Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.1.1-3.1.9

早期拉科尼亚王统与双王制的起源

第 102 段,共 465 段 · 希腊语

内容简介

作者叙述了拉科尼亚从首任国王莱莱克斯到廷达瑞俄斯的传奇历史与世系,解释了赫拉克勒斯后裔回归后双王制产生的原因,提及锡拉斯的殖民活动,并说明了将两个王室分开叙述的写作计划。

§3.1.1μετὰ δὲ τοὺς Ἑρμᾶς ἐστιν ἤδη Λακωνικὴ τὰ πρὸς ἑσπέρας.
过了赫耳墨斯神柱,向西已是拉科尼亚。
ὡς δὲ αὐτοὶ Λακεδαιμόνιοι λέγουσι, Λέλεξ αὐτόχθων ὢν ἐβασίλευσε πρῶτος ἐν τῇ γῇ ταύτῃ καὶ ἀπὸ τούτου Λέλεγες ὧν ἦρχεν ὠνομάσθησαν.
据拉克代蒙人自己说,身为土著的莱莱克斯首先在这片土地上称王,那些受他统治的人因他而被称为莱莱克斯人。
Λέλεγος δὲ γίνεται Μύλης καὶ νεώτερος Πολυκάων.
莱莱克斯生了米莱斯和较年轻的波利卡翁。
Πολυκάων μὲν δὴ ὅποι καὶ διʼ ἥντινα αἰτίαν ἀπεχώρησεν, ἑτέρωθι δηλώσω· Μύλητος δὲ τελευτήσαντος παρέλαβεν ὁ παῖς Εὐρώτας τὴν ἀρχήν.
至于波利卡翁去了何处以及出于何种原因,我将在别处说明;但米莱斯去世后,他的儿子 ¦0 尤罗塔斯继承了王权。
οὗτος τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῷ πεδίῳ διώρυγι κατήγαγεν ἐπὶ θάλασσαν, ἀπορρυέντος δὲ—ἦν γὰν δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα— ὠνόμασεν Εὐρώταν.
他通过一条运河,将平原上积存的积水引入大海,当水流尽后——因为留下的确实是河的水流——他便将其命名为尤罗塔斯。
§3.1.2ἅτε δὲ οὐκ ὄντων· αὐτῷ παίδων ἀρρένων βασιλεύειν καταλείπει Λακεδαίμονα, μητρὸς μὲν Ταϋγέτης ὄντα, ἀφʼ ἧς καὶ τὸ ὄρος ὠνομάσθη, ἐς Δία δὲ πατέρα ἀνήκοντα κατὰ τὴν φήμην· συνῴκει δὲ ὁ Λακεδαίμων Σπάρτῃ θυγατρὶ τοῦ Εὐρώτα.
由于他没有男性子嗣,他留下拉刻代蒙继承王位,此人的母亲是泰格特,山脉也是因她而得名,而根据传闻,他的父亲可以追溯到宙斯;拉刻代蒙娶了尤罗塔斯的女儿斯巴达为妻。
τότε δὲ ὡς ἔσχε τὴν ἀρχήν, πρῶτα μὲν τῇ χώρᾳ καὶ τοῖς ἀνθρώποις μετέθετο ἀφʼ αὑτοῦ τὰ ὀνόματα, μετὰ δὲ τοῦτο ᾤκισέ τε καὶ ὠνόμασεν ἀπὸ τῆς γυναικὸς πόλιν, ἣ Σπάρτη καλεῖται καὶ ἐς ἡμᾶς.
那时,在他掌握了政权后,首先用自己的名字更改了土地和人民的名字,在此之后,他又以妻子的名字建立并命名了一座城市,也就是直到我们今天仍被称为斯巴达的城市。
§3.1.3Ἀμύκλας δὲ ὁ Λακεδαίμονος, βουλόμενος ὑπολιπέσθαι τι καὶ αὐτὸς ἐς μνήμην, πόλισμα ἔκτισεν ἐν τῇ Λακωνικῇ.
拉刻代蒙的儿子阿米克拉斯,为了也给自己留下一份纪念,在拉科尼亚建立了一个小城。
γενομένων δέ οἱ παίδων Ὑάκινθον μὲν νεώτατον ὄντα καὶ τὸ εἶδος κάλλιστον κατέλαβεν ἡ πεπρωμένη πρότερον τοῦ πατρός, καὶ Ὑακίνθου μνῆμά ἐστιν ἐν Ἀμύκλαις ὑπὸ τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος.
在他的孩子们出生后,最年轻且相貌最美丽的雅辛托斯,在父亲之前便被命运夺去了生命,雅辛托斯的墓就在阿米克拉斯,位于阿波罗神像之下。
