§2.38.1ἐκ Λέρνης δὲ ἰοῦσιν ἐς Τημένιον—τὸ δὲ Τημένιόν ἐστιν Ἀργείων, ὠνομάσθη δὲ ἀπὸ Τημένου τοῦ Ἀριστομάχου·
レルナからテメニオン――テメニオンはアルゴス人の土地であり、アリストマコスの子テメノスにちなんで名付けられた。
καταλαβὼν γὰρ καὶ ἐχυρωσάμενος τὸ χωρίον ἐπολέμει σὺν τοῖς Δωριεῦσιν αὐτόθεν τὸν πρὸς Τισαμενὸν καὶ Ἀχαιοὺς πόλεμον—ἐς τοῦτο οὖν τὸ Τημένιον ἰοῦσιν ὅ τε Φρίξος ποταμὸς ἐκδίδωσιν ἐς θάλασσαν καὶ Ποσειδῶνος ἱερὸν ἐν Τημενίῳ πεποίηται καὶ Ἀφροδίτης ἕτερον καὶ μνῆμά ἐστι Τημένου τιμὰς ἔχον παρὰ Δωριέων τῶν ἐν Ἄργει.
なぜなら彼はこの地を占領して要塞化し、そこを拠点としてドリス人たちとともに、ティサメノスおよびアカイア人たちに対する戦争を戦ったからである――へと向かう者にとって、このテメニオンへと向かう途中で、プリクソス川が海へと注いでおり、テメニオンにはポセイドンの神殿と、アプロディテのもう一つの神殿が建てられており、またアルゴスのドリス人たちから崇敬を受けているテメノスの墓がある。
§2.38.2Τημενίου δὲ ἀπέχει Ναυπλία πεντήκοντα ἐμοὶ δοκεῖν σταδίους, τὰ μὲν ἐφʼ ἡμῶν ἔρημος, οἰκιστὴς δὲ ἐγένετο αὐτῆς Ναύπλιος Ποσειδῶνος λεγόμενος καὶ Ἀμυμώνης εἶναι.
テメニオンからナウプリアは、私の思うに、五十スタディオン離れており、私たちの時代には廃墟となっているが、その創建者は、ポセイドンとアミュモネの息子と言われるナウプリオスであった。
λείπεται δὲ καὶ τειχῶν ἔτι ἐρείπια, καὶ Ποσειδῶνος ἱερὸν καὶ λιμένες εἰσὶν ἐν Ναυπλίᾳ καὶ πηγὴ Κάναθος καλουμένη·
そして城壁の遺跡がいまも残っており、ナウプリアにはポセイドンの神殿と港があり、またカナトスと呼ばれる泉がある。
ἐνταῦθα τὴν Ἥραν φασὶν Ἀργεῖοι κατὰ ἔτος λουμένην παρθένον γίνεσθαι.
アルゴス人たちが言うには、ヘラは毎年ここで入浴することによって処女に戻るのだという。
§2.38.3οὗτος μὲν δή σφισιν ἐκ τελετῆς, ἣν ἄγουσι τῇ Ἥρᾳ, λόγος τῶν ἀπορρήτων ἐστίν·
これこそが、彼らがヘラのために行う儀式に由来する、彼らの秘められた伝承である。
τὰ δὲ ὑπὸ τῶν ἐν Ναυπλίᾳ λεγόμενα ἐς τὸν ὄνον, ὡς ἐπιφαγὼν ἀμπέλου κλῆμα ἀφθονώτερον ἐς τὸ μέλλον ἀπέφηνε τὸν καρπόν—καὶ ὄνος σφίσιν ἐν πέτρᾳ πεποιημένος διὰ τοῦτό ἐστιν ἅτε ἀμπέλων διδάξας τομήν—, παρίημι οὐκ ἀξιόλογα ἡγούμενος.
一方、ナウプリアの人々がロバについて語っていること、すなわち、ロバがブドウの枝をかじったことで、将来より豊かな実りをもたらすようになったということ――そして、ブドウの剪定を教えた者として、このために彼らのもとには岩に刻まれたロバがあるということ――については、書き留めるに値しないと考えて省略する。
§2.38.4ἔστι δὲ ἐκ Λέρνης καὶ ἑτέρα παρʼ αὐτὴν ὁδὸς τὴν θάλασσαν ἐπὶ χωρίον ὃ Γενέσιον ὀνομάζουσι·
また、レルナからは海沿いを進んで、ゲネシオンと呼ばれる場所へと至るもう一つの道もある。
πρὸς θαλάσσῃ δὲ τοῦ Γενεσίου Ποσειδῶνος ἱερόν ἐστιν οὐ μέγα.
ゲネシオンの海辺には、ポセイドンの大きくない神殿がある。
τούτου δʼ ἔχεται χωρίον ἄλλο Ἀπόβαθμοι·
これに隣接して、アポバトモイという別の場所がある。
γῆς δὲ ἐνταῦθα πρῶτον τῆς Ἀργολίδος Δαναὸν σὺν ταῖς παισὶν ἀποβῆναι λέγουσιν.
