Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.8.1-2.8.6

西基翁的阿拉托斯之生平与功绩

第 63 段,共 465 段 · 希腊语

内容简介

本段记述了阿拉托斯推翻西基翁僭主统治的经过及其功绩,包括阿凯亚同盟的扩张,科林斯、雅典和阿耳戈斯的解放,以及与斯巴达人的交战。

§2.8.1τῷ δὲ τῆς Πειθοῦς ἱερῷ τὸ ἐγγὺς τέμενος ἀνειμένον βασιλεῦσι Ῥωμαίων οἰκία ποτὲ ἦν Κλέωνος τυράννου· Κλεισθένης μὲν γὰρ ὁ Ἀριστωνύμου τοῦ Μύρωνος ἐχόντων ἔτι τὴν κάτω πόλιν Σικυωνίων ἐτυράννησε, Κλέων δὲ ἐν τῇ νῦν πόλει.
与培托神殿相邻、献给罗马皇帝们的圣域,曾是僭主克莱翁的住宅;因为缪隆之子阿里斯托纽摩斯之子克莱斯提尼,是在西基翁人仍占有下城时成为僭主的,而克莱翁则是在现在的城市中。
πρὸ ταύτης τῆς οἰκίας ἡρῷόν ἐστιν Ἀράτου μέγιστα Ἑλλήνων ἐργασαμένου τῶν ἐφʼ αὑτοῦ· ἔχει δὲ ὧδε τὰ ἐς αὐτόν.
在这座住宅前是阿拉托斯的英雄冢,他在同时代的人中为希腊人立下了最伟大的功绩;关于他的事迹如下。
§2.8.2μετὰ Κλέωνα μοναρχήσαντα ἐνέπεσε τῶν ἐν τέλει πολλοῖς ἐπιθυμία τυραννίδος οὕτω δή τι ἀκάθεκτος ὡς καὶ ἄνδρας δύο Εὐθύδημον καὶ Τιμοκλείδαν ὁμοῦ τυραννῆσαι.
在克莱翁独裁统治之后,执政者中的许多人产生了对僭主统治的欲望,这种欲望如此不可遏制,以至于尤塞德莫斯和提摩克莱达斯这两个人竟然共同担任僭主。
τούτους μὲν οὖν ἐξέβαλεν ὁ δῆμος, Κλεινίαν τὸν πατέρα Ἀράτου προστησάμενος· ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἐτυράννησεν Ἀβαντίδας.
于是,人民拥立阿拉托斯的父亲克莱尼亚斯为领袖,将他们驱逐了出去;但没过几年,阿班提达斯又成为了僭主。
Κλεινίᾳ μὲν οὖν συνεβεβήκει πρότερον ἔτι ἡ τελευτή· Ἄρατον δὲ Ἀβαντίδας φυγάδα ἐποίησεν, ἢ καὶ αὐτὸς ἀπεχώρησεν Ἄρατος ἐθελοντής.
然而在此之前,死亡就已经降临到克莱尼亚斯身上;阿班提达斯使阿拉托斯流亡,或者阿拉托斯自己自愿离开了。
Ἀβαντίδαν μὲν οὖν κτείνουσιν ἄνδρες τῶν ἐπιχωρίων, τύραννος δὲ αὐτίκα ἐγεγόνει ὁ Ἀβαντίδου πατὴρ Πασέας· §2.8.3Νικοκλῆς δὲ ἐκεῖνον ἀνελὼν ἐτυράννησεν αὐτός.
后来,当地人中有人杀死了阿班提达斯,但阿班提达斯的父亲帕塞阿斯立刻成为了僭主;而尼科克勒斯杀死了他,自己成为了僭主。
ἐπὶ τοῦτον τὸν Νικοκλέα Ἄρατος ἀφικόμενος Σικυωνίων φυγάσι καὶ Ἀργείοις μισθωτοῖς τοὺς μὲν ἔλαθεν ἅτε ἐν σκότῳ—νύκτωρ γὰρ δὴ τὴν ἐπιχείρησιν ἐποιεῖτο—, τοὺς δὲ καὶ βιασάμενος τῶν φυλασσόντων ἐγένετο ἐντὸς τείχους· καὶ —ὑπέφαινε γὰρ ἕως ἤδη—προσλαβὼν τὸν δῆμον ἐπὶ τὴν οἰκίαν σπουδῇ τὴν τυραννικὴν τρέπεται.
阿拉托斯率领西基翁的流亡者和阿耳戈斯的雇佣兵来对付这个尼科克勒斯,他乘着夜色——因为他确实是在夜间发起袭击的——瞒过了部分守卫,又强行突破了另一部分守卫,进入了城墙内部;并且——因为黎明已经开始显现——他动员了人民,急忙朝僭主的住宅奔去。
καὶ ταύτην μὲν εἷλεν οὐ χαλεπῶς, ὁ δὲ Νικοκλῆς αὐτὸς ἔλαθεν ἀποδράς.
他轻易地占领了住宅,但尼科克勒斯自己却成功逃脱了。
Σικυωνίοις δὲ ἀπέδωκεν Ἄρατος ἐξ ἴσου πολιτεύεσθαι διαλλάξας τοῖς φεύγουσιν, οἰκίας μὲν φυγάσι καὶ ὅσα τῶν κτημάτων ἄλλα ἐπέπρατο ἀποδούς, τιμὴν δὲ τοῖς πριαμένοις διέλυσεν αὐτός.
阿拉托斯通过与流亡者达成和解,让西基翁人恢复了平等的公民权,将住宅和所有其他被售出的财产归还给流亡者,而他自己则向购买者支付了相应的补偿。
