.6ἰοῦσι δὲ ἀπὸ τῶν Ἑρμῶν ἐστιν ὁ τόπος οὗτος ἅπας δρυῶν πλήρης·
从赫尔墨斯神柱出发,这片地区全都是橡树。
τὸ δὲ ὄνομα τῷ χωρίῳ Σκοτίταν οὐ τὸ συνεχὲς τῶν δένδρων ἐποίησεν, ἀλλὰ Ζεὺς ἐπίκλησιν ἔσχε Σκοτίτας, καὶ ἔστιν ἐν ἀριστερᾷ τῆς ὁδοῦ δέκα μάλιστά που στάδια ἐκτραπομένοις ἱερὸν Σκοτίτα Διός.
这个地方之所以得名“斯科提塔斯”,并非因为树木繁茂,而是因为宙斯拥有“斯科提塔斯”的别称,而在道路左侧,偏离大约十斯塔德的地方,有一座斯科提塔斯宙斯的神庙。
ἐπανελθόντων δὲ ἐντεῦθεν προελθοῦσιν ὀλίγον καὶ τραπεῖσιν αὖθις ἐς ἀριστερὰν ἄγαλμά ἐστιν Ἡρακλέους καὶ τρόπαιον· ἀναστῆσαι δὲ ἐλέγετο Ἡρακλῆς ἀποκτείνας Ἱπποκόωντα καὶ τοὺς παῖδας.
从那里返回,稍稍前行,再次向左拐,便有一尊赫拉克勒斯的雕像和一座战功碑;据说这是赫拉克勒斯在杀死希波科翁及其子嗣后建立的。
§3.10.7τρίτη δὲ ἐκ τῆς ὁδοῦ τῆς εὐθείας ἐκβολὴ κατὰ τὰ δεξιὰ ἐς Καρύας ἄγει καὶ ἐς τὸ ἱερὸν τῆς Ἀρτέμιδος.
从直路向右分出的第三条岔路通往卡里埃以及阿耳忒弥斯的神庙。
τὸ γὰρ χωρίον Ἀρτέμιδος καὶ Νυμφῶν ἐστιν αἱ Κάρυαι καὶ ἄγαλμα ἕστηκεν Ἀρτέμιδος ἐν ὑπαίθρῳ Καρυάτιδος·
因为卡里埃是属于阿耳忒弥斯和宁芙们的地方,野外立着一尊卡里亚蒂斯阿耳忒弥斯的雕像。
χοροὺς δὲ ἐνταῦθα αἱ Λακεδαιμονίων παρθένοι κατὰ ἔτος ἱστᾶσι καὶ ἐπιχώριος αὐταῖς καθέστηκεν ὄρχησις.
在这里,拉acedaemon的少女们每年都会组织合唱舞,且她们之间形成了一种地方性舞蹈。
ἀναστρέψαντι δὲ καὶ κατὰ τὴν λεωφόρον ἰόντι ἐρείπια Σελλασίας ἐστί· ταύτην, καθὰ καὶ πρότερον ἔγραψα, ἠνδραποδίσαντο Ἀχαιοὶ Λακεδαιμονίους καὶ τὸν βασιλέα Κλεομένην τὸν Λεωνίδου μάχῃ νικήσαντες.
转身返回并沿着大道前行,便是塞拉西亚的遗迹;正如我此前所写,阿开亚人在战斗中击败拉acedaemon人以及列奥尼达斯之子克莱奥梅奈斯国王后,将此地的人奴役了。
§3.10.8ἐν δὲ Θόρνακι—ἐς γὰρ τοῦτον ἀφίξῃ προϊών—ἄγαλμά ἐστι Πυθαέως Ἀπόλλωνος κατὰ τὰ αὐτὰ τῷ ἐν Ἀμύκλαις πεποιημένον· τὸ δὲ σχῆμα ὁποῖόν ἐστιν, ἐπʼ ἐκείνῳ γράψω.
在索尔纳克斯——因为如果你继续前行就会到达这里——有一尊皮塔埃乌斯阿波罗的雕像,其制作方式与阿米克莱的那尊相同;至于它的形状如何,我将在写阿米克莱的那尊时进行描述。
Λακεδαιμονίοις γὰρ ἐπιφανέστερά ἐστι τὰ ἐς τὸν Ἀμυκλαῖον, ὥστε καὶ τὸν χρυσόν, ὃν Κροῖσος ὁ Λυδὸς τῷ Ἀπόλλωνι ἔπεμψε τῷ Πυθαεῖ, τούτῳ ἐς κόσμον τοῦ ἐν Ἀμύκλαις κατεχρήσαντο ἀγάλματος.
因为对拉acedaemon人来说,阿米克莱阿波罗的事情更为著名,以至于他们甚至将吕底亚人克罗伊索斯送给皮塔埃乌斯阿波罗的黄金,用于装饰阿米克莱的雕像。