§2.7.1καὶ Δωριεῖς μὲν Σικυώνιοι γεγόνασιν ἀπὸ τούτου καὶ μοῖρα τῆς Ἀργείας·
そしてドリス人たちは、これによってシキョン人となり、アルゴス地方の一部となった。
τὴν δὲ τοῦ Αἰγιαλέως ἐν τῷ πεδίῳ πόλιν Δημήτριος καθελὼν ὁ Ἀντιγόνου τῇ πάλαι ποτὲ ἀκροπόλει προσῴκισε τὴν νῦν πόλιν.
平野にあったアイギアレウスの都市を、アンティゴノスの息子デメトリオスが破壊し、かつてのアクロポリスであった場所に現在の都市を再入植させた。
ἐχόντων δὲ ἀσθενῶς ἤδη τῶν Σικυωνίων—αἰτίαν δὲ οὐκ ὀρθῶς ποιοῖ τις ἂν ζητῶν, ἀποχρῷτο δὲ τῷ Ὁμήρῳ λεγομένῳ περὶ Διός,
"
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα—,
"
διακειμένοις οὖν ἀδυνάτως ἐπιγενόμενος σεισμὸς ὀλίγου τὴν πόλιν ἐποίησεν ἀνδρῶν ἔρημον, πολλὰ δὲ σφᾶς καὶ τῶν ἐς ἐπίδειξιν ἀφείλετο.
シキョン人がすでに衰退していたことについて、その原因を究明しようとする者は不当な非難を招くかもしれないが、ゼウスについて語るホメロスの次の言葉で十分であろう。 "実に彼こそが多くの都市の頭を滅ぼした。 "このように無力な状態に陥っていた彼らに、追い打ちをかけるように発生した地震は、その都市をほとんど人の住まない廃墟同然にし、彼らから多くの見事な建築物をも奪い去った。
ἐκάκωσε δὲ καὶ περὶ Καρίαν καὶ Λυκίαν τὰς πόλεις καὶ Ῥοδίοις ἐσείσθη μάλιστα ἡ νῆσος, ὥστε καὶ τὸ λόγιον τετελέσθαι Σιβύλλῃ τὸ ἐς τὴν Ῥόδον ἔδοξεν.
この地震はカリアやリキア周辺の都市をも痛めつけ、特にロードス人にとってはその島が激しく揺れたため、シビュラがロードスについて遺した神託が成就したのだと人々は思った。
§2.7.2ἐκ δὲ τῆς Κορινθίας ἐλθοῦσιν ἐς τὴν Σικυωνίαν Λύκου Μεσσηνίου μνῆμά ἐστιν, ὅστις δὴ οὗτος ὁ Λύκος·
コリント地方からシキョニア地方に入ると、メッセニア人リュコスの墓があるが、このリュコスが一体何者であるかは分からない。
οὐ γάρ τινα Λύκον εὑρίσκω Μεσσήνιον ἀσκήσαντα πένταθλον οὐδὲ Ὀλυμπικὴν ἀνῃρημένον νίκην.
というのも、五種競技を鍛錬したとか、オリンピアの勝利を収めたとかいうメッセニア人リュコスを、私は一人も見出せないからである。
τοῦτο μὲν δὴ χῶμά ἐστι γῆς, αὐτοὶ δὲ Σικυώνιοι τὰ πολλὰ ἐοικότι τρόπῳ θάπτουσι.
これは土の盛り土にすぎないが、シキョン人自身は、大抵の場合、互いに似通った方法で葬る。
τὸ μὲν σῶμα γῇ κρύπτουσι, λίθου δὲ ἐποικοδομήσαντες κρηπῖδα κίονας ἐφιστᾶσι καὶ ἐπʼ αὐτοῖς ἐπίθημα ποιοῦσι κατὰ τοὺς ἀετοὺς μάλιστα τοὺς ἐν τοῖς ναοῖς·
すなわち、遺体は土に隠し、石の基壇を築いた上に柱を立て、その上に、とりわけ神殿にある破風に似せた蓋を乗せるのである。
ἐπίγραμμα δὲ ἄλλο μὲν ἐπιγράφουσιν οὐδέν, τὸ δὲ ὄνομα ἐφʼ αὑτοῦ καὶ οὐ πατρόθεν ὑπειπόντες κελεύουσι τὸν νεκρὸν χαίρειν.
碑文については、他には何も書き込まず、父親の名は添えずに名前だけをひっそりと記して、死者に健やかであれと挨拶を述べるのである。
§2.7.3μετὰ δὲ τὸ μνῆμα τοῦ Λύκου διαβεβηκόσιν ἤδη τὸν Ἀσωπόν, ἔστιν ἐν δεξιᾷ τὸ Ὀλύμπιον, ὀλίγον δὲ ἔμπροσθεν ἐν ἀριστερᾷ τῆς ὁδοῦ τάφος Εὐπόλιδι Ἀθηναίῳ ποιήσαντι κωμῳδίαν.