§2.8.4καὶ—ἦν γὰρ δέος τοῖς πᾶσιν Ἕλλησι Μακεδόνων καὶ Ἀντιγόνου Φίλιππον ἐπιτροπεύοντος τὸν Δημητρίου—, τοῦδε ἕνεκα τοὺς Σικυωνίους ἐς τὸ Ἀχαιῶν συνέδριον ἐσήγαγε Δωριεῖς ὄντας.
并且——因为所有希腊人都对马其顿人以及担任德米特里之子腓力之监护人的安提柯怀有恐惧——,出了这个原因,他将身为多利安人的西基翁人带入了阿凯亚人的同盟会议。
αὐτίκα δὲ στρατηγὸς ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο, καὶ σφᾶς ἐπὶ Λοκροὺς τοὺς Ἀμφισσέας ἀγαγὼν καὶ ἐς τὴν Αἰτωλῶν πολεμίων ὄντων τὴν γῆν ἐπόρθησε· Κόρινθον δὲ ἔχοντος Ἀντιγόνου καὶ φρουρᾶς Μακεδόνων ἐνούσης τοὺς Μακεδόνας τῷ αἰφνιδίῳ τῆς ἐπιθέσεως κατέπληξε καὶ ἄλλους τε κρατήσας μάχῃ διέφθειρε καὶ Περσαῖον ἐπὶ τῇ φρουρᾷ τεταγμένον, ὃς παρὰ Ζήνωνα τὸν Μνασέου κατὰ μάθησιν σοφίας ἐφοίτησεν.
他立刻被阿凯亚人选为将军,并率领他们对抗阿姆菲萨的洛克里人,侵入并洗劫了处于敌对状态的埃托利亚人的土地;当安提柯占领科林斯且有马其顿守卫队驻扎其中时,他以突然袭击震慑了马其顿人,并在战斗中击败并消灭了他们以及其他守卫,包括被任命看守卫城的培尔塞奥斯,他曾为了学习智慧而跟随姆纳塞阿斯之子芝诺。
§2.8.5ἐλευθερώσαντος δὲ Ἀράτου Κόρινθον προσεχώρησαν μὲν ἐς τὸ συνέδριον Ἐπιδαύριοι καὶ Τροιζήνιοι οἱ τὴν Ἀργολίδα Ἀκτὴν οἰκοῦντες καὶ τῶν ἐκτὸς ἰσθμοῦ Μεγαρεῖς, συμμαχίαν δὲ πρὸς Ἀχαιοὺς Πτολεμαῖος ἐποιήσατο.
在阿拉托斯解放了科林斯之后,居住在阿耳戈利斯半岛沿岸的埃皮达夫鲁斯人和特罗曾人,以及地峡之外的麦加拉人,都加入了同盟会议,普托莱美也与阿凯亚人结成了同盟。
Λακεδαιμόνιοι δὲ καὶ Ἆγις ὁ Εὐδαμίδου βασιλεὺς ἔφθησαν μὲν Πελλήνην ἑλόντες ἐξ ἐπιδρομῆς, ἥκοντι δὲ Ἀράτῳ καὶ τῇ στρατιᾷ συμβαλόντες ἐκρατήθησαν καὶ τὴν Πελλήνην ἐκλιπόντες ἀναχωροῦσιν οἴκαδε ὑπόσπονδοι.
然而,拉刻代蒙人和他们的国王、尤达米达斯之子阿吉斯,通过突袭抢先占领了培勒涅,但当阿拉托斯和他的军队到达并与之交战时,他们被击败,并根据停战协定撤离培勒涅返回家园。
§2.8.6Ἄρατος δέ, ὥς οἱ τὰ ἐν Πελοποννήσῳ προεκεχωρήκει, δεινὸν ἡγεῖτο Πειραιᾶ καὶ Μουνυχίαν, ἔτι δὲ Σαλαμῖνα καὶ Σούνιον ἐχόμενα ὑπὸ Μακεδόνων περιοφθῆναι, καὶ—οὐ γὰρ ἤλπιζε δύνασθαι πρὸς βίαν αὐτὰ ἐξελεῖν—Διογένην πείθει τὸν ἐν τοῖς φρουροῖς ἄρχοντα ἀφεῖναι τὰ χωρία ἐπὶ ταλάντοις πεντήκοντα καὶ ἑκατόν, καὶ τῶν χρημάτων συνετέλεσεν αὐτὸς Ἀθηναίοις ἕκτον μέρος.
但是阿拉托斯,当他在伯罗奔尼撒的事务进展顺利时,认为放任比雷埃夫斯、慕尼基亚,以及萨拉米斯和苏尼翁被马其顿人占领是无法容忍的,并且——因为他不指望能用武力夺取它们——他劝说守备队指挥官迪奥杰尼斯以一百五十塔兰同的代价放弃这些地方,而他自己则为雅典人支付了这笔资金的六分之一。
ἔπεισε δὲ καὶ Ἀριστόμαχον τυραννοῦντα ἐν Ἄργει δημοκρατίαν ἀποδόντα Ἀργείοις ἐς τὸ Ἀχαϊκὸν συντελεῖν, Μαντίνειάν τε Λακεδαιμονίων ἐχόντων εἷλεν.
他还劝说在阿耳戈斯实行僭主统治的阿里斯托马科斯,将民主制归还给阿耳戈斯人并加入阿凯亚同盟,他还夺取了被拉刻代蒙人占领的曼提内亚。
ἀλλὰ γὰρ οὐ πάντα ἀνθρώπῳ τελεῖται κατὰ γνώμην, εἰ δὴ καὶ Ἄρατον κατέλαβεν ἀνάγκη γενέσθαι Μακεδόνων καὶ Ἀντιγόνου σύμμαχον· ἐγένετο δὲ οὕτως.
然而,并非所有事情都能如人所愿地完成,因为即便对于阿拉托斯,也不得不被迫成为马其顿人和安提柯的盟友;而事情是这样发生的。