ここで初めてダナオスが娘たちとともにアルゴリスの地に上陸したと、人々は言っている。
ἐντεῦθεν διελθοῦσιν Ἀνιγραῖα καλούμενα ὁδὸν καὶ στενὴν καὶ ἄλλως δύσβατον, ἔστιν ἐν ἀριστερᾷ μὲν καθήκουσα ἐπὶ θάλασσαν καὶ δένδρα—ἐλαίας μάλιστα—ἀγαθὴ τρέφειν γῆ, ἰόντι §2.38.5δὲ ἄνω πρὸς τὴν ἤπειρον ἀπʼ αὐτῆς χωρίον ἐστίν, ἔνθα δὴ ἐμαχέσαντο ὑπὲρ τῆς γῆς ταύτης λογάδες Ἀργείων τριακόσιοι πρὸς ἄνδρας Λακεδαιμονίων ἀριθμόν τε ἴσους καὶ ἐπιλέκτους ὁμοίως.
そこから、アニグライアと呼ばれる、狭くかつ他方でも歩きにくい道を通る者にとって、左手には海へと下り、木々、とりわけオリーブを育てるのに適した肥沃な土地があり、さらに進んで内陸の方へ上っていく者にとっては、ある場所があり、そこでは、アルゴス人の選り抜きの三百人が、同数で同様に選ばれたラケダイモン人の男たちと、この土地をめぐって戦った。
ἀποθανόντων δὲ ἁπάντων πλὴν ἑνὸς Σπαρτιάτου καὶ δυοῖν Ἀργείων, τοῖς μὲν ἀποθανοῦσιν ἐχώσθησαν ἐνταῦθα οἱ τάφοι, τὴν χώραν δὲ οἱ Λακεδαιμόνιοι γενομένου πανδημεί σφισιν ἀγῶνος πρὸς Ἀργείους κρατήσαντες βεβαίως αὐτοί τε παραυτίκα ἐκαρποῦντο καὶ ὕστερον Αἰγινήταις ἔδοσαν ἐκπεσοῦσιν ὑπὸ Ἀθηναίων ἐκ τῆς νήσου.
一人を残したスパルタ人と二人を残したアルゴス人の全員が死亡したため、死者たちのためにここに共同墓地が築かれた。 ラケダイモン人たちは、アルゴス人たちとの間で全市民を挙げての戦闘が生じた際に決定的な勝利を収めてこの土地を確実に領有し、自ら直ちに収穫し、のちに、アテナイ人によって島から追放されたアイギナ人たちにこれを与えた。
τὰ δὲ ἐπʼ ἐμοῦ τὴν Θυρεᾶτιν ἐνέμοντο Ἀργεῖοι· φασὶ δὲ ἀνασώσασθαι δίκῃ νικήσαντες.
私の時代には、アルゴス人たちがテュレアティスを領有しており、裁判において勝利してこれを取り戻したのだと言っている。
§2.38.6ἀπὸ δὲ τῶν πολυανδρίων ἰόντι Ἀνθήνη τέ ἐστιν, ἣν Αἰγινῆταί ποτε ᾤκησαν, καὶ ἑτέρα κώμη Νηρίς, τρίτη δὲ Εὔα μεγίστη τῶν κωμῶν·
その共同墓地から進む者にとっては、アンテネがあり、かつてそこにはアイギナ人たちが住んでいた。 また別の村ネリスがあり、第三の村として、それらの村々の中で最大のエアがある。
καὶ ἱερὸν τοῦ Πολεμοκράτους ἐστὶν ἐν ταύτῃ.
そしてこの村にはポレモクラテスの神殿がある。
ὁ δὲ Πολεμοκράτης ἐστὶ καὶ οὗτος Μαχάονος υἱός, ἀδελφὸς δὲ Ἀλεξάνορος, καὶ ἰᾶται τοὺς ταύτῃ καὶ τιμὰς παρὰ τῶν προσοίκων ἔχει.
このポレモクラテスもまたマカオンの息子であり、アレクサノルの兄弟であって、この地の人々を治癒し、近領の住民から崇敬を受けている。
§2.38.7ἀνατείνει δὲ ὑπὲρ τὰς κώμας ὄρος Πάρνων, καὶ Λακεδαιμονίων ἐπʼ αὐτοῦ πρὸς Ἀργείους ὅροι καὶ Τεγεάτας εἰσίν·
これらの村々の上にはパルノン山がそびえており、その山の上には、アルゴス人およびテゲア人に対するラケダイモン人の境界がある。
ἑστήκασι δὲ ἐπὶ τοῖς ὅροις Ἑρμαῖ λίθου, καὶ τοῦ χωρίου τὸ ὄνομά ἐστιν ἀπʼ αὐτῶν.
境界には石のヘルメス柱が立っており、この場所の名前はこれらに由来する。
ποταμὸς δὲ καλούμενος Τάναος—εἷς γὰρ δὴ οὗτος ἐκ τοῦ Πάρνωνος κάτεισι—ῥέων διὰ τῆς Ἀργείας ἐκδίδωσιν ἐς τὸν Θυρεάτην κόλπον.
そしてタナオスと呼ばれる川は――なぜなら、これがパルノン山から流れ下る唯一の川であるから――、アルゴス地方を流れてテュレア湾へと注いでいる。