ἀποθανόντος δὲ Ἀμύκλα ἐς Ἄργαλον τὸν πρεσβύτατον τῶν Ἀμύκλα παίδων καὶ ὕστερον ἐς Κυνόρταν Ἀργάλου τελευτήσαντος ἀφίκετο ἡ ἀρχή.
阿米克拉斯去世后,王权传给了阿米克拉斯的长子阿耳加罗斯,后来在阿耳加罗斯去世后,又传给了塞诺尔塔斯。
§3.1.4Κυνόρτα δὲ ἐγένετο Οἴβαλος.
塞诺尔塔斯生了奥巴洛斯。
οὗτος Γοργοφόνην τε τὴν Περσέως γυναῖκα ἔσχεν ἐξ Ἄργους καὶ παῖδα ἔσχε Τυνδάρεων, ᾧ περὶ τῆς βασιλείας Ἱπποκόων ἠμφισβήτει καὶ κατὰ πρεσβείαν ἔχειν ἠξίου τὴν ἀρχήν.
他娶了来自阿耳戈斯的珀耳修斯之女戈耳戈福涅,并生了儿子廷达瑞俄斯,希波科翁与他争夺王位,并以年长为由要求获得统治权。
προσλαβὼν δὲ Ἰκάριον καὶ τοὺς στασιώτας παρὰ πολύ τε ὑπερεβάλετο δυνάμει Τυνδάρεων καὶ ἠνάγκασεν ἀποχωρῆσαι δείσαντα, ὡς μὲν Λακεδαιμόνιοί φασιν, ἐς Πελλάναν, Μεσσηνίων δέ ἐστιν ἐς αὐτὸν λόγος Τυνδάρεων φεύγοντα ἐλθεῖν ὡς Ἀφαρέα ἐς τὴν Μεσσηνίαν εἶναί τε Ἀφαρέα τὸν Περιήρους ἀδελφὸν Τυνδάρεω πρὸς μητρός· καὶ οἰκῆσαί τε αὐτὸν τῆς Μεσσηνίας φασὶν ἐν Θαλάμαις καὶ τοὺς παῖδας ἐνταῦθα οἰκοῦντι αὐτῷ γενέσθαι.
希波科翁拉拢了伊卡里奥斯和他的党羽,在力量上远远超过了廷达瑞俄斯,并迫使他因恐惧而撤走。 据拉克代蒙人说,他撤到了佩拉纳,但关于他的事情,麦塞尼亚人有一传言,说廷达瑞俄斯逃亡,来到了麦塞尼亚的阿法柔斯那里,而阿法柔斯是佩里埃瑞斯之子,是廷达瑞俄斯同母异父的兄弟;他们说,他在麦塞尼亚的萨拉迈定居,当他住在这里时,他的孩子们出生了。
§3.1.5χρόνῳ δὲ ὕστερον κατῆλθέ τε ὑπὸ Ἡρακλέους Τυνδάρεως καὶ ἀνενεώσατο τὴν ἀρχὴν· ἐβασίλευσαν δὲ καὶ οἱ Τυνδάρεω παῖδες καὶ Μενέλαος ὁ Ἀτρέως Τυνδάρεω γαμβρὸς ὢν Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν.
后来过了一段时间,廷达瑞俄斯被赫拉克勒斯送回并恢复了王权;廷达瑞俄斯的孩子们也曾统治过,还有阿特柔斯之子墨涅拉俄斯(他是廷达瑞俄斯的女婿)以及与墨涅拉俄斯之女赫耳弥俄涅同居的奥瑞斯特斯。
κατελθόντων δὲ Ἡρακλειδῶν ἐπὶ Τισαμενοῦ τοῦ Ὀρέστου βασιλεύοντος, Μεσσήνη μὲν καὶ Ἄργος ἑκατέρα μοῖρα Τήμενον, ἡ δὲ Κρεσφόντην ἔσχεν ἄρχοντας· ἐν Λακεδαίμονι δὲ ὄντων διδύμων τῶν Ἀριστοδήμου παίδων οἰκίαι δύο βασίλειαι γίνονται· §3.1.6συναρέσαι γὰρ τῇ Πυθίᾳ φασίν.
当赫拉克勒斯后裔在奥瑞斯特斯之子提萨梅诺斯统治期间返回时,麦塞尼亚和阿耳戈斯两个部分,一个由德墨诺斯统治,另一个由克雷斯丰特斯统治;但在拉刻代蒙,由于阿里斯托德摩斯的孩子是双胞胎,便产生了两个王室;因为他们说这得到了皮媞亚的同意。
Ἀριστοδήμῳ δὲ αὐτῷ πρότερον τὴν τελευτὴν συμβῆναι λέγουσιν ἐν Δελφοῖς πρὶν ἢ Δωριέας κατελθεῖν ἐς Πελοπόννησον.
他们说阿里斯托德摩斯本人在多利斯人回到伯罗奔尼撒之前在德尔斐去世。
οἱ μὲν δὴ ἀποσεμνύνοντες τὰ ἐς αὐτὸν τοξευθῆναι λέγουσιν Ἀριστόδημον ὑπὸ Ἀπόλλωνος, ὅτι οὐκ ἀφίκοιτο ἐπὶ τὸ μαντεῖον, παρὰ δὲ Ἡρακλέους ἐντυχόντος οἱ πρότερον πύθοιτο ὡς ἐς Πελοπόννησον Δωριεῦσι γενήσεται ἥδε ἡ κάθοδος· ὁ δὲ ἀληθέστερος ἔχει λόγος Πυλάδου τοὺς παῖδας καὶ Ἠλέκτρας, ἀνεψιοὺς ὄντας Τισαμενῷ τῷ Ὀρέστου, φονεῦσαι τὸν Ἀριστόδημον.