词汇与语法注释

  1. 2.8.1ἀνειμένον — 分词 `ἀνειμένον` 是 `ἀνίημι`(献纳、奉献)的完成时被动分词,与与格 `βασιλεῦσι Ῥωμαίων` 连用,意为“献给罗马皇帝们的”。
  2. 2.8.1ἐχόντων ἔτι τὴν κάτω πόλιν Σικυωνίων — 这是使用现在分词的属格独立结构,描述了西基翁人仍然占有下城的时期。
  3. 2.8.3τοὺς μὲν ἔλαθεν ... τοὺς δὲ καὶ βιασάμενος τῶν φυλασσόντων — 部分属格 `τῶν φυλασσόντων` 修饰 `τοὺς μὲν` 和 `τοὺς δὲ`,构成对比结构,意为“瞒过了守卫中的一些人……又强行突破了另一些人”。
  4. 2.8.4Φίλιππον ἐπιτροπεύοντος τὸν Δημητρίου — 与前文的 `Ἀντιγόνου` 一致的属格独立结构,用分词附加说明了安提柯担任幼年腓力(德米特里之子)监护人(设政)的历史事实。
  5. 2.8.6ὥς οἱ τὰ ἐν Πελοποννήσῳ προεκεχωρήκει — `προχωρέω` 的过去完成时 `προεκεχωρήκει` 与中性复数主语 `τὰ ἐν Πελοποννήσῳ` 及与格代词 `οἱ` 连用,意为“当他在伯罗奔尼撒的事务(对他而言)进展顺利时”。

引用这一段

保萨尼亚斯, 希腊志 §2.8.1-2.8.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.8.1-2.8.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。