リュコスの墓を過ぎて、すでにアソポス川を渡った者にとっては、右手にオリンピエイオンがあり、その少し先の道路の左手には、喜劇を書いたアテナイ人エウポリスの墓がある。
προελθοῦσι δὲ καὶ ἐπιστρέψασιν ὡς ἐπὶ τὴν πόλιν Ξενοδίκης μνῆμά ἐστιν ἀποθανούσης ἐν ὠδῖσι·
進んで、都市の方へと引き返すと、産褥で亡くなったクセノディケの墓がある。
πεποίηται δὲ οὐ κατὰ τὸν ἐπιχώριον τρόπον, ἀλλʼ ὡς ἂν τῇ γραφῇ μάλιστα ἁρμόζοι·
これはこの地方の習慣に従って作られたのではなく、絵画の表現に最も適するような方法で作られている。
γραφὴ δὲ εἴπερ ἄλλη τις καὶ αὕτη ἐστὶ θέας ἀξία.
この絵画は、他のどんなものにもまして、実に一見の価値がある。
§2.7.4προελθοῦσι δὲ ἐντεῦθεν τάφος Σικυωνίοις ἐστίν, ὅσοι περὶ Πελλήνην καὶ Δύμην τὴν Ἀχαιῶν καὶ ἐν Μεγάλῃ πόλει καὶ περὶ Σελλασίαν ἐτελεύτησαν·
そこからさらに進むと、ペレネ、アカイアのデュメ、メガロポリス、およびセッラシア周辺で戦死したシキョン人たちの合葬墓がある。
τὰ δὲ ἐς αὐτοὺς σαφέστερον ἐν τοῖς ἐφεξῆς δηλώσω.
彼らに関する事柄は、後の叙述の中でより明確に明らかにしよう。
πρὸς δὲ τῇ πύλῃ πηγή ἐστί σφισιν ἐν σπηλαίῳ, ἧς τὸ ὕδωρ οὐκ ἄνεισιν ἐκ γῆς, ἐπιρρεῖ δὲ ἐκ τοῦ ὀρόφου τοῦ σπηλαίου·
門のところには洞窟の中の泉があり、その水は地中から湧き出るのではなく、洞窟の天井から滴り落ちている。
καὶ καλεῖται διʼ αὐτὸ Στάζουσα ἡ πηγή.
そのため、この泉は「スタゾウサ(滴る泉)」と呼ばれている。
§2.7.5ἐν δὲ τῇ νῦν ἀκροπόλει Τύχης ἱερόν ἐστιν Ἀκραίας, μετὰ δὲ αὐτὸ Διοσκούρων·
現在のアクロポリスにはテュケ・アクライア(高台の運命の女神)の神殿があり、その隣にはディオスクロイの神殿がある。
ξόανα δὲ οὗτοί τε καὶ τὸ ἄγαλμα τῆς Τύχης ἐστί.
これらは木像であり、テュケの像も同様である。
τοῦ θεάτρου δὲ ὑπὸ τὴν ἀκρόπολιν ᾠκοδομημένου τὸν ἐν τῇ σκηνῇ πεποιημένον ἄνδρα ἀσπίδα ἔχοντα Ἄρατόν φασιν εἶναι τὸν Κλεινίου.
アクロポリスの下に造られた劇場の、舞台に作られた盾を持つ男の像は、クレイニアスの息子アラトスであると言われている。
μετὰ δὲ τὸ θέατρον Διονύσου ναός ἐστι·
劇場の後にはディオニュソスの神殿がある。
χρυσοῦ μὲν καὶ ἐλέφαντος ὁ θεός, παρὰ δὲ αὐτὸν Βάκχαι λίθου λευκοῦ.
この神像は金と象牙でできており、その傍らには白い大理石でできたバッカイ(信女たち)の像がある。
ταύτας τὰς γυναῖκας ἱερὰς εἶναι καὶ Διονύσῳ μαίνεσθαι λέγουσιν.
彼女たちは聖なる女性であり、ディオニュソスのために狂乱するのだと言われている。
ἄλλα δὲ ἀγάλματα ἐν ἀπορρήτῳ Σικυωνίοις ἐστί·
シキョン人には他にも秘儀とされる神像がある。
ταῦτα μιᾷ καθʼ ἕκαστον ἔτος νυκτὶ ἐς τὸ Διονύσιον ἐκ τοῦ καλουμένου κοσμητηρίου κομίζουσι, κομίζουσι δὲ μετὰ δᾴδων τε ἡμμένων καὶ ὕμνων ἐπιχωρίων.
彼らはこれらを毎年一度、ある夜に「コスメテリオン(装飾所)」と呼ばれる場所からディオニュシオンへと、点火された松明と現地特有の賛歌を伴って運ぶのである。