那些神化他事迹的人说,阿里斯托德摩斯是因为没有前往神谕所而被阿波罗射杀的,因为他在此前遇到赫拉克勒斯时,就已经从他那里得知了多利斯人回到伯罗奔尼撒的方式;但更真实的说法是,皮拉得斯和伊莱克特拉的孩子们(他们是奥瑞斯特斯之子提萨梅诺斯的表兄弟)杀死了阿里斯托德摩斯。
§3.1.7ὀνόματα μὲν δὴ τοῖς παισὶν αὐτοῦ Προκλῆς καὶ Εὐρυσθένης ἐτέθη, δίδυμοι δὲ ὄντες διάφοροι τὰ μάλιστα ἦσαν.
他的孩子们被命名为普罗克勒斯和欧律斯叙涅斯,虽然他们是双胞胎,但彼此极为对立。
προεληλυθότες δὲ ἐπὶ μέγα ἀπεχθείας ὅμως ἐν κοινῷ Θήρᾳ τῷ Αὐτεσίωνος, ἀδελφῷ τῆς μητρὸς σφῶν ὄντι Ἀργείας, ἐπιτροπεύσαντι δὲ καὶ αὐτῶν, συνήραντο ἐς ἀποικίαν.
虽然他们已经达到了极深的敌意,但他们仍然共同帮助了他们母亲阿耳革亚的兄弟、同时也是他们监护人的奥特西翁之子锡拉斯 ¦0 建立殖民地。
τὴν δὲ ἀποικίαν ὁ Θήρας ἔστελλεν ἐς τὴν νῆσον τὴν τότε ὀνομαζομένην Καλλίστην, τοὺς ἀπογόνους οἱ τοῦ Μεμβλιάρου παραχωρήσεσθαι τῆς βασιλείας ἐλπίζων ἑκόντας, ὅπερ οὖν καὶ ἐποίησαν §3.1.8λαβόντες λογισμὸν ὅτι Θήρᾳ μὲν ἐς αὐτὸν ἀνῄει Κάδμον τὸ γένος, οἱ δὲ ἦσαν ἀπόγονοι Μεμβλιάρου· Μεμβλίαρον δὲ ἄνδρα ὄντα τοῦ δήμου Κάδμος ἐν τῇ νήσῳ κατέλιπεν ἡγεμόνα εἶναι τῶν ἐποίκων.
锡拉斯将殖民地送往当时被称为卡利斯泰的岛屿,期望门布利亚罗斯的后代能自愿将王位让给他,而他们确实也这么做了,因为他们考虑到锡拉斯的世系可以追溯到卡德摩斯本人,而他们是门布利亚罗斯的后代;卡德摩斯曾将平民出身的门布利亚罗斯留在岛上,作为移民的领袖。
καὶ Θήρας μὲν τῇ τε νήσῳ μετέβαλεν ἀφʼ ἑαυτοῦ τὸ ὄνομα καί οἱ καὶ νῦν ἔτι οἱ Θηραῖοι κατὰ ἔτος ἐναγίζουσιν ὡς οἰκιστῇ· Προκλεῖ δὲ καὶ Εὐρυσθένει μέχρι μὲν τῆς προθυμίας τῆς ἐς τὸν Θήραν ἐς τὸ αὐτὸ συνῆλθον αἱ γνῶμαι, τὰ δὲ λοιπὰ διειστήκει σφίσιν ἐπὶ παντὶ τὰ βουλεύματα.
锡拉斯以自己的名字更改了岛屿的名字,直到现在,锡拉斯岛人每年仍将他作为创建者祭祀;而至于普罗克勒斯和欧律斯叙涅斯,直到他们对锡拉斯的积极协助为止,他们的意见是一致的,但在其他所有事务上,他们的计划都互不相合。
§3.1.9οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον· οὐ γάρ τι τὰ πάντα ἐς τὸ αὐτὸ συνεληλύθασιν ἡλικίας, ὡς ἀνεψιόν τε ἀνεψιῷ καὶ ἀνεψιῶν παῖδας, ὡσαύτως δὲ καὶ τοὺς κατωτέρω κατὰ ἀριθμὸν τυχεῖν ἀλλήλοις γεγονότας τὸν ἴσον.
况且,即使他们达成一致,他们也无法将后代纳入同一个名册中;因为他们的世代并非在所有方面都完全重合,以至于堂兄弟与堂兄弟、堂兄弟的孩子,以及同样更下代的子孙,彼此之间能刚好处于同等的世代数。
ἑκατέραν οὖν τὴν οἰκίαν ἐπέξειμι αὐτῶν ἰδίως καὶ οὐκ ἀμφοτέρας ἅμα ἐς τὸ αὐτὸ ἀναμίξας.
因此,我将分别叙述他们两个家族,而不是把两个家族混在一起。

词汇与语法注释

  1. 3.1.1ἀπορρυέντος δὲ—ἦν γὰρ δὴ τὸ ὑπόλοιπον ποταμοῦ ῥεῦμα— ὠνόμασεν Εὐρώταν — 动词 ὠνόμασεν(命名)的主语在上下文里是前一句的主语尤罗塔斯(ὁ παῖς Εὐρώτας)。宾格的 Εὐρώταν 指的是河流,他以自己的名字为之命名。插入句(ἦν γὰρ...)中的 τὸ ὑπόλοιπον 指的是“(积水流尽后)剩余的部分”,并解释说这部分成为了河流的水流(ποταμοῦ ῥεῦμα)。
  2. 3.1.5Ὀρέστης τε Ἑρμιόνῃ τῇ Μενελάου συνοικῶν — 分词 συνοικῶν(共同生活、结婚)修饰 Ὀρέστης,后者是动词 ἐβασίλευσαν 主语列表中的一部分。尽管这里出现了解构上的松弛(anacoluthon),分词本身没有直接的限定动词,但其语义与 ἐβασίλευσαν 相关联,即“与赫耳弥俄涅结婚的奥瑞斯特斯(也统治了)”。
  3. 3.1.9οὐ μὴν οὐδὲ ὁμονοησάντων τοὺς ἀπογόνους αὐτῶν ἐς κοινὸν κατάλογον ὑπάξειν ἂν ἔμελλον — 属格绝对结构 ὁμονοησάντων(省略了主语“他们”,即普罗克勒斯与欧律斯叙涅斯)在此表示让步或条件(“即使他们达成了一致”)。主句中的 ἔμελλον 搭配不定式 ὑπάξειν 以及语气词 ἂν,构成过去反事实条件句的表现形式(“他们本来也无法将……纳入……”)。

引用这一段

保萨尼亚斯, 希腊志 §3.1.1-3.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.1.1-3